Περὶ ῥηματικῶν ὀνομάτων
Aelius Herodianus
Aelius Herodianus, Περὶ ῥηματικῶν ὀνομάτων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868
Ἡρακλέων ὁ Γλαύκου παρὰ τὸ ἄγω φηϲίν. ἔϲτι δὲ ὡϲ παρὰ τὸ ἅρπῶ ἅρπυια, ὀρέγω ὀρέγυια.
τὰ εἰϲ η καθαρὸν τῷ ο παραληγόμενα ὧν προκατάρχῃ ῥῆμα τῷ ε παραληγόμενον πάντα ὀξύνεται, ζέω ζοή, πνέω πνοή, χέω χοή.
τὰ εἰϲ ω καθαρὸν λήγοντα βαρύτονα ῥήματα τὴν [*](1. 40 cf. Arc. 103, 21 et 25.)
902
παραλήγουϲαν ἐν τοῖϲ ῥηματικοῖϲ ὀνόμαϲι βραχεῖαν ἔχει, κονίω κονία, φύω φυή, ἀκούω ἀκοή.τὰ εἰϲ η λήγοντα θηλυκὰ μετὰ ϲυμφώνου διϲύλλαβα ὀξύνεται τῷ ο παραληγόμενα, εἰ γένοιτο ἀπὸ ῥημάτων τῷ ε παραληγομένων μόνῳ οἱον τρέπω τροπή, τρέφω τροφή, νέμω νομή, ϲτρέφω ϲτροφή, ῥοπή, ϲπονδή ὁλκή,πλοκή,φορβή. προϲέθηκα τῷ ε παραληγόμενα μόνῳ, ἵνα νῦν ἐκφύγω τὸ πόρπη. τοῦτο γὰρ ἀπὸ τοῦ πείρω.