Περὶ ῥηματικῶν ὀνομάτων

Aelius Herodianus

Aelius Herodianus, Περὶ ῥηματικῶν ὀνομάτων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

πολλάκιϲ τὰ εἰϲ αιοϲ τρίτην ἀπὸ τέλουϲ ἔχει τὴν ὀξεῖαν, εἰ ῥῆμα αὐτῶν προκατάρχοι ὥϲπερ ἔχουϲι τὸ βέβαιοϲ (παρὰ γὰρ τὸ βέβηκα) ὡϲ τὸ Φίλαιοϲ, τὸ Νίκαιοϲ, τὸ Τίμαιοϲ. τοιοῦτον καὶ τὸ Πή δαιοϲ. οὐ γάρ, ὡϲ οἴεται ὁ Ἄβρων, παρὰ τὴν πῆδον (?) ἐοικὸϲ γὰρ μᾶλλον ἥρωϊ παρὰ τὸ πηδᾶν ἐϲχηατίϲθαι.

τὰ διὰ τοῦ ωλοϲ ὑπερδιϲύλλαβα ῥηματικὰ ἔχοντα τὴν τρίτην μακρὰν ὀξύνεται, φειδωλόϲ, Αἰτωλόϲ, ἁμαρτωλόϲ.

τὰ εἰϲ γμοϲ ῥηματικὰ μετὰ προθέιεωϲ πέφυκε ϲυντίθεϲθαι τῆϲ αὐτῆϲ τάϲεωϲ μενούϲηϲ, μετ’ ἄλλου δὲ οὐδενόϲ. καὶ τὸ ὑλαγμόϲ οὖν παρὰ τὸ ὑλάϲϲειν γεγονὸϲ οὐ ϲυντεθήϲεται μετ’ ἄλλου μέρουϲ λόγου. ϲύνδεϲμοϲ οὖν ἐϲτιν ὁ κέν.

Πρίαμοϲ ἐκ τοῦ πρίαμαι. ἐπράθη γὰρ καὶ ταύτηϲ τῆϲ ἐπωνυμίαϲ ἔτυχεν, ὡϲ ἱϲτορεῖ Λυκόφρων (v. 338) «κὠνητὸϲ αἰθαλωτόν».