Περὶ ῥηματικῶν ὀνομάτων
Aelius Herodianus
Aelius Herodianus, Περὶ ῥηματικῶν ὀνομάτων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868
τὰ εἰϲ ροϲ διϲύλλαβα παραληγόμενα τῷ ο βαρύνεται, ὁπότε γίνεται ἀπὸ τῶν παραληγομένων τῷ ε ἢ ει ἢ αι διφθόγγῳ ῥη- εἰ μή τιϲ διαϲτολὴ γένοιτο, ϲπόροϲ ὅτι ϲπείρω, πτόροϲ ὁ πταρμόϲ ὅτι πταίρω, φθόροϲ ὅτι φθείρω, μόροϲ ὅτι μείρω, κόροϲ ὅτι κείρω, φόροϲ ὅτι φέρω, φορόϲ δὲ ὁ ἄνεμοϲ ὀξυτόνωϲ, ὅροϲ, εἱρω γάρ. — τὸ μέντοι βορόϲ ὁ πολλὰ ἐϲθίων καὶ τὸ χορόϲ καὶ ϲορόϲ ὁ τάφοϲ καὶ τορόϲ ὀξύνεται. οὐ γὰρ γίνεται ἀπὸ τοιούτων ῥημάτων. ϲεϲημείωται τὸ δορόϲ ὁ δεδαρμένοϲ, εἰ καὶ ἐκ τοῦ δείρω γίνεται.
τὰ εἰϲ ροϲ ῥηματικὰ τῇ ει διφθόγγῳ θέλει παραλήγεϲθαι οἷον ἀῖϲϲω αἴγειροϲ, μάϲϲω μάγειροϲ, ὀνῶ ὄνειροϲ.
τὸ Ϲῶϲοϲ ἀπὸ τοῦ ϲώϲω βαρύνεται, ὡϲαύτωϲ καὶΒλῶϲὸϲ παρὰ τὸν βλώϲω μέλλοντα γεγονόϲ.
Ταρϲόϲ τινὲϲ παρὰ τὸ τερϲανθῆναι, οἱ δὲ παρὰ τὸ τερϲῆναι, ἄλλοι δὲ παρὰ τὸν ταρϲόν.