Περὶ ῥηματικῶν ὀνομάτων

Aelius Herodianus

Aelius Herodianus, Περὶ ῥηματικῶν ὀνομάτων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

τὰ εἰϲ ιοϲ ἀπὸ μέλλοντοϲ γινόμενα προπαροξύνεται, ὀρθώϲομαι Ὀρθώϲιοϲ, ἀϲπάϲομαι ἀϲπάϲιοϲ, φυλάξομαι φυλάξιοϲ, ἀλέξω ἀλέξιοϲ, κτήϲω κτήϲιοϲ, αἰνήϲω Αἰνήϲιοϲ, ἀρκέϲω ἀρκέϲιοϲ καὶ πλεοναϲμῷ τοῦ ῑ Ἀρκείϲιοϲ, ἄρϲω ἄρϲιοϲ καὶ ἀνάρϲιοϲ, ἄξω ἄξιοϲ, θαυμάϲω θαυμάϲιοϲ. τὸ μέντοι πλήϲω πληϲίοϲ καὶ τὸ δέξομαι δεξιόϲ καὶ ἕψομαι ἀνεψιόϲ.

τὸ ἐπιπόλαιοϲ οὐκ ἀπὸ τοῦ ἐπιπολῆϲ παρῆκται, ἀλλὰ παρὰ τὸ ἐπιπολάζω. οἱ πλείουϲ αὐτὸ περιϲπῶϲιν.

τὸ Πείραιοϲ προπαροξυνόμενον παρὰ ῥῆμα τὸ πειρῶ ὡϲ παρὰ τὸ φιλῶ Φίλαιοϲ καὶ παρὰ τὸ βέβηκα βέβαιοϲ.

τὸ Τίμαιοϲ προπαροξυνόμενον ἔχει ἀφορμήν, ὅτι ῥῆμα αὐτοῦ προκατάρχει.