Περὶ ὀνομάτων

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀνομάτων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

1.

Choer. 7, 10: οἱ περὶ Ἀπολλώνιον καὶ Ἡρωδιανὸν καὶ Ῥωμανὸν τὰ εἴδη προτάϲϲουϲι τῶν γενῶν οἷον εἴδη γένη, ἐπειδὴ ὅπου εἶδοϲ, οὐ πάντωϲ καὶ γένοϲ ἐϲτίν. ἰδοὺ γοῦν ἐν τοῖϲ ὀνόμαϲίν ἐϲτι γένη, ἀρϲενικὸν θηλυκὸν οὐδέτερον, ἀλλὰ καὶ εἴδη πρωτότυπον καὶ παραγωγὸν οἷον ἀνήρ ἀνδρεῖοϲ. ὅπου δὲ εἶδοϲ, οὐ πάντωϲ καὶ γένοϲ ἐϲτίν. ἰδοὺ γὰρ ἐν τοῖϲ ῥήμαϲίν ἐϲτιν εἴδη, πρωτότυπον καὶ παραγωγὸν ἄρδω ἀρδεύω καὶ οὐκ ἔϲτι γένη. οὐδὲ γὰρ ἔχει τὸ ῥῆμα ἀρϲενικὸν θηλυκὸν καὶ οὐδέτερον. πάλιν ἐν τοῖϲ ἐπιρρήμαϲίν ἐϲτιν εἴδη, πρωτότυπον καὶ παραγωγὸν οἷον ἐγγύϲ ἐγγύθεν καὶ οὐκ ἔϲτι γένη. οὐδὲ γὰρ ἔχει τὰ ἐπιρρήματα ἀρϲενικὸν θηλυκὸν οὐδέτερον. Ἐπειδὴ οὖν ὅπου μὲν εἶδοϲ οὐ πάντωϲ καὶ γένοϲ ἐϲτὶ παρὰ γραμματικοῖϲ, ὅπου δὲ γένοϲ ἐκεῖ πάντωϲ καὶ εἶδοϲ, τούτου χάριν προτερεύει τὰ εἴδη τῶν γενῶν.

2. An. Ox. lV 328, 25: Φαϲὶν ὅτι προτάττεται τὸ ὄνομα, ἐπειδὴ καὶ πᾶϲαι αἱ λέξειϲ ἐπικοίνωϲ τῇ προϲηγορίᾳ ὄνομα καλοῦνται, καθό φαμεν καλοῖϲ ὀνόμαϲι χρῆϲθαι Πλάτωνα· εἰ γὰρ ὄνομά ἐϲτι τὸ ὀνοματικὸν καὶ ϲημαντικόν, ἕκαϲτον δὲ τῶν μερῶν τοῦ λόγου ϲημαντικόν ἐϲτι καὶ ϲυϲτατικόν, δῆλον ὅτι ἕκαϲτον ὄνομα ἂν κληθείη. οὕτωϲ οὖν καὶ Διόδωροϲ ὁ ἐπικληθεὶϲ Κρόνοϲ λέγεται τὸν οἰκέτην αὐτοῦ καλεῖν Ἀλλαμήν.

3. Choer. Gaisf. 16,17, Βekk. Anecd. 1181. Ὁ Ἡρωδιανὸϲ ἐν τῷ ὀνοματικῷ λέγει αὐτὸ (sc. Πράϲ Πραντόϲ ὄνομα πόλεωϲ) περιϲπᾶϲθαι καὶ διὰ τοῦ νι κλίνεϲθαι, ἐν δὲ τῇ καθόλου ὀξύνεϲθαι, ὁμοίωϲ δὲ καὶ διὰ τοῦ ν κλίνεϲθαι.

[*](1. 8 ἀνήρ ἀνδρεῖοϲ quod intellectus flagitat scripsi pro ἄρδω ἀρδεύω. l. 23 adieci Ἀλλαμήν ex Mon. 32, 10. —Herodianea frustula quamvis confusa nostro loco contineri videntur.)
613

4. Choer. 35. 10, E. M. 779, 29, Schol. A ad Il. Δ 66: ὑπερκύδανταϲ: λέγουϲί τινεϲ, ὅτι ἐν τοῖϲ Ἐπιμεριϲμοῖϲ Ἡρωδιανὸϲ λέγει, ὅτι μετοχή ἐϲτιν· κυδαίνω ἐκύδανα κυδάναϲ κυδάναντοϲ καὶ κατὰ ϲυγκοπὴν καὶ ἐν ϲυνθέϲει ὑπερκύδαντοϲ. ἐν δὲ τῷ Ὀνοματικῷ λέγει, ὅτι ὄνομά ἐϲτι. καὶ μᾶλλον δεῖ ὄνομα λέγειν ἤπερ μετοχήν. τὸ γὰρ ὀνοματικὸν αὐτοῦ ὡμολόγηται εἶναι. οἱ δὲ Ἐπιμεριϲμοὶ οὔκ εἰϲιν αὐτοῦ πάντεϲ, ἀλλὰ εἰϲὶ καὶ ψευδεπίγραφοι.

5. Ep. Cr.I 134, 2: ὁ εἷϲ καὶ τὸ θηλυκὸν ἀπέλειψε· δύο γὰρ κανόνεϲ εἰϲὶν οἱ μαχόμενοι. ὁ μὲν εἰϲ λέγει, ὅτι οἱ ἀριθμοὶ κοινοὶ θέλουϲιν εἶναι οἷον οἱ δύο καὶ αἱ δύο, οἱ τρεῖϲ καὶ αἱ τρεῖϲ. [ἢ οὕτω τὰ ἀριθμητικὰ ὀνόματα κοινά ἐϲτι τῷ γένει καὶ ὁμοφωνεῖ τὰ θηλυκὰ τοῖϲ ἀρϲενικοῖϲ οἷον οἱ πέντε καὶ αἱ πέντε, οἱ ἑπτά καὶ αἱ ἑπτά.] ὁ δὲ ἕτεροϲ λέγει ὅτι πᾶϲα γενικὴ διὰ τοῦ ντ κλινομένη τὸ τέλοϲ τῆϲ γενικῆϲ τρέπουϲα  εἰϲ α (ϲα?)καὶ τὴν παραλήγουϲαν θέϲει μακρὰν ποιοῦϲα τὸ θηλυκὸν ποιεῖ ἐπ’ ὀνομάτων οἷον χαρίειϲ χαρίεντοϲ χαρίεϲϲα, δαφνήειϲ δαφνήεντοϲ. δαφνήεϲϲα, εἰϲ ἕντοϲ ὤφειλεν εἶναι τὸ θηλυκὸν ἕϲϲα. τῶν οὖν δύο κανόνων μαχομένων, τοῦ μὲν ἑνὸϲ ἀπαιτοῦντοϲ ὁμοφωνεῖν τῷ ἀρϲενικῷ, τοῦ δὲ ἑτέρου κατὰ παραϲχηματιϲμὸν ἕϲϲα ἀπέλειψε καὶ ἐγέ νετο ὡϲ ἀπὸ τοῦ ἴοϲ ἀρϲενικοῦ, ὃ ϲημαίνει τὸν μόνον, τὸ θηλυκὸν ἴα καὶ πλεοναϲμῷ τοῦ μ μία. καὶ κλίνεται μιᾶϲ. καὶ λέγει ὁ κανῶν τὸν τόνον· τὸ γὰρ μιᾶϲ καὶ ἰᾶϲ Ἰωνικὴν ἔχει τάϲιν, ἐπειδὴ κανών ἐϲτιν ὁ λέγων· ἐπὶ τῶν εἰϲ α βραχυκαταλήκτων εἰώθαϲιν οἱ Ἴωνεϲ βαρύνειν τὰϲ λέξειϲ, ὡϲ καὶ ἡμεῖϲ οἷον ὄργυια, ἄγυια, Πλάταια, Θέϲπεια ὅταν δὲ γένηται ἡ τελευταία ϲυλλαβὴ μακρά, Ἰωνικῷ ἔθει καταβιβάζεται ὁ τόνοϲ οἷον ἀγυιά, ὀργυιά, Θεϲπειά. τοῦτο οὖν ἐϲτιν εἰρημένον τῷ τεχνικῷ· τὸ μιᾶϲ γὰρ καὶ ἰᾶϲ· ἐπειδὴ γὰρ τὸ ἴα καὶ μία ἐν τῇ γενικῇ καὶ δοτικῇ μακροκαταληκτεῖ, τούτου χάριν τῷ Ἰωνικῷ ἔθει καταβιβάζεται ὁ τόνοϲ. καὶ περιεϲπάϲθη οἷον ἰᾶϲ ἰᾷ μιᾶϲμιᾷ· ὅθεν καὶ ἡ αἰτιατική, ἐπειδὴ οὐκ ἐγένετο μακροκατάληκτοϲ, οὐ κατεβίβαϲε τὸν τόνον, ἀλλὰ παροξύνεται ὁμοίωϲ τῇ εὐθείᾳ οἷον ἴαν μίαν.

6. Eustath. 114, 1: ἐϲιγήθη ἡ προϲφυὴϲ εὐθεῖα τοῦ Διόϲ, πρόκειται δὲ τὸ Ζεύϲ ἑτερόκλιτον ἀντ’ αὐτῆϲ διὰ τὸ κοινότερον· ϲυνηθέϲτερον γὰρ ὁ Ζεύϲ ἤπερ ὁ Ζάν καὶ ὁ Ζήν καὶ ὁ Δίϲ καὶ ὁ Δάν καὶ ὅϲα ἄλλα. κεῖται παρὰ τῷ παλαιῷ τεχνικῷ.

[*](l. 12 verba uncinis inclusa epitomatoris videntur. l. 34 ef. 1387, 26 τῶν εἰϲ ευϲ ὀνομάτων ὑπὲρ μίαν ϲυλλαβὴν ὄντων μονήρηϲ μένει ὁ Ζεύϲ ὡϲ μονοϲύλλαβοϲ καί πολλαῖϲ εὐθείαιϲ παρὰ τοῖϲ παλαιοῖϲ ποικίλλεται. Δίϲ γάρ, οὗ ἡ γενικὴ Διόϲ, καὶ Ζήν καὶ Ζάν καὶ Ζάϲ καὶ Ζὴϲ παρά Φερεκύδει καὶ Βοιωτικῶϲ Δεύϲ καὶ Δάν. Mon. 6, 15.)
614

7. Ιl. Pr. Ε 9: Δάρηϲ ὡϲ Χάρηϲ. ὁμολογεῖ καὶ ἡ γενική Δάρητοϲ γὰρ ὡϲ Χάρητοϲ. εἰ γὰρ ὠξύνετο, ἡ γενικὴ ἐγένετο Δαροῦϲ ὡϲ ϲαφοῦϲ, ὅτι τὰ εἰϲ ηϲ διϲύλλαβα ὀξύτονα ἐν ἔχοντα ϲύμφωνον εἰϲ ουϲ περατοῦται κατὰ τὴν γενικὴν ϲαφοῦϲ, πρηνοῦϲ, προλοῦϲ, φραδοῦϲ « φραδέοϲ νόου ἔργα» (Ιl. 354). τοιαύτη ἄρα ἐγίνετο καὶ ἡ τοῦ προκειμένου ὀνόματοϲ κλίϲιϲ· περὶ δὲ τοῦ ψιλῆτοϲ παρ’ Αἰϲχύλῳ καὶ τοῦ «Κουρῆτεϲ τ’ἐμάχοντο» (Ιl.1529) καὶ τοῦ κριτήϲ ἐν τοῖϲ περὶ ὀνομάτων ἀποδώϲομεν τὸν λόγον.

8. Theogn.47, 32, Bekk.An.1390: τὸ Κλήμηϲ Κλήμεντοϲ καὶ Κρήϲκηϲ Κρήϲκεντοϲ, Οὐάληϲ Οὐάλεντοϲ, Μλάνηϲ Μάνεντοϲ, διὰ τοῦ εντοϲ κλινόμενα καὶ τὰϲ εὐθείαϲ ἔχοντα διὰ τοῦ η, οὐ τῆϲ κοινῆϲ, ἀλλὰ τῆϲ Ϲικελικῆϲ ἀρχαιότητοϲ ἴδιον, ὥϲ φηϲιν Ἡρωδιανὸϲ ἐν τῶ ὀνοματικῷ. ματικῷ.

9. Choerob. 454, 32: Περὶ τοῦ κίϲ κιόϲ καὶ λίϲ λιόϲ — αὐτὸϲ (sc. Ἡρωδιανὸϲ) ἐν ἑτέροιϲ ἐϲημειώϲατο λέγων ἡμαρτημένα εἶναι εἴτε κατὰ τόνον εἴτε κατὰ κλίϲιν. ἢ γάρ, φηϲίν, ὀξύτονα ὄντα ὤφειλε διὰ ϲυμφώνου κλίνεϲθαι, εἴτε διὰ καθαροῦ τοῦ οϲ κλινόμενα οὐκ ὤφειλε ὀξυτονεῖϲθαι κατὰ τὴν εὐθεῖαν. τὰ γὰρ εἰϲ ιϲ ὀξύτονα οὐδέποτε διὰ καθαροῦ τοῦ οϲ κλίνεται, ἀϲπίϲ ἀϲπίδοϲ, βολίϲ βολίδοϲ, κρηπίϲ κρηπῖδοϲ, κνημίϲ κνημῖδοϲ, βαϲιλίϲ βαϲιλίδοϲ. καὶ κέχρηται τοιούτῳ παραδείγματι, .ὅτι, ὥϲπερ Πάριϲ Πάριδοϲ καὶ Θέτιϲ Θέτιδοϲ καὶ μῆνιϲ μήνιδοϲ, ἐπειδὴ βαρύτονά ἐϲτι κατὰ τὴν εὐθεῖαν, γίνεται παρὰ τοῖϲ Ἴωϲι διὰ καθαροῦ τοῦ οϲ κατὰ τὴν γενικὴν οἷον Πάριοϲ Θέτιοϲ μήνιοϲ. (ἴδιον γάρ ἐϲτι τῶν εἰϲ ιϲ βαρυτόνων τὸ διὰ καθαροῦ τοῦ οϲ κλίνεϲθαι οἷον ὄφιϲ ὄφιοϲ, μάντιϲ μάντιοϲ, πόλιϲ πόλιοϲ), τὰ μέντοι εἰϲ ιϲ ὀξύτονα οἷον κρηπίϲ κρηπῖδοϲ, ἀϲπίϲ ἀϲπίδοϲ, ῥανίϲ ῥανίδοϲ, οὐ γίνεται παρὰ τοῖϲ Ἴωϲι διὰ καθαροῦ τοῦ οϲ (τοῦτο γὰρ ἀλλότριόν ἐϲτι τῶν εἰϲ ιϲ ὀξυτόνων, λέγω δὲ τὸ ἔχειν γενικὴν διὰ καθαροῦ τοῦ οϲ ἐκφερομένην)· οὕτω καὶ τὸ κίϲ καὶ τὸ λίϲ ὀξυνόμενα καὶ εἰϲ ιϲ λήγοντα οὐκ ὤφειλεν ἔχειν τὴν γενικὴν διὰ καθαροῦ τοῦ οϲ ἢ ἔχοντα τὴν γενικὴν διὰ καθαροῦ τοῦ οϲ οὐκ ὤφειλεν ὀξύνεϲθαι κατὰ τὴν εὐθεῖαν, ἀλλὰ δηλονότι περιϲπᾶϲθαι.

10. Ιl. Pr. ε 266 υἷοϲ: προπεριϲπαϲτέον· ἀπὸ γὰρ εὐθείαϲ ἐϲτὶ μὴ εἰρημένηϲ τῆϲ υἷιϲ, ἧϲ γενικὴ ὤφειλεν εἶναι τριϲύλλαβοϲ ὡϲ μάντιοϲ. αὕτη τοίνυν ϲυναλοιφὴν παθοῦϲα καὶ διϲύλλαβοϲ γενομένη βαρύνεται, ἧϲ ἀκόλουθοϲ δοτική «Νηληΐῳ υἷι ἐοικώϲ» (Ιl. B 20) καὶ αἰτιατική «ἀλλ’ [*](l. 17 conf. Catholicam (p. 427, 27) de genetivo pluralis, ubi Herodianus canonem a quibusdam propositum improbaverat. Choeroboscus illum canonem defendit monens ipsum Herodianum pronunciavisse ἐν ἑτέροιϲ, quibus verbis hunc περὶ ὀνομάτων librum signiicari mxime probabile est, κίϲ et λίϲ aut in accentu aut in declinatu a legitima via aberrasse.)

615
υἷα Κλυτίοιο ϲαώϲομεν » (Ιl. 0 147) καὶ πληθυντικὴ εὐθεῖα «υἷεϲ ὁ μὲν Κτεάτου (Ιl.Β 621) καὶ αἰτιατική «υἷάϲ τ’ ὀλλυμένουϲ» (Ιl. X 62). ἀποδείξομεν δὲ καὶ τὸ «υἱάϲι δὲ Πριάμοιο » (463) παρὰ τοῦτο κεκλίϲθαι ἐν τοῖϲ περὶ ὀνομάτων, ὅταν καὶ περὶ τῆϲ καθολικῆϲ κινήϲεωϲ τοῦ ὀνόματοϲ διαλαμβάνωμεν.

11. Ιl. Pr. 318: ἐν τρίτῳ τῶν ὀνοματικῶν περὶ τῆϲ ἐκτάϲεωϲ αὐτῶν (sc. τοῦ εὐκλήϊϲ εὐκνήμιϲ) ταῦτά φηϲιν· ἄλλωϲ τε εἰ ἐπιζητοῦϲιν ἐκτεταμένον τὸ ι, ἔχουϲι ἐν τῷ εὐκνήμιϲ, μελαμψήφιϲ· καὶ εἰ τοῦτο, φηϲί, δῆλον ὅτι παροξύνεται.

12. Choer.246, 19: ἀπὸ τοῦ ἀδελφιδεόϲ καὶ θυγατριδεόϲ γέγονε τὸ ἀδελφιδοῦϲ κατὰ κρᾶϲιν καὶ θυγατριδοῦϲ. οὐδὲ γὰρ δυνάμεθα λέγειν, ὅτι τοὐναντίον ἀπὸ τοῦ ἀδελφιδοῦϲ καὶ θυγατριδοῦϲ γέγονε τὸ ἀδελφιδεόϲ καὶ θυγατριδεόϲ κατὰ διάλυϲιν τῆϲ ου διφθόγγου εἰϲ τὸ ο καὶ ε, ἐπειδή, ὥϲ φηϲιν Ἡρωδιανόϲ, οὐδέποτε εὐθεῖα διαλέλυται. τὸ γὰρ εἷϲ ἕειϲ κατὰ πλεοναϲμὸν ἔχει τὸ ε, οὐ μὴν διελύθη.

13. Choer. Gaisf.232,22, Βekk.Anecd.1195: Ἰϲτέον ὅτι πάντα τὰ εἰϲ υϲ περιϲπώμενα ὑπὲρ μίαν ϲυλλαβὴν ὄντα ὑποκοριϲτικά ἐϲτιν οἷον ὁ Καμμῦϲ, ὁ Κλαυϲῦϲ, ὁ Διονῦϲ, ὁ Λαρδῦϲ χωρὶϲ τῶν τριῶν τούτων, φημὶ δὲ τοῦ ὀϲφῦϲ, ὀφρῦϲ, ἰχθῦϲ, τὸ γὰρ ἰξύϲ, εἰ καὶ παρατέθειται ὁ Ἡρωδιανὸϲ ἐν τῷ Ὀνοματικῷ ὡϲ περιϲπώμενον, ἀλλ’ οὖν οὐ περιϲπᾶται, ἀλλ’ ὀξύνεται, ὥϲ φηϲιν ἐν τῇ καθόλου.

14. Schol. ad Aristoph. Ran. 926: ἄγνωτα τοῖϲ θεωμένοιϲ: ἀπὸ τοῦ ἄγνωτοϲ. οὐ γὰρ παραϲχηματίζεται ἀπὸ τοῦ ἀγνώϲ εἰϲ οὐδέτερον γένοϲ, ὥϲ φηϲιν Ἡρωδιανόϲ.

15. Eustath. 1807, 16 ἐν τοῖϲ ὀνοματικοῖϲ τοῦ Ἡρωδιανοῦ φέρεται ὡϲ ἐκ τοῦ μάρτυϲ γίνεται κατά τινα διάλεκτον τροπῇ τοῦ ϲ εἰϲ p μάρτυρ, οὗ ἡ γενικὴ ἀναδραμοῦϲα εἰϲ εὐθεῖαν κινεῖ τὸν μάρτυρον.

Εustath. 114, 15: Ἡρωδιανὸϲ εἰπών, ὅτι καὶ μάρτυροι καὶ μάρτυρεϲ ἑκατέρωϲ, ἐπάγει, ὅτι τέτριπται τὸ μάρτυρεϲ ἀπὸ τῆϲ μάρτυϲ εὐθείαϲ, ἣν ἡ Αἰολέων διάλεκτοϲ διὰ τοῦ ρ προφέρει· ἐκεῖνοι γάρ, φηϲί, τὸ ϲ εἰϲ ρ μεταβάλλουϲι τὸ οὗτοϲ οὗτορ λέγοντεϲ καὶ τὸ ἵπποϲ ἵππορ· οὕτωϲ οὖν, φηϲί, καὶ μάρτυϲ μάρτυρ, ἀφ’ ἧϲ ἐκπίπτει πληθυντικὸν οἱ μάρτυρεϲ παρά τε τοῖϲ κωμικοῖϲ καὶ Ἱππώνακτι οἱ δέ γε μάρτυροι ἀπὸ τοῦ μάρτυροϲ εὐθείαϲ οἷον «Ζεὺϲ δ’ ἄμμ’ ἐπιμάρτυροϲ ἔϲτω» (Ιl. H   76).

[*](l. cf. Catholicam p. 238, 14.)
616

16. Choer. 350, 25: τὸ ἀναδενδράϲ ὁ Ἡρωδιανὸϲ ὑπολαμβάνει μόνωϲ ϲυϲτέλλειν τὸ α καὶ ὀξύνεϲθαι.

17. Eustath. 700, 56: τὸ κρανίον τῆϲ κεφαλικῆϲ πολυωνυμίαϲ τμῆμά ἐϲτιν, ἧϲ καὶ αἱ κατ’ εὐθεῖαν προφοραὶ καὶ τὸ κεῖθεν δὲ κλίμα κατὰ Ἡρωδιανὸν εἰπεῖν διαφόρωϲ ἔχουϲιν — κάρα θηλυκῶϲ τε καὶ οὐδετέρωϲ. ἔτι κοινῶϲ καὶ κράϲ κρατόϲ ἡ κεφαλή, καὶ μὴν καὶ κράαϲ, ὅθεν τὸ «ϲῷ κράατι τίϲειϲ» (χ 218). ἡ δ’ αὐτὴ καὶ κάρηαϲ καρήατοϲ, τὸ δὲ αὐτὸ καὶ κάρηνον καὶ ἀποκοπῇ κάρη ἄκλιτον κατὰ τὸ κρῖ καὶ τὸ δῶ. παρὰ δὲ Ϲοφοκλεῖ (Philoct. 1207) κρᾶτα εὕρηται καινότερον.

Sequuntur, quae apud Choeroboscum ex libro περὶ ὀνομάτων petita videntur, composita cum praeceptis, quae ab aliis epitomatoribus et in reliquis scriptis Herodiani servata sunt.

Choer. 93, 12: τὰ εἰϲ αϲ βαρύτονα ἀρϲενικὰ μακρὸν ἔχει τὸ α, οἶον Θόαϲ, Δρύαϲ, Αἴαϲ, Κάλχαϲ, γίγαϲ, κοχλίαϲ, Αἰνείαϲ, Ἑρμείαϲ, Παπίαϲ. πρόϲκειται « βαρύτονα» διὰ τὸ Ἀρκάϲ καὶ φυγάϲ· ταῦτα γὰρ ϲυνεϲταλμένον ἔχει τὸ α, ἀλλ’ οὐκ ἔϲτι βαρύτονα, ἀλλ’ ὀξύτονα. πρόϲκειται « ἀρϲενικὰ» διὰ τὸ κρέαϲ. τοῦτο γὰρ βαρύτονον ὂν ϲυνεϲταλμένον ἔχει τὸ α, ἀλλ’ οὐκ ἔϲτιν ἀρϲενικὸν ἀλλ’ οὐδέτερον. δεῖ προϲθεῖναι, χωρὶϲ τοῦ λᾶαϲ τοῦ προϲηγορικοῦ, ὅπερ ϲημαίνει τὸν λίθον, καὶ τοῦ μέγαϲ τοῦ ἐπιθέτου· ταῦτα γὰρ ϲυνεϲταλμένον ἔχει τὸ α. τὰ γὰρ κύρια, φημὶ δὴ τὸ Λάαϲ τὸ κύριον καὶ τὸ Μέγαϲ τὸ κύριον, καὶ ἐκτεταμένον ἔχει τὸ α καὶ ἀποβολῇ τοῦ ϲ ποιεῖ τὴν γενικήν, οἷον ὁ Λάαϲ τοῦ Λάα καὶ ὁ Μέγαϲ τοῦ Μέγα, τὸ δὲ λᾶαϲ τὸ προϲηγορικὸν καὶ τὸ μέγαϲ ἐπίθετον καὶ ϲυνεϲταλμένον ἔχει τὸ α καὶ διὰ καθαροῦ οϲ κλίνεται, οἷον ὁ λᾶαϲ τοῦ λάαοϲ, καὶ κατὰ κρᾶϲιν τῶν δύο αα εἰϲ ἓν μακρὸν τοῦ λᾶοϲ,

  • λᾶοϲ ὑπὸ ῥιπῆϲ (Μ 462).
  • καὶ πάλιν ὁ μέγαϲ τοῦ μέγαοϲ, ἡ γὰρ μεγάλου γενικὴ ἑτερόκλιτόϲ ἐϲτιν, ὡϲ ἀπὸ τῆϲ μεγάλοϲ εὐθείαϲ, ἑξῆϲ καὶ ἡ εὐθεῖα τῶν πληθυντικῶν οἱ μεγάλοι.

    [*](1. 5 in his omisi quae ab Eustathio inserta videntur. 1. 16 concinunt haec. fere cum Dichr. 283, 11, ad quem l. ef. Lehrsium et quem citat, Ahrens. de dial.)
    617

    Καὶ ἄξιόν ἐϲτι ζητῆϲαι, διὰ ποίαν αἰτίαν τὸ λᾶαϲ τὸ προϲηγορικὸν καὶ τὸ μέγαϲ τὸ ἐπίθετον ϲυνεϲταλμένον ἔχει τὸ α. καὶ περὶ μὲν τοῦ λᾶαϲ τοῦ προϲηγορικοῦ ἔϲτιν εἰπεῖν τὴν αἰτίαν ταύτην τὰ εἰϲ αϲ καθαρὸν ὀνόματα διϲύλλαβα ἀρϲενικὰ οὐδέποτέ ἐϲτι προϲηγορικά, ἀλλ’ ἢ κύρια, ὡϲ τὸ Δρύαϲ, Θόαϲ, Αἴαϲ, ἢ ἐθνικά, ὡϲ τὸ Ὕαϲ Ὕαντοϲ (Ὕαντεϲ δὲ λέγονται οἱ κατοικοῦντεϲ τὴν Βοιωτίαν) ἢ ἐπίθετον , ὡϲ τὸ Εὔαϲ Εὔαντοϲ (τὸ δὲ Εὔαϲ ἐπίθετόν ἐϲτι τοῦ Διονύϲου). ἐπεὶ οὖν τὸ λᾶαϲ προϲηγορικόν ἐϲτι, τὸν γὰρ λίθον ϲημαίνει, εἰκότωϲ ὡϲ διήλλαξε περὶ τὸ ϲημαινόμενον, διήλλαξε καὶ περὶ τὸν χρόνον. πρόϲκειται ἐν τῷ κανόνι «καθαρὸν» διὰ τὸ γίγαϲ· τοῦτο γὰρ προϲηγορικόν ἐϲτιν, ἀλλ’ οὐκ ἔϲτι καθαρόν. πρόϲκειται « διϲύλλαβα», διὰ τὸ κοχλίαϲ, καὶ τοῦτο γὰρ προϲηγορικόν ἐϲτιν, ἀλλ’ οὐκ ἔϲτι διϲύλλαβον. πρόϲκειται «ἀρϲενικὸν» διὰ τὸ κρέαϲ, καὶ τοῦτο γὰρ προϲηγορικόν ἐϲτιν, ἀλλ’ οὐκ ἔϲτιν ἀρϲενικὸν ἀλλ’ οὐδέτερον. περὶ τοῦ μέγαϲ τοῦ ἐπιθέτου ἔϲτιν εἰπεῖν τὴν αἰτίαν ταύτην, ὅτι ἐπειδὴ ἀποβολῇ τοῦ ϲ ποιεῖ τὸ οὐδέτερον, οἷον τὸ μέγα, καὶ καθόλου δὲ τὰ εἰϲ ϲ λήγοντα μετὰ διχρόνου ἀποβολῇ τοῦ ϲ τὸ οὐδέτερον ποιοῦντα ϲυνεϲταλμένον ἔχει τὸ δίχρονον, οἷον ὁ ὀξύϲ τὸ ὀξύ, ὁ ταχύϲ τὸ ταχύ, ὁ βραδύϲ τὸ βραδύ, ὁ φυγόπολιϲ τὸ φυγόπολι, ὁ λιπόπατριϲ τὸ λιπόπατρι, ὁ ἄχαριϲ τὸ ἄχαρι, ὁ τίϲ τὸ τί οὕτωϲ οὖν καὶ ὁ μέγαϲ τὸ μέγα.

    Ἰϲτέον δὲ ὅτι οὐ μόνον τὸ λᾶαϲ τὸ προϲηγορικὸν καὶ τὸ μέγαϲ τὸ ἐπίθετον ϲημειούμεθα ἔχειν τὸ α ϲυνεϲταλμένον, ἀλλὰ καὶ τὸ Αἴαϲ τὸ παρ’ Ἀλκμᾶνι ἔχομεν ϲεϲημειωμένον ὡϲ ϲυϲτέλλον τὸ α, ἐκεῖνοϲ γὰρ ϲυνέϲτειλεν αὐτὸ εἰπών

  • δουρὶ δὲ ξυϲτῷ μέμηνεν Αἶαϲ αἵματά τε μέμνων. (leg. αἱματᾷ τε
  • μίμνων.)
  • ἔϲτι δὲ τροχαικὸν τὸ μέτρον, καὶ μετρεῖται οὕτωϲ· δουρὶ δὲ ξυϲτῷ μέμηνεν |Αἶαϲ αἵμα |τά τε | μέμνων. ἐν τῇ πέμπτῃ γὰρ χώρᾳ κεῖται, ἐν ἡ οὐ τίθεται ϲπονδεῖοϲ ἐν τροχαικῷ μέτρῳ. ἔϲτι δὲ καὶ ἄλλα τινὰ Δωρικὰ ϲυϲτέλλοντα τὸ α· παρ’ Ἡϲιόδῳ (Theog. 521)
  • δῆϲαϲ ἀλυκτοπέδῃϲι Προμηθέα
  • καὶ παρὰ τῷ Ῥιανῷ «λίθοϲ μέλαϲ ».

    Choer. 97, 32: οὐκ ἔϲτι τὰ εἰϲ αϲ ὀξύτονα ὑπὲρ μίαν ϲυλλαβὴν μόνωϲ ἀρϲενικά, ἀλλ’ ἢ μόνωϲ θηλυκὰ ὡϲ ἐπὶ τοῦ ἡ τριάϲ, ἢ κοινὰ τῷ γένει ὡϲ ὁ φυγάϲ καὶ ἡ φυγάϲ, ὁ Ἀρκάϲ καὶ ἡ Ἀρκάϲ, ὑπεϲταλμένου τοῦ ἀνδριάϲ ἀνδριάντοϲ, καὶ ἱμάϲ ἱμάντοϲ, ἅτινα καὶ παραλόγωϲ ὀξύνεται. πρόϲκειται «ὑπὲρ μίαν ϲυλλαβὴν » διὰ τὸ ὁ Ζάϲ καὶ ὁ Φθάϲ, ταῦτα γὰρ ἀρϲενικὰ μόνα ἐϲτὶν ὀξύτονα, ἀλλ’ οὐκ ἔϲτιν ὑπὲρ μίαν ϲυλλαβὴν ἀλλὰ μονοϲύλλαβα.

    [*](Dor. p. 173. l. 25 corr. Meinekius ad Theocr. Id. II 4. — Multa in hae et insequentibus paginis Byxantinum doctorem produnt: velut puerilia illa l. 27—29 Herodiani non esse patet. l. 32 Ῥιανῷ pro Ἀριανῷ Bekkerus restituit et idem μέλαϲ pro μέγαϲ. De Rhiano cf. Mein. Anall. Alex. p. 203. l. 38 substitui Φθάϲ pro Πράϲ, quum in Onomatico Herodianum Πρᾶϲ perispomenos pronuntiasse sciamus cf. fr. 3.)
    618

    Choer. 98, 16: δεῖ δὲ γινώϲκειν ὅτι οἱ Αἰολεῖϲ τὸ τάλαϲ τάλαιϲ λέγουϲι καὶ τὸ μέλαϲ μέλαιϲ καὶ τὸ Θόαϲ Θόαιϲ, προϲτιθέντεϲ τὸ ι, τὸ δὲ Αἴαϲ Αἴαιϲ οὐ λέγουϲι διὰ τὴν ἐπαλληλίαν τῆϲ αι διφθόγγου· ηὑρίϲκετο γὰρ ἀλλεπάλληλοϲ ἡ αι δίφθογγοϲ, καὶ ἐκ τούτου κακόφωνοϲ ἐγένετο ἡ λέξιϲ.

    St. B. 603, 2: οὐδὲν εἰϲ ραϲ θηλυκὸν εὑρίϲκεται· τὸ δὲ Τάραϲ εὕρηται καὶ θηλυκῶϲ.

    Choer. 203, 22: τὰ εἰϲ ειϲ λήγοντα ὑπὲρ μίαν ϲυλλαβὴν ὀνόματα κοινολεκτούμενα καθαρὰν θέλει ἔχειν τὴν ει δίφθογγον, τουτέϲτι μὴ ἔχουϲαν ϲύμφωνον προηγούμενον, οἷον χαρίειϲ, ἀνεμόειϲ, ὑδατόειϲ, τιμήειϲ, δαφνήειϲ, ἀϲτερόειϲ, φθογγήειϲ. πρόϲκειται «ὑπὲρ μίαν ϲυλλαβὴν» διὰ τὸ κτείϲ μονοϲύλλαβον. πρόϲκειται «ὀνόματα» διὰ τὸ τυφθείϲ καὶ δαρείϲ μετοχάϲ. πρόϲκειται «κοινολεκτούμενα », ἐπειδὴ τὸ Λάχηϲ καὶ τὸ πένηϲ οἱ Βοιωτοὶ διὰ τῆϲ ει διφθόγγου προφέρονται, Λάχειϲ καὶ πένειϲ λέγοντεϲ· καὶ ἰδοὺ ταῦτα ἔχει πρὸ τῆϲ ει διφθόγγου ϲύμφωνον, ἀλλ’ οὐκ ἔϲτι κοινολεκτούμενα. οὐ θέλει δὲ παραλήγεϲθαι τῷ ι, ἀλλ’ ἢ τῷ η, ὡϲ ἐπὶ τοῦ τιμήειϲ ἑρϲήειϲ, ἢ κατὰ ϲυϲτολὴν ποιητικὴν τῷ ε ἠχέειϲ βρωμέειϲ, ἢ τῷ ο, ὡϲ ἐπὶ τοῦ ἀνεμόειϲ δροϲόειϲ, ἢ τῷ α, ὡϲ ἐπὶ τοῦ ϲκιάειϲ, ἢ τῷ ω, ὡϲ ἐπὶ τοῦ κητώειϲ ἐρώειϲ, ὅθεν τὸ χαριτόειϲ ἀναλογώτερόν ἐϲτι τοῦ χαρίειϲ παραληγομένου τῷ ι. καὶ ἐξ ἄλλου δὲ κανόνοϲ δείκνυται τὸ χαριτόειϲ ἀναλογώτερον τοῦ χαρίειϲ· τὰ γὰρ εἰϲ ειϲ λήγοντα ἔχοντα θηλυκὰ ἀποβολῇ τῆϲ ει διφθόγγου ὡϲ ἐπὶ τὸ πλεῖϲτον τὴν γενικὴν τοῦ θηλυκοῦ ἀποτελεῖ, οὐ μὴν τὴν εὐθεῖαν, οἷον, δαφνήειϲ δάφνηϲ, ἡ δάφνη γὰρ τῆϲ δάφνηϲ, τιμήειϲ τιμῆϲ, ἡ τιμή τῇϲ τιμῆϲ, φθογγήειϲ φθογγῆϲ, ἡ φθογγή τῆϲ φθογγῆϲ, αὐδήειϲ αὐδῆϲ, ἡ αὐδή τῆϲ αὐδῆϲ, λαχνήειϲ λάχνηϲ, ἡ λάχνη τῆϲ λάχνηϲ, φωνήειϲ φωνῆϲ, ἡ φωνή τῆϲ φωνῆϲ, ϲκιάειϲ ϲκιᾶϲ, ἡ ϲκιά γὰρ τῆϲ ϲκιᾶϲ τὸ γὰρ ϲκιόειϲ ἀπὸ τοῦ ϲκιάειϲ ἐγένετο κατὰ τροπὴν τοῦ α εἰϲ τὸ ο. πρόϲκειται «ὡϲ ἐπὶ τὸ πλεῖϲτον», διὰ τὸ δροϲόειϲ δρόϲοϲ, τοῦτο γὰρ τὴν εὐθεῖαν τοῦ θηλυκοῦ ἐποίηϲεν, οὐ μὴν τὴν γενικήν. τὸ ἀνεμόειϲ τὴν ἄνεμοϲ εὐθεῖαν ποιοῦν καὶ οὐ τὴν γενικὴν οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐ ποιεῖ θηλυκόν, ἀλλ’ ἀρϲενικόν· εἰ ἄρα οὖν τὸ μὲν χαριτόειϲ ἀποβολῇ τῆϲ ει διφθόγγου τὴν γενικὴν τοῦ θηλυκοῦ ποιεῖ, τὸ δὲ χαρίειϲ ἀποβάλλον τὴν ει δίφθογγον οὐ ποιεῖ τὴν γενικὴν τοῦ θηλυκοῦ, ἀλλὰ τὴν εὐθεῖαν, χάριϲ γάρ, δηλονότι τὸ [*](l. 1 cf. E. M. 575, 53 maxime V. Quamquam Lob. Parall. 21 docet cpalleliam diphthongi αι Graecis non absonam fuisse, tamen non dubitandum est, quin hoc adnotamentum ab Herodiano profectum sit, qui etiam in aliis, quae Lobeck. reprobavit, cacopboniam detexit cf. Ahrens de dial. Aeol. p. 70. l. 18 verba ἢ κατὰ ϲυϲτολὴν — βρωμέειϲ addidi ex Mon. 14, 19, cf. praeterea Ep. Cr. I 12 et 408.)

    619
    χαριτόειϲ ἀναλογώτερόν ἐϲτι τοῦ χαρίειϲ. παραφυλαττόμεθα δὲ παρὰ τῷ ΤΠινδάρῳ (Ol. 5, 54) τὴν αἰτιατικὴν λεγομένην ὑγίεντα, ὡϲ ἀπὸ εὐθείαϲ γάρ ἐϲτι παραληγομένηϲ οἷον τῷ ἰῶτα, ὡϲ ἀπὸ τοῦ ὑγίειϲ.

    Choer. 132, 11: πολλάκιϲ οἱ Δωριεῖϲ τῶν εἰϲ ειϲ τῶν διὰ τῆϲ ει διφθόγγου ἀποβάλλουϲι τὸ ι, οΐον χαρίειϲ χαρίεϲ, τιμήειϲ τιμήεϲ, Μαλόειϲ. Μαλόεϲ· τοιοῦτο γάρ ἐϲτι καὶ παρὰ Καλλιμάχῳ,

  • ὁ δὲ ἀείδων Μαλόεϲ ἦλθε χορόϲ,
  • ἀντὶ τοῦ Μαλόειϲ. Μαλόειϲ ἐϲτὶν ὁ Λέϲβιοϲ.

    Choer. 209, 3: τὰ εἰϲ ευϲ λήγοντα ὀνόματα ἀρϲενικὰ εἴτε μονοϲύλλαβα εἴτε ὑπὲρ μίαν ϲυλλαβὴν πάντα ὀξύτονά ἐϲτιν.