Περὶ τῶν εἰς μι

Aelius Herodianus

Aelius Herodianus, Περὶ τῶν εἰς μι, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

πᾶν δεύτερον πρόϲωπον τῶν εἰϲ μι, ἐπὶ ἐνεϲτῶτοϲ δηλονότι χρόνου, προϲθέϲει τοῦ ῑ τὸ τρίτον ποιεῖ οἷον τίθηϲ τίθηϲι. ἀπὸ τοῦ εἰμί, τοῦ, ϲημαίνοντοϲ τὸ ὑπάρχω, τὸ τρίτον τῶν ἑνικῶν ὀφείλει γενέϲθαι εἰϲίν ἵνα δὲ μὴ ϲυνεμπέϲῃ τῷ τρίτῳ τῶν πληθυντικῶν, λέγω δὲ τῷ εἰϲὶν ἐκεῖνοι, καὶ κατὰ τὴν γραφὴν καὶ κατὰ τὸν τόνον, τούτου χάριν ἐπιλέλοιπε. τούτων οὕτωϲ ἐχόντων, καὶ ἀπὸ τῆϲ ἐϲμί τροπῇ τοῦ μ εἰϲ ϲ ὤφειλε γενέϲθαι τὸ τρίτον τῶν ἑνικῶν ἐϲϲί, ἀλλ’ ἐπειδὴ προελήφθη ἡ φωνὴ ἐπὶ τοῦ ἰδίου δευτέρου προϲώπου, καὶ γὰρ τὸ δεύτερον πρόϲωπον ἐϲϲί, τούτου χάριν τροπὴ Δωρικὴ παρηκολούθηϲε τοῦ ϲ εἰϲ τὸ τ, καὶ ἐγένετο ἐϲτί, ὥϲπερ ϲύ τύ, εἴκοϲι εἴκοτι. δεῖ δὲ γινώϲκειν ὅτι οὐκ ἔϲτιν αὕτη ἡ τροπὴ ἡ ἐν τῷ ἐϲτί κυρίωϲ Δωρικὴ· οἱ γὰρ Δωριεῖϲ τὸ τρίτον πρόϲωπον τῶν ἑνικῶν εἰϲ τι ποιοῦϲι, μὴ προηγουμένου ϲυμφώνου οἶον φηϲί φατί, δίδωϲι δίδωτι· εἰ οὖν ἐν τῷ ἐϲϲί προηγεῖται ϲύμφωνον, οὐκ ἐτράπη τοῦτο Δωρικῶϲ τὸ ϲ εἰϲ τὸ τ, ἀλλὰ κατᾶ μίμηϲιν Δωρικήν· τὸ δὲ τρίτον τῶν πληθυντικῶν εἰϲ τι ποιοῦϲιν οἱ Δωριεῖϲ προηγουμένου ϲυμφώνου τοῦ ν οἷον δίδοντι, φάντι. ὅτι δὲ δυνάμει ἐν τῷ ἐϲτί ὑπάρχει τὸ ϲ, δηλοῖ τὸ ν προϲερχόμενον αὐτῷ οἷον ἐϲτίν, ὅτε γάρ ἐϲτι τὸ ϲ πρὸ τοῦ ῑ ἢ δυνάμει ἢ ἐνεργείᾳ, τότε τοῦ ν ἐφελκυϲτικὸν γίνεται τὸ ῑ οὕτωϲ οὖν καὶ ἐϲτί ἐνταῦθα γὰρ δυνάμει τὸ ϲ ἐϲτί πολλάκιϲ δὲ καὶ τοῦ φ προηγουμένου γίνεται τὸ ῑ ἐφελκυϲτικὸν τοῦ ν οἷον ναῦφιν, «ναῦφιν ἀμυνόμενοι» (N 700).

Ἄξιον δέ ἐϲτι ζητῆϲαι τοῦτο, πάντων τῶν δευτέρων προϲώπων τῶν εἰϲ ϲ ληγόντων ἀποβαλλόντων τὸ ϲ καὶ ποιούντων τὸ τρίτον πρόϲωπον οἷον τύπτειϲ τύπτει, ἐτύφθηϲ ἐτύφθη (περὶ γὰρ τοῦ παρακειμένου καὶ τοῦ ἀορίϲτου α ἐμάθομεν, ὅτι καὶ τροπὴ παρηκολούθηϲε τοῦ α εἰϲ ε διὰ τὴν ὁμοφωνίαν τὴν πρὸϲ τὸ πρῶτον πρόϲωπον), διὰ τί μόνα τὰ εἰϲ μι κατὰ τὸν ἐνεϲτῶτα οὐκ ἀποβάλλει τὸ ϲ ἐν τῷ τρίτῳ προϲώπῳ, ἀλλὰ τοὐναντίον καὶ τὸ ῑ προϲλαμβάνει. καὶ ἔϲτιν εἰπεῖν, ὅτι ἀναλογώτεροί εἰϲιν οἱ Αἰολεῖϲ, ἀποβολῇ τοῦ ϲ τὰ τρίτα ἐπὶ τούτων ποιοῦντεϲ οἷον τίθηϲι τίθηϲ τίθη, ζεύγνυμι ζεύγνυϲ ζεύγνυ, δίδωμι δίδωϲ δίδω.

ἰϲτέον ὅτι τὰ εἰϲ μι ὁριϲτικ τροπῇ τῆϲ μι εἰϲ μεν ποιεῖ τὸ πρῶτον πρόϲωπον τῶν πληθυντικῶν, μετὰ τοῦ ϲυϲτέλλειν τὴν παραλήγουϲαν εἰϲ τὴν παραλήγουϲαν τὴν ἐν τέλει τοῦ πρωτοτύπου· καὶ ἡ μὲν πρώτη ϲυζυγία εἰϲ τὸ ε ϲυϲτέλλει τὴν παραλήγουϲαν οἷον τίθημι τίθεμεν, ἵημι ἵεμεν καὶ ἀφίεμεν, ἐπειδὴ ἡ ἐντέλεια τοῦ πρωτοτύπου ἔχει τὸ οἷον τιθέω, ἱέω· ἡ δὲ δευτέρα εἰϲ τὸ α ϲυνεϲταλμένον ϲυϲτέλλει τὴν παραλήγουϲαν οἶον ἵϲτημι ἵϲταμεν, [*](1. 3 λέγειν ante λέγει inserui, ita ut ὁ αὐτόϲ non ad Apollonium referendum sit, sed ad Herodianum , qui Apollonii sententiam attulerat eique suam etiam ex Il. Pr Z 336 notam opposuerat; sed nomen Herodiani in praecedentibus sive Choerobosci neglegentia, qui Herodianum in mente habens eius nomen ponere oblitus est, sive librarii intercidit. Sed licet ὁ αὐτόϲ ad Apollonium pertineat, non dubito, quin idem senserit Herodianus. l. 11 de ἐϲτί cf. Mon. 23, 29.)

833
κίχρημι κίχραμεν, φημί φαμέν, ἐπειδὴ καὶ ἡ ἐντέλεια τοῦ πρωτοτύπου τὸ ϲυνεϲταλμένον ἔχει οἷον ἱϲτάω, κιχράω, φάω· ἡ δὲ τρίτη εἰϲ τὸ o ϲυϲτέλλει τὴν παραλήγουϲαν οἷον δίδωμι δίδομεν, ἐπειδὴ ἡ ἐντέλεια τοῦ πρωτοτύπου τὸ ο ἔχει οἷον διδόω ἡ δὲ τετάρτη τὸ δίχρονον ϲυϲτέλλει οἶον ζεύγνυμι ζεύγνυμεν, ἐπειδὴ καὶ τὸ πρωτότυπον ϲυνεϲταλμένῳ τῷ υ παραλήγεται οἷον ζευγνύω. τούτων οὕτωϲ ἐχόντων, καὶ ἀπὸ τοῦ εἰμί τοῦ ϲημαίνοντοϲ τὸ ὑπάρχω γίνεται τὸ πρῶτον πρόϲωπον τῶν πληθυντικῶν ἐμέν, ἐπειδὴ τὸ πρωτότυπον τῷ ε παραλήγεται, ἔω γάρ, ὅπερ ἐμέν κατὰ πλεοναϲμὸν τοῦ ϲ γίνεται ἐϲμέν· δύναται δὲ τὸ ἐϲμέν ἀπὸ τοῦ ἐϲμί εἶναι. τοῦ δὲ εἰμι τοῦ ϲημαίνοντοϲ τὸ πορεύομαι τὸ πρῶτον πρόϲωπον τῶν πληθυντικῶν ἴμεν ἐϲτὶ διᾶ ϲυνεϲταλμένου τοῦ ι, περὶ οὖ ἐν τοῖϲ προλαβοῦϲιν ἐμάθομεν, ὅτι τοῦτο ἐν μὲν τοῖϲ ἑνικοῖϲ διὰ τῆϲ ει διφθόγγου γράφεται ἀπὸ τοῦ εἴω, τοῦ διὰ τῆϲ ει διφθόγγου γραφομένου καὶ ϲημαίνοντοϲ τὸ πορεύομαι, ἐν δὲ τοῖϲ δυικοῖϲ καὶ πληθυντικοῖϲ διὰ ϲυνεϲταλμένου τοῦ ι, ἀπὸ τοῦ ἴω τοῦ διὰ τοῦ ι γραφομένου καὶ ϲημαίνοντοϲ τὸ πορεύομαι. πρόϲκειται ἐν τῷ κανόνι «ὁριϲτικὰ» οἶον «τὰ εἰϲ μι ὁριϲτικὰ τροπῇ τῆϲ μι εἰϲ μεν ποιεῖ τὸ πρῶτον πρόϲωπον τῶν πληθυντικῶν μετὰ τοῦ ϲυϲτέλλειν τὴν παραλήγουϲαν» διὰ τὰ εἰϲ μι εὐκτικά· ταῦτα γὰρ τροπῇ τῆϲ μι εἰϲ μεν ποιεῖ τὸ πρῶτον πρόϲωπον τῶν πληθυντικῶν, οὐ ϲυϲτέλλει δὲ τὴν παραλήγουϲαν οἶον τύπτοιμι τύπτοιμεν.