Περὶ ῥηματικῶν ὀνομάτων

Aelius Herodianus

Aelius Herodianus, Περὶ ῥηματικῶν ὀνομάτων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

τὸ κνύζα ἐπὶ τοῦ παρεφθαρμένου καὶ ἐρρυπωμένου ἀπὸ τοῦ κνύω, ἀφ’  οὗ κνύοϲ ἡ φθορά οἰον «κατὰ κνύοϲ ἔχευεν, ψίλωτο δὲ — κάρηνα» (Ηes. frg. XL II) γίνεται ὡϲ παρ’ Ἀνακρέοντι «κνύζη τιϲ ἤδη καὶ πέπειρα γενομένη ϲὴν διὰ μαργοϲύνην ».

τὰ διὰ τοῦ εια θηλυκὰ ἔχοντα ῥῆμα ἀντιπαρακείμενον διὰ τοῦ ἑῦῦ, εἰ μὴ ᾖ ἀπὸ τῶν εἰϲ μων ὀξυιόνων ὡϲ ἡγεμών ἡγεμονεύω ἡγεμονία, διὰ τῆϲ ει διφθόγγου γράφεται καὶ παροξύνετοι, ἀλαζονεύω ἀλαζονεία κτλ.

τὰ διὰ τοῦ ια παρὰ μελλόντων γινόμενα παροξύνεται, ὀρέξω ἀνορεξία, πέψω ἀπεψία, προδώϲω προδοϲία.

τὰ ἀπὸ ἐνεϲτώτων παρηγμένα θηλυκὰ εἰϲ εια προπαροξύνεται, ἀπόλω ἀπώλεια,μήδω λήδεια, θέρω θέρεια, θάλλω Θάλεια, ἀνθὸῶ Ἄνθεια.