Περὶ τῶν εἰς μι

Aelius Herodianus

Aelius Herodianus, Περὶ τῶν εἰς μι, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

ϲημείωϲαι ὅτι τὸ ἐϲϲί ϲχηματίζεται ὁ Τρύφων καὶ ὁ τούτου μαθητὴϲ Ἀπολλώνιοϲ καὶ ὁ τοῦ Ἀπολλωνίου υἱὸϲ ὁ Ἡρωδιανὸϲ ἀπὸ τοῦ ἐϲμί.

ἰϲτέον ὅτι τὰ εἰϲ μι λήγοντα τροπῇ τῆϲ μι εἰϲ ϲ τὰ δεύτερα πρόϲωπα ποιεῖ οἷον τίθημι τίθηϲ, ἵημι ἵηϲ, κίχρημι κίχρηϲ, δίδωμι δίδωϲ, ζεύγνυμι ζεύγνυϲ, ὄμνυμι ὄμνυϲ, δείκνυμι δείκνυϲ, εἰμί εἴϲ ὀξυτόνωϲ οἷον

  • αἵματόϲ εἰϲ ἀγαθοῖο, φίλον τέκοϲ (δ 611),
  • εἶμι εἶϲ περιϲπωμένωϲ, ὡϲ παρ’ Ἡϲιόδῳ (Op.206)
  • τῇδ’ εἶϲ ᾗ ϲ’ ἂν ἐγώ περ ἄγω καὶ ἀοιδὸν ἐοῦϲαν.
  • καὶ ἀπὸ τοῦ φημί δὲ τὸ β΄ πρόϲωπον φήϲ ὤφειλεν εἶναι χωρὶϲ τοῦ ι, [*](origo Herodianea non dubia sit cf. Lehrs Herodian. p. 78. l.6 de ἔδυν cf. E. M. 290, 1. ἐκχύμενοι scripsi pro ἐκχυνόμενοι, 1. 8 πέπειϲθι exhibui pro πέπειθι cf. Hermann. ad Aeschyl. Eum. 589 et Βuttm. II 24. κέκραχθι pro κέχραθι scr., verbis καὶ ἄλλα πολλὰ intelleguntur κέκλυθι ἄνωχθι τέθναθι δείδιθι (E. M. 260 25). —ln cod. sunt: ἀπὸ μέντοι περιϲπωμένων οὐχ εὕρομεν χρῆϲιν αὐτῶν· ἑαυτοῖϲ δὲ φωνὰϲ περιτιθέντεϲ τὸ νενοηθέν, emendavi ex Herodiani sententia, qul perfecti et plusquamperfecti imperativum in θι exire existimavit, in ε finiri negat cf. περὶ ῥημάτων fr. 37. l. 11 Αhrensii emendationem πάθοϲ pro ἔθοϲ non necessariam arbitror, caeterum idem pro κέκλυϲε et κεκλύκω scribendum esse κέκλυκε et κεκλύκω vidit do dial. Dor. p. 328. Ex hoc loco fluxerunt E. M. 253 οἷον δέδοικα δεδοίκω ὡϲ ὄλωλα ὀλώλω, Ζon. 186, ubi βέβρωθα βεβρώθω pro ὄλωλα ponitur; Epim. cod. Coisl. 387 in An. Par.IΙΙ 295,1 μεταβάλλει τὸ τέλοϲ Ϲικελικῶϲ (sc. μέμονα μενοινῶ) ὡϲ τὸ λήθω λέληθα καὶ Ἰακῶϲ λέλαθα· τὸν οὖν λέλαθα παρακείμενον οὑτοι λελάθω λέγουϲιν ὡϲ τὸ πεποίηκα πεποιήκω, ἀφ’ οὗ καὶ «ἐκλέλαθον κιθαριϲτύν» (Β 600) καὶ ἀπὸ τοῦ βρωθῶ βέβρωθα μεταβόλλοντεϲ λέγουϲι βεβρώθω «ὠμὸν βεβρώθοιϲ Πρίαμον » (Δ 35); Ep. Cr. I 374, 23 ταῦτα ϲυνεχῶϲ Ϲυρακουϲίοιϲ, ἀλλὰ καὶ παρ’ ἡμῖν ἕϲτηκα καὶ ἑϲτήκω, ὁ μέλλων ἑϲτήξω «ἑϲτήξειν δὲ τὸ τεῖχοϲ ἐπ’ ἀρχαίοιϲι θεμέθλοιϲ» (Callim.hymn.in Apoll. 15)καὶ ἀπὸ τοῦ ἐγρήγορα ἐγρηγορῶ. περὶ μον. 43, 33 δειδίω non a δίω duphlicatum, sed ex δείδια transformatum dicitur; κεκλήγω, πεπλήγω affert Arcad. 151,1.Il.Pr.Μ 125.) [*](1. 22 de εἰϲ cf. Mon. 44, 23, de ἐϲϲί Mon. 44, 16 accuratissime forma ἐϲϲί explicatur in An. Paris. III 338, 37.)
    831
    τροπῇ τῆϲ μι εἰϲ ϲ, ἀλλ’ ἡ παράδοϲιϲ καὶ ὁ Ἡρωδιαν ὸϲ ϲὺν τῷ ι οἶδεν αὐτὸ γεγραμμένον οἷον φῄϲ.

    δεῖ δὲ ζητῆϲαι, πόθεν ἐγένετο τὸ εἶ. ἔνιοι λέγουϲιν, ὅτι ἐκ τοῦ εἴϲ κατὰ ἀποβολὴν τοῦ ϲ ἐγένετο εἶ· πρὸϲ οὓϲ λέγει  ὁ Ἀπολλώνιοϲ, ὅτι πρῶτον μέν, εἰ ἐγένετο ἐκ τοῦ εἰϲ κατὰ ἀποβολὴν τοῦ ϲ, ὤφειλε τρίτον πρόϲωπον εἶναι τὸ εἶ τὰ γὰρ β πρόϲωπα ἀποβάλλοντα τὸ ϲ τρίτα γίνεται· πῶϲ οὖν τὸ εἴϲ ἀποβάλλον τὸ ϲ καὶ γινόμενον εἶ δεύτερον ἔμεινεν: δεύτερον, εἰ ἐγένετο τὸ εἶ ἐκ τοῦ εἴϲ, ὤφειλε φυλάξαι τὸν αὐτὸν τόνον, τουτέϲτιν ὁμοίωϲ τῷ εἴϲ· τὰ γὰρ ἀποβάλλοντα τὸ ϲ ἐὰν φυλάξῃ τὸ αὐτὸ ϲημαινόμενον, τὸν αὐτὸν τόνον φυλάττει οἷον πολλάκιϲ πολλάκι, μέχριϲ μέχρι· δεῖ προϲθεῖναι, εἰ μὴ χαρακτὴρ κωλύϲῃ, διὰ τὸ χωρίϲ χῶρι· τὸ γὰρ χῶρι βαρύνεται πρὸϲ τὸν χαρακτῆρα τοῦ νόϲφι, αὖθι, ἶφι, ἦχι. πρόϲκειται «ἐὰν φυλάξῃ τὸ αὐτὸ ϲημαινόμενον, φυλάττει καὶ τὸν αὐτὸν τόνον» διὰ τὸ ἄντικρυϲ ἀντικρύ· ἐνταῦθα, ἐπειδὴ οὐκ ἐφυλάχθη τὸ αὐτὸ ϲημαινόμενον (τὸ μὲν γὰρ ἄντικρυϲ τὸ φανερῶϲ ϲημαίνει, τὸ δὲ ἀντικρύ τὸ ἐξ ἐναντίαϲ), τούτου χάριν οὕτε ὁ αὐτὸϲ τόνοϲ ἐφυλάχθη· καὶ πάλιν βαϲιλεύϲ βαϲιλεῦ· ἰδοὺ γὰρ οὔτε ἐνταῦθα ἐφυλάχθη ὁ αὐτὸϲ τόνοϲ (τὸ μὲν γὰρ βαϲιλεύϲ ὀξύνεται, τὸ δὲ βαϲιλεῦ περιϲπᾶται), ἀλλ’ οὐκ ἐφυλάχθη τὸ αὐτὸ ϲημαινόμενον· τὸ μὲν γὰρ εὐθείαϲ ἐϲτί, τὸ δὲ κλητικῆϲ. ἀλλ’ οὐκ ἀντιϲτρέφοντοϲ τοῦ λόγου· οὐδὲ γὰρ ἐὰν τοῦ ϲημαινομένου γένηται ἐναλλαγὴ μετὰ τὴν ἀποβολὴν τοῦ ϲ πάντωϲ καὶ ὁ τόνοϲ ἐναλλάϲϲεται· ἰδοὺ γὰρ λέγειϲ λέγει, ὁ Χρύϲηϲ τῷ Χρύϲῃ, ὁ Φιλητᾶϲ τοῦ Φιλητᾶ ἰδοὺ ταῦτα μὲ φυλάξαντα τὸ αὐτὸ ϲημαινόμενον (τὸ μὲν γὰρ δευτέρου προϲώπου ἐϲτί, τὸ δὲ τρίτου, καὶ τὰ μὲν εὐθείαϲ, τὰ δὲ γενικῆϲ καὶ δοτικῆϲ), ὅμωϲ τὸν αὐτὸν τόνον ἐφύλαξε· τοῦτο οὖν τὸ εἶ φυλάξαν τὸ ϲημαινόμενον τοῦ εἴϲ, ἀμφότερα γὰρ τὸ ὑπάρχειϲ δηλοῖ καὶ ἀμφότερα δευτέρου προϲώπου ἐϲτὶ καὶ μὴ φυλάξαν τὸν αὐτὸν τόνον· τὸ μὲν γὰρ εἶ περιϲπᾶται, τὸ δὲ εἰϲ ὀξύνεται· δηλονότι οὐ γέγονεν ἀπὸ τοῦ εἴϲ κατὰ ἀποβολὴν τοῦ ϲ. ϲχηματίζει οὖν ὁ Ἀπολλώνιοϲ τὸ εἶ τοῦτον τὸν τρόπον ἔϲτιν ἔω τὸ ϲημαῖνον τὸ ὑπάρχω· ἐκ τούτου γίνεται παθητικὸν ἢ μέϲον ἔομαι. ἐκ τούτου λοιπὸν τοῦ ἔομαι τὸ δεύτερον πρόϲωπον γίνεται κοινῶϲ μὲν ἔῃ διὰ τοῦ η καὶ ι, ὥϲπερ βούλῃ, Ἀττικῶϲ δὲ ἔει, διὰ τῆϲ ει διφθόγγου, ὥϲπερ βούλει, ὡϲ παρὰ Μενάνδρῳ (frg. com. ed. Meinek. IV 457)

  • βούλει τι, Κνήμων; εἰπέ μοι,
  • καὶ λοιπὸν τοῦτο τὸ ἔει τὸ Ἀττικὸν τὸ διὰ τῆϲ ει διφθόγγου γίνεται κατὰ κρᾶϲιν τοῦ ε καὶ τῆϲ ει διφθόγγου εἰϲ τὴν ει δίφθογγον εἶ, ὥϲπερ ποιέειϲ ποιεῖϲ, καὶ εὐλόγωϲ περιϲπᾶται, ἐπειδὴ καὶ ἡ ὀξεῖα καὶ ἡ βαρεῖα [*](1. 1 καὶ ὁ Ἡρωδιανὸϲ huc retuli ex p. 857, 19, ubi eadem leguntur; cf. περὶ ὀρθογραφίαϲ fr. 49. l. 4 in Choer. p. 852, 33 post τὸ εἶ nonnulla deesse mihi videntur ἔνιοι λέγουϲιν, ὅτι ἐκ τοῦ εἰϲ inserui.)
    832
    εἰϲ περιϲπωμένην ϲυνέρχονται οἷον ποιέειϲ ποιεῖϲ, πάιϲ παῖϲ, Πηλέϊ Πηλεῖ, Ἡρακλέα Ἡρακλῆ. εἶτα μετὰ τὸ οὕτω ϲχηματίϲαι τὸν Ἀπολλώνιον λέγειν, λέγει πάλιν ὁ αὐτόϲ, ὅτι ἄμεινον λέγειν τὴν φωνὴν παρεφθάρθαι, τουτέϲτι παράλογον, ἢ μείζονι ἐγκλήματι περιπεϲεῖν, φημὶ δὴ τὸ λέγειν ὅτι ἀπὸ τοῦ ἔω τὸ ὑπάρχω γίνεται τὸ παθητικὸν ἔομαι· οὐδέποτε γάρ, φηϲί, τὰ ὑπαρκτικὰ εἰϲ πάθοϲ λαμβάνεται, ἤγουν οὐκ ἔχει παθητικόν· οὐδὲ γὰρ τὸ ὑπάρχω γίνεται ὑπάρχομαι· πῶϲ γὰρ δύναται ἔχειν τὰ παθητικά, ὅπου οὕτε ἐνέργειαν ϲημαίνει, τὸ γὰρ ζῶ, πλουτῶ, ὑπάρχω, οὐδέτερα καλοῦϲι διὰ τὸ μήτε ἐνέργειαν ϲημαίνειν μήτε πάθοϲ.