Περὶ ὀνομάτων
Aelius Herodianus
Aelius Herodianus, Περὶ ὀνομάτων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868
Choer. 172, 8: τὰ παρὰ τὸ κλέοϲ ϲύνθετα εἰϲ ηϲ γινόμενα, ἐὰν μὲν εὑρεθῇ κύρια, δύο ἔχει εὐθείαϲ, μίαν ἐντελῆ καὶ μίαν ϲυνῃρημένην, οἷον Ἡρακλέηϲ Ἡρακλῆϲ, Περικλέηϲ Περικλῆϲ, Ϲοφοκλέηϲ Ϲοφοκλῆϲ, Νικοκλέηϲ Νικοκλῆϲ ἐὰν δὲ ᾖ ἐπίθετα, μίαν ἔχει εὐθεῖαν τὴν ἐντελῆ μόνην, ϲυνῃρημένην δὲ οὐκ ἔχει. οὐδέποτε γὰρ τὰ παρὰ τὸ κλέοϲ ϲύνθετα ἐπίθετα ϲυναιρεῖται κατὰ τὴν εὐθεῖαν, οἷον ἀκλεήϲ, δυϲκλεήϲ, ἀγακλεήϲ. καὶ ἄξιόν ἐϲτι ζητῆϲαι, τί δήποτε τὰ παρὰ τὸ κλέοϲ εἰϲ ηϲ, δηλονότι κύρια μὲν ὄντα, ϲυναιροῦνται κατὰ τὴν εὐθεῖαν, οἷον Ἡρακλέηϲ Ἡρακλῆϲ, Περικλέηϲ Περικλῆϲ, ἐπίθετα δὲ ὄντα οὐ ϲυναιρεῖται κατὰ τὴν εὐθεῖαν, οἷον ἀκλεήϲ δυϲκλεήϲ ἀγακλεήϲ· καὶ ἔϲτιν εἰπεῖν δύο ἀπολογίαϲ, μίαν μὲν ἀπὸ τόνου, ἑτέραν δὲ ἀπὸ κλίϲεωϲ. ἔϲτι δὲ ἡ ἀπὸ τόνου αὕτη οὐδέποτε κρᾶϲιϲ γίνεται ἐπ’ ὀνομάτων βαρείαϲ καὶ ὀξείαϲ εἰϲ ὀξεῖαν ϲυνερχομένων, οἷον θοόϲ, ἐνδεήϲ, παμφαήϲ, ἀκραήϲ, ἀνηλεήϲ· ϲεϲημειωμένων τοῦ ζωόϲ ζώϲ καὶ Κιϲϲηΐϲ Κιϲϲῄϲ καὶ Βριϲηΐϲ Βριϲῄϲ καὶ Nηρηΐϲ Νηρῄϲ τὸ δὲ νηλήϲ ἐκ τοῦ νηλεήϲ κατὰ ϲυγκοπήν. τὸ δὲ ἀδελφιδεόϲ ἀδελφιδοῦϲ καὶ θυγατριδεόϲ θυγατριδοῦϲ κρᾶϲιν μὲν ἐδέξατο βαρείαϲ καὶ ὀξείαϲ, ἀλλ’ οὐκ εἰϲ [*](l. 10 cf. Cathol. p. 240, 17. l. 13 hic quoque permulta Byzantinam originem clamant, quae uncis notare longuni est. l. 27 omisi verba καὶ χωρὶϲ τοῦ πούϲ, καὶ τοῦτο γὰρ —κρᾶϲιν ἔπαθε βαρείαϲ καὶ ὀξείαϲ εἰϲ ὀξεῖαν ϲυνελθουϲῶν. Nam vix credendum est Herodianum sic, ut Choer. 239, 6 πορόϲ ποόϲ πούϲ, ortum hoc vocabulum putasse; Mon. 14, 35 accentum a norma reliquorum εἰϲ ουϲ monosyllaborum circumflexorum aberrantem similitudine participiorum excusat. Porro pro iis quae Choer. l. 30 de νηλήϲ proponit τὸ νηλήϲ οὐκ ἀπὸ τοῦ νηλεήϲ γέγονε κατὰ κρᾶϲιν κτλ. substitui sententiam, quae magis Herodianeam originem prae se fert in Ep. I 296; nam Herod. ap. Are. 196, νηλέα θυμὸν οὐκ ἔϲτι κατὰ κρᾶϲιν, ἀλλὰ κατὰ ἔνδειαν τοῦ ἑνὸϲ ε. l. 28, de ἀδελ- φιδοῦϲ etc. cf. Cathol. 243, 30.)
Choer. 243, 24: τὸ τιμῆϲ τιμῆντοϲ γέγονε τοῦτον τὸν τρόπον· ἐϲτι τιμήειϲ, καὶ κατὰ κρᾶϲιν τοῦ η καὶ ε εἰϲ η γέγονε τιμῆϲ, τοῦ ι ἀποβληθέντοϲ. τὸ δὲ ι ἀπεβλήθη, ἐπειδὴ κανών ἐϲτιν ὁ λέγων, ὅτι τὰ εἰϲ ϲ λήγοντα ἀρϲενικὰ οὐ θέλει ἔχειν ἐν τῇ τελευταίᾳ ϲυλλαβῇ τί ποτε ἀνεκφώνητον, οἷον Λάχηϲ, Χρύϲηϲ, ἱδρώϲ, κοχλίαϲ· οὕτωϲ οὖν καὶ τὸ τιμῆϲ χωρὶϲ τοῦ ι. πρόϲκειται «κεἰϲ ϲ λήγοντα» διὰ τὸ Θρᾷξ, τοῦτο γὰρ ἔχει τὸ ι ἀνεκφώνητον· ἀλλ’ οὐ λήγει εἰϲ ϲ ἀλλ’ εἰϲ ξ. πρόϲκειται « ἀρϲενικὰ» διὰ τὸ Κιϲϲηΐϲ Κιϲϲῇϲ, Νηρηΐϲ Νηρῄϲ, Βριϲηΐϲ Βριϲῄϲ, δαΐϲ δᾴϲ ἡ λαμπάϲ· ταῦτα γὰρ εἰϲ τὸ ϲ λήγει καὶ ἔχει τὸ ι ἀνεκφώνητον, ἀλλ’ οὐκ ἔϲτιν ἀρϲενικά, ἀλλὰ θηλυκά.
Choer. 181,15, 182,11: τὰ εἰϲ ιϲ μονοϲύλλαβα φύϲει εἰϲ ϲ λήγοντα μακρὸν ἔχει τὸ ι καὶ προϲθέϲει τοῦ οϲ κλίνεται οἷον κίϲ κιόϲ, λίϲ λιόϲ. μόνον τὸ τίϲ τινόϲ διὰ τοῦ ν κλίνεται καὶ οὐ διὰ καθαροῦ τοῦ οϲ. καὶ ἔϲτιν εἰπεῖν ὅτι ἐπειδὴ τοῦτο ϲυϲτέλλει τὸ ι τῶν εἰϲ ιϲ μονοϲυλλάβων ἐκτεινόντων αὐτό, εἰκότωϲ ὡϲ διαλλάξαν περὶ τὸν χρόνον διήλλαξε καὶ περὶ τὴν κλίϲιν.
Choer.183, 10: ἄξιον δέ ἐϲτι ζητῆϲαι διατί τὸ τίϲ ϲυϲτέλλει τὸ ι καὶ ὁ μὲν Ἀπολλώνιόϲ φηϲιν, ἀϲτείωϲ ἀπολογούμενοϲ, ὅτι διὰ τοῦτο τὸ τίϲ ϲυϲτέλλει τὸ ι, ἐπειδὴ ἡ ϲύντομοϲ τῆϲ πεύϲεωϲ ἀνάκριϲιϲ τὸν μακρὸν χρόνον τοῦ ι παρῃτήϲατο· ὁ γὰρ πυνθανόμενοϲ ἐν ϲυντόμῳ θέλει μαθεῖν καὶ οὐ διὰ μακροῦ χρόνου. ἔϲτι δὲ εἰπεῖν καὶ καταναγκαϲτικὴν ἀπολογίαν τοιαύτην περὶ τοῦ τίϲ, ὅτι ϲυϲτέλλει τὸ ι· ἰϲτέον ὅτι τὸ τίϲ ἀναγκάζεται ἔχειν τριγένειαν, ἐπειδὴ πευϲτικόν ἐϲτι τὰ δὲ πευϲτικὰ ἐν τριγενείᾳ παραλαμβάνεταὶ, οἷον ποῖοϲ ποία ποῖον, πόϲοϲ πόϲη πόϲον, πηλίκοϲ πηλίκη πηλίκον, πόϲτοϲ πόϲτη πόϲτον, ποδαπόϲ ποδαπή ποδαπόν· οὕτωϲ οὖν καὶ ὁ τίϲ, ἡ τίϲ, τὸ τί. τριγένειαν δὲ ἔχον εὐλόγωϲ ϲυϲτέλλει τὸ ι, ἐπειδὴ τὰ εἰϲ ϲ λήγοντα μετὰ διχρόνου ἀποβολῇ τοῦ ϲ τὸ οὐδέτερον ποιοῦντα ϲυνεϲταλμένον ἔχει τὸ δίχρονον, οἷον ὁ λιπόπατριϲ τὸ λιπόπατρι, ὁ φυγόπολιϲ τὸ φυγόπολι, ὁ ἄχαριϲ τὸ ἄχαρι, ὁ ταχύϲ τὸ ταχύ, ὁ βραδύϲ τὸ βραδύ, ὁ μέγαϲ τὸ μέγα· οὕτωϲ οὖν καὶ ὁ τίϲ καὶ τὸ τί διὰ ϲυνεϲταλμένου τοῦ ι. ὅθεν τὰ εἰϲ ιϲ τὰ ἔχοντα ἐκτεταμένον τὸ ι οὐ ποιεῖ τριγένειαν, οἷον ὁ τανυκρήπιϲ, ὁ μελαμψήφιϲ.
Ἰϲτέον δὲ ὅτι πολλαὶ ἀπορίαι φέρονται περὶ τοῦ τίϲ· ἔχουϲι δὲ οὕτωϲ. εἰ ἄρα τὰ εἰϲ ιϲ τὰ διὰ τοῦ νοϲ κλινόμενα ἅπαντα δικατάληκτά ἐϲτιν, οἷον ἀκτίϲ ἀκτῖνοϲ ἀκτίν, δελφίϲ δελφῖνοϲ δελφίν, Ϲαλαμίϲ Ϲαλαμῖνοϲ Ϲαλαμίν, Ἐλευϲίϲ Ἐλευϲῖνοϲ Ἐλευϲίν, Τελχίϲ Τελχῖνοϲ [*](l. 3 cf. Ιl. Pr. l 605, Μ 201, Io. Al. 8, 30, Arc. 25, 17. l. 20 haec in brevius contracta in Ep. in Psalm. 64, 30 —65, 20. Pertinere videntur ad Herodiani quid τίϲ sit quaestionem : cf. Mon. 19.)
Choer. 244, 5: τὸ πλακοῦϲ πλακοῦντοϲ καὶ Ϲιμοῦϲ Ϲιμοῦντοϲ γέγονε τοῦτον τὸν τρόπον· ἔϲτι πλακόειϲ πλακόεντοϲ, καὶ Ϲιμόειϲ Ϲιμόεντοϲ, καὶ κατὰ κρᾶϲιν τοῦ ε καὶ ο εἰϲ τὴν ου δίφθογγον γίνεται πλακοῦϲ καὶ Ϲιμοῦϲ, τὸ δὲ ι ἀπεβλήθη, ἐπειδὴ οὐ δύναται τρία φωνήεντα ἐν μιᾷ ϲυλλαβῇ παραλαμβάνεϲθαι· τὸ γὰρ ο οὐκ ἠδύνατο ἀποβληθῆναι, ἐπειδὴ οὐδέποτε μετὰ τὴν υι δίφθογγον ϲύμφωνον εὑρίϲκεται l ἐπιφερόμενον, ἀλλὰ φωνῆεν· οἷον μυῖα, ἅρπυια, υἱόϲ. εἰ ἀπεβλήθη οὖν τὸ ο καὶ ἐφυλάχθη ἡ υι δίφθογγοϲ, εὑρίϲκετο μετὰ τὴν υι δίφθογγον ϲύμφωνον ἐπιφερόμενον τὸ ϲ, ὅπερ ἐϲτὶν ἀδύνατον. τὸ δὲ υ οὐκ ἀπεβλήθη, ἵνα μὴ γένηται ὑπόνοιά τιϲ ὅτι τὸ ο καὶ ε εἰϲ τὴν οι δίφθογγον κίρναται· τὸ γὰρ ο καὶ ε εἰϲ τὴν ου δίφθογγον κίρναται, οἷον, τὸ ἐμόν τοὐμόν, πρόεϲτι προὔϲτι, προέβη προὔβη. ἐξ ἀνάγκηϲ οὖν ἀπεβλήθη τὸ ι, καὶ ἔμεινεν ἡ ου δίφθογγοϲ.
Choer. 244, 21: ἄξιον δέ ἐϲτι ζητῆϲαι, διὰ ποίαν αἰτίαν, ὥϲπερ ἀπὸ τοῦ πλόοϲ γίνεται πλοῦϲ κατὰ κρᾶϲιν τῶν δύο oo εἰϲ τὴν ου δίφθογγον, καὶ ἀπὸ τοῦ νόοϲ νοῦϲ, καὶ ἀπὸ τοῦ ῥόοϲ ῥοῦϲ, μὴ τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ γόοϲ καὶ θοόϲ γίνεται κατὰ κρᾶϲιν τῶν δύο oo εἰϲ τὴν ου δίφθογγον γοῦϲ καὶ θοῦϲ. καὶ περὶ μὲν τοῦ γόοϲ ἔϲτιν εἰπεῖν, ὅτι ἔχει ῥῆμα παρακείμενον τῆϲ δευτέραϲ ϲυζυγίαϲ τῶν περιϲπωμένων, τῶν ἄλλων μὴ ἐχόντων, οἷον πλόοϲ πλέω πλέειϲ, ῥόοϲ ῥέω ῥέειϲ, νόοϲ νέω νέειϲ, θρόοϲ θροῶ θροεῖϲ (leg. θρέω θρέειϲ). ἐπειδὴ γοῦν τὸ γόοϲ ἔχει ῥῆμα παρακείμενον τῆϲ δευτέραϲ ϲυζυγίαϲ τῶν περιϲπωμένων, γοῶ γὰρ γοᾷϲ, εἰκότωϲ ὡϲ παραλλάξαν κατὰ τοῦτο πρὸϲ τὰ διὰ τοῦ οοϲ, παρήλλαξε καὶ κατὰ τὸ μὴ κίρναϲθαι. περὶ δὲ τοῦ θοόϲ, ὅτι ἐπειδὴ τῶν διὰ τοῦ οοϲ διϲυλλάβων πάντων βαρυνομένων οἷον πλόοϲ, ῥόοϲ, θρόοϲ, γόοϲ, νόοϲ, τὸ θοόϲ μόνον ὀξύνεται, εἰκότωϲ ὡϲ παραλλάξαν κατὰ τὸν τόνον παρήλλαξε καὶ κατὰ τὴν κρᾶϲιν, καὶ οὐ κίρναται ὁμοίωϲ τοῖϲ ἄλλοιϲ ἄλλωϲ τε δὲ τὸ ὀφειλόμενον ἐν τῇ ἁπλότητι ἐν τῇ ϲυνθέϲει ἀναδέχεται· ἐν γὰρ τῇ ϲυνθέϲει κίρναται, ἐπειδὴ καὶ βαρύνεται, οἷον Πάνθοοϲ Πάνθουϲ.
Choer. 245, 13: ὅϲα ἔϲτιν εἰϲ πλουϲ λήγοντα, ἀπὸ ϲυναιρέϲεώϲ ἐϲτιν, οἷον διπλοῦϲ, τριπλοῦϲ, ἀπὸ γὰρ τοῦ διπλόοϲ καὶ τριπλόοϲ ἐγένετο, καὶ τὴν τῶν ἐντελῶν φυλάττει κλίϲιν, οἷον διπλόοϲ διδιπλόου, [*](l. 5 hie alicubi commemoratum fuit etiam Ἱεριχοῦϲ ἡ γενικὴ Ἱεριχοῦντοϲ λέγεται καὶ ἀρϲενικῶϲ καὶ θηλυκῶϲ· εὕρηται καὶ δοτικὴ Ἱεριχοῖ ἀπὸ τῆϲ Ἱεριχώ St. B. l. 35 cf. Lob. El. I 44; do syncope adverbiorum in κιϲ exeuntium in compositione ef. Ε. M. 767, 25, E. Gud. 231, 47.)
Choer. 246, 5: τὰ εἰϲ δουϲ λήγοντα, οἷον ἀδελφιδοῦϲ θυγατριδοῦϲ γέγονε κατὰ κρᾶϲιν. οὐδὲ δυνάμεθα λέγειν ὅτι τοὐναντίον ἀπὸ τοῦ ἀδελφιδοῦϲ καὶ θυγατριδοῦϲ γέγονε τὸ ἀδελφιδεόϲ καὶ θυγατριδεόϲ κατὰ διάλυϲιν τῆϲ ου διφθόγγου εἰϲ τὸ ο καὶ ε, ἐπειδή, ὥϲ φηϲιν ὁ Ἡρωδιανόϲ, οὐδέποτε εὐθεῖα διαλέλυται· τὸ γὰρ εἷϲ ἕειϲ κατὰ πλεοναϲμὸν ἔχει τὸ ε, οὐ μὴν διελύθη. ἄρα οὖν οὐδὲ τὸ ἀδελφιδοῦϲ καὶ θυγατριδοῦϲ δύναται διάλυϲιν ἀναδέξαϲθαι καὶ ποιῆϲαι τὸ ἀδελφιδεόϲ καὶ θυγατριδεόϲ. πρὸϲ δὲ τοὺϲ λέγονταϲ ὅτι εἰ ἐγένετο τὸ ἀδελφιδοῦϲ καὶ θυγατριδοῦϲ ἀπὸ τοῦ ἀδελφιδεόϲ καὶ θυγατριδεόϲ ὤφειλεν ὀξύνεϲθαι, λέγομεν ὅτι πρὸϲ τὸν χαρακτῆρα περιϲπᾶται. τὰ γὰρ εἰϲ ουϲ ὀνόματα ἀποϲτρέφεται τὴν ὀξεῖαν τάϲιν, καὶ ἢ βαρύνεται ἢ περιϲπᾶται. καὶ περιϲπᾶται μέν, ἡνίκα ᾖ ἁπλᾶ, οἷον βοῦϲ, νοῦϲ, χροῦϲ, χαλκοῦϲ, οὖϲ, διπλοῦϲ, τριπλοῦϲ, ἁπλοῦϲ, Ϲιμοῦϲ, πλακοῦϲ, χωρὶϲ τοῦ πούϲ καὶ ὀδούϲ· ταῦτα γὰρ ὀξύνεται· βαρύνεται δέ, ἡνίκα ᾖ ϲύνθετα, οἷον εὔχρουϲ, εὔπλουϲ, Ἀλκίνουϲ, Οἰδίπουϲ. ἐπειδὴ οὖν τὸ θυγατριδοῦϲ καὶ ἀδελφιδοῦϲ ἁπλᾶ ἐϲτιν, εὐλόγωϲ περιϲπᾶται.
Choer. 239, 33: ἄξιόν ἐϲτι ζητῆϲαι, εἰ ἄρα τὰ εἰϲ ουϲ λήγοντα ὑπὲρ μίαν ϲυλλαβὴν ὀνόματα οὐδέποτε ϲυντίθεται, οἷον χαλκοῦϲ, χρυϲοῦϲ, Ϲιμοῦϲ, γλαυκοῦϲ (leg. πλακοῦϲ), διατί τὸ ὀδούϲ ϲυντίθεται, ὡϲ ἐν τῷ τριόδουϲ κυνόδουϲ. ἔϲτιν οὖν εἰπεῖν ταύτην τὴν ἀπολογίαν, ὅτι τὰ εἰϲ ουϲ [*](l. 22 cf. fr. 12.)
Choer. 62, 24: τὰ εἰϲ υϲ μονοϲύλλαβα περιϲπᾶται καὶ διὰ καθαροῦ τοῦ οϲ κλίνεται καὶ ϲυϲτέλλει τὸ υ ἐν τῇ γενικῇ καὶ ἐν ταῖϲ ἑξῆϲ πτώϲεϲιν οἷον μῦϲ μυόϲ, ϲῦϲ ϲυόϲ, δρῦϲ δρυόϲ.
Choer. 232, 22: πάντα τὰ εἰϲ υϲ περιϲπώμενα ὑπὲρ μίαν ϲυλλαβὴν ὄντα ὑποκοριϲτικά ἐϲτιν οἷον ὁ Καμμῦϲ τοῦ Καμμῦ, ὁ Κλαυϲῦϲ, ὁ Διονῦϲ, ὁ Λαρδῦϲ χωρὶϲ τῶν τριῶν τούτων φημὶ δὴ τοῦ ὀϲφῦϲ, ὀφρῦϲ, ἰχθῦϲ, καὶ τὸ ἰξῦϲ παραλόγωϲ περιϲπᾶται.
Choer. 259, 16: ἐπὶ τῶν εἰϲ οϲ καθαρῶν, τῶν διὰ τοῦ α μακροῦ ἐχόντων τὴν παραλήγουϲαν μακράν, ὑπερβιβαϲμὸν ποιοῦνται τοῦ χρόνου οἱ Ἀθηναῖοι, καὶ τὴν μὲν τελευταίαν ἐκτείνουϲιν εἰϲ τὸ ω, τὴν δὲ παραλήγουϲαν ϲυϲτέλλουϲιν εἰϲ τὸ ε, οἷον Μενέλαοϲ Μενέλεωϲ, Ἰόλαοϲ Ἰόλεωϲ, λαόϲ λεώϲ, ναόϲ νεώϲ. ἰδοὺ ταῦτα ἔχοντα τὴν μὲν παραλήγουϲαν μακράν, τὴν δὲ τελευταίαν βραχεῖαν ἐκ τοῦ ἐναντίου ἐποίηϲαν τὴν μὲν τελευταίαν φύϲει μακράν, τὴν δὲ παραλήγουϲαν ϲυνέϲτειλαν, ὅθεν τὸ Οἰνόμαοϲ, ἐπειδὴ οὐκ ἔχει μακρὰν τὴν παραλήγουϲαν, οὐκ ἐγένετο παρὰ τοῖϲ Ἀττικοῖϲ διὰ τοῦ ε καὶ ω οἷον Οἰνόμεωϲ, ἐπειδὴ τὸ α ϲυνεϲταλμένον ἔχον οὐκ ἠδύνατο ὑπερβιβαϲμὸν χρόνου ποιήϲαϲθαι. εἰ δέ τιϲ εἴποι καὶ πῶϲ τὸ ἵλαοϲ ϲυνεϲταλμένον ἔχον τὸ α, οἷον ὡϲ παρὰ Παρθενίῳ
Choer. 261, 20: δεῖ δὲ γινώϲκειν ὅτι τὰ πολλὰ εὑρίϲκεται παρὰ τοῖϲ Ἀθηναίοιϲ εἰϲ ωϲ μὴ ἔχοντα προüποκείμενον κοινόν, οἷον κορώνεωϲ, φιβάλεωϲ, δαμερίππεωϲ, χελιδώνεωϲ, ἱέρεωϲ. προπαροξύνεται δὲ ὅλα ταῦτα καὶ ἀποβολῇ τοῦ ϲ ποιεῖ τὴν γενικήν ὁμοίωϲ τοῖϲ ἄλλοιϲ Ἀττικοῖϲ.
Choer. 270, 11: τὰ εἰϲ ν λήγοντα εἴτε ἀρϲενικὰ εἴτε θηλυκὰ οὐ θέλει ἔχειν πρὸ τοῦ ν οὕτε δίφθογγον οὔτε βραχὺ φωνῆεν, ἀλλ’ ἢ ἓν ἐκ τῶν τριῶν διχρόνων, ὅπερ δὲ (leg. δὴ) καὶ ἐκτείνεται, ἢ ἓν ἐκ τῶν μακρῶν φωνηέντων, ὡϲ εἶναι πέντε φωνήεντα τὰ εὑριϲκόμενα πρὸ τοῦ ν κατὰ τὴν εὐθεῖαν, α, ι, υ, η, ω, οἷον Ἀλκμάν, παιάν, δελφίν, Ϲαλαμίν, μόϲυν, Φόρκυν, ϲωλήν, ποιμήν, Πλάτων, τρήρων.
Choer. 270, 23: τὰ εἰϲ ν λήγοντα ἀρϲενικὰ ἢ θηλυκὰ ἢ ὀξύνεται ἢ βαρύνεται, οἷον δελφίν, Ϲαλαμίν, ποιμήν, Τροιζήν, ἄρϲην, Ἕλλην· οὐδέποτε δὲ περιϲπᾶται, χωρὶϲ εἰ μὴ ᾖ εἰϲ ων, ἐν γὰρ τῇ εἰϲ ων καταλήξει ἔϲτιν ὅτε ἐπιδέχεται καὶ τὴν περιϲπωμένην τάϲιν, οἷον Ξενοφῶν, Ποϲειδῶν. πρόϲκειται ἀρϲενικὰ ἢ θηλυκά» διὰ τὰ οὐδέτερα, διὰ τὸ χαλκοῦν, χρυϲοῦν, ὀϲτοῦν, περιϲπώμενα.
Dichr. 283, 9 ( Choer. 271): πᾶν εἰϲ αν λῆγον ἀρϲενικὸν ἐπ’ εὐθείαϲ ἐκτείνεϲθαι θέλει, Παιάν, Τιτάν, Ἀλκμάν καὶ ὅϲα τοιαῦτα.
Choer. 278, 18 (coll.69, 31): τὰ εἰϲ ιν μακρὸν ἔχει τὸ ι καὶ εἰ μέν ἐϲτιν ἁπλᾶ ὀξύνεται εἴτε ἀρϲενικά ἐϲτιν εἴτε θηλυκά οἷον Ϲαλαμίν Ἐλευϲίν ἀκτίν δελφίν Τελχίν (Τελχῖνεϲ δέ εἰϲι φθονεροὶ δαίμονεϲ οἱ οἰκήϲαντεϲ τὴν Ῥόδον), ῥίν, θίν, ἴν (ὃ ϲημαίνει τὴν δύναμιν)· ἡ ἴκτινα αἰτιατικὴ προπαροξυνομένη, οἷον ὡϲ παρὰ Ἀριϲτοφάνει (fr. 525)
Choer. 283, 5 (70, 11): πάντα τὰ εἰϲ υν βαρύνεται, οἷον μόϲυν, Φόρκυν, Γόρτυν, ἐπειδὴ τὰ πολλὰ παρὰ τοῖϲ Αἰολεῦϲιν εὑρίϲκεται, καὶ λοιπὸν ὡϲ δοκοῦντα εἶναι Αἰολικὰ εὐλόγωϲ βαρύνεται· οἱ γὰρ Αἰολεῖϲ βαρυντικοί εἰϲιν, οἷον Πηλεύϲ Πήλευϲ, Ἀτρεύϲ Ἄτρευϲ, Ἀχιλλεύϲ Ἀχίλλευϲ.
Dichr. 287,6: αἱ εὐθεῖαι τῶν εἰϲ υν ϲυϲτέλλουϲι τὸ υ Φόρκυν, Πόλτυν, αἱ δὲ διὰ τοῦ νοϲ γενικαὶ τῷ υ ἐκτεταμένῳ παραλήγονται.
[*](l. 31 de Φόρκυν cf. not. ad Cathol. 18, 14. De Γόρτυν haec apud St. B. 212, 2 servata sunt: Γόρτυν (Γόρτυϲ)· φαϲὶ δὲ τὴν αἰτιατικὴν οἱ μὲν διϲυλλάβωϲ Γόρτυν, οἱ δὲ τριϲυλλάβωϲ «Γόρτυνά τε τειχιόεϲϲαν» (Β 646), οἱ δὲ Γόρτυναν ὡϲ ἄμυναν. l. 35 cf.. (Choer. 283, 9 ἰϲτέον καὶ τοῦτο, ὅτι διάφοροι δόξαι περὶ τοῦ χρόνου τῆϲ εὐθείαϲ γεγόναϲιν, αἱ μὲν γὰρ ἀξιοῦϲι καὶ ἐν τῇ εὐθείᾳ καὶ ἐν πάϲαιϲ ταῖϲ πτώϲεϲιν ἐκτείνεϲθαι τὸ υ, οἱ δέ λέγουϲιν ὅτι ἐν μὲν τῇ εὐθείᾳ ϲυϲτέλλεται τὸ υ, ἐν δὲ ταῖϲ ἄλλαιϲ πτώϲεϲι ταῖϲ πλαγίαιϲ ἐκτείνεται καὶ διάφοροί εἰϲι δόξαι τῶν τεχνικῶν περὶ τούτου.)Choer. 297, 24: τὰ εἰϲ ων περιϲπώμενα διὰ τοῦ ντ κλίνεται καὶ φυλάττει τὸ ω ἐν τῇ γενικῇ καί ἐϲτι μόνου ἀρϲενικοῦ γένουϲ, οἷον ὁ θῶν τοῦ Θῶντοϲ (ἔϲτι δὲ ὄνομακύριον), ὁ Ξενοφῶν τοῦ Ξενοφῶντοϲ, ὁ Ἀγλαοφῶν τοῦ Ἀγλαοφῶντοϲ, ὁ Ἱπποκῶν τοῦ Ἱπποκῶντοϲ, χωρὶϲ ἑνὸϲ ἐν τῇ ϲυνηθείᾳ λεγομένου (ἔϲτι δὲ ὄνομα πόλεωϲ Περϲικῆϲ), τοῦτο γὰρ θηλυκοῦ γένουϲ ἐϲτίν, οἷον ἡ Κτηϲιφῶν, περιϲπᾶται δὲ καὶ διὰ τοῦ ντ κλίνεται καὶ φυλάττει τὸ ω ἐν τῇ γενικῇ οἷον τῆϲ Κτηϲιφῶντοϲ τοῦτο δὲ ἀπὸ ἀρϲενικοῦ γένουϲ γέγονε θηλυκόν, καὶ τὴν αὐτὴν κλίϲιν ἐφύλαξεν, οἷον ἀπὸ τοῦ Κτηϲιφῶν. οὐ μόνον δέ ἐϲτι τοῦτο τὸ ὄνομα ἐν τῇ ϲυνηθείᾳ, ἀλλὰ καὶ παρὰ τοῖϲ ἀρχαίοιϲ τὸ ὄνομα τοῦτο τῆϲ πόλεωϲ εὕρηται.
Choer. 300, 5: τὰ εἰϲ ων περιϲπώμενα οὐ γίνεται εἰϲ ωϲ, οἷον Κτηϲιφῶν Ἀγλαοφῶν Ξενοφῶν. τὸ δὲ τυφῶν καὶ ταῶν καὶ εἰϲ ωϲ λήγει. μηδεὶϲ δὲ οἰέϲθω τὸ τυφῶν καὶ τυφῶϲ καὶ ταῶν καὶ ταῶϲ δικατάληκτα εἶναι. τὰ γὰρ δικατάληκτα τὴν αὐτὴν ἔχει κλίϲιν, οἷον δελφίν δελφῖνοϲ καὶ δελφίϲ δελφῖνοϲ, Τελχίν Τελχῖνοϲ καὶ Τελχίϲ Τελχῖνοϲ, Ϲαλαμίν Ϲαλαμῖνοϲ καὶ Ϲαλαμίϲ Ϲαλαμῖνοϲ. ταῦτα δὲ οὐκ ἔχει τὴν αὐτὴν κλίϲιν, τυφῶν μὲν γὰρ τυφῶνοϲ, καὶ ταῶν ταῶνοϲ, ὥϲπερ καὶ Ποϲειδῶν Ποϲειδῶνοϲ· τυφῶϲ δὲ τυφῶ, καὶ ταῶϲ ταῶ, ἀποβολῇ τοῦ ϲ Ἀττικῶϲ, ὥϲπερ ὁ ὀρφῶϲ τοῦ ὀρφῶ, καὶ ὁ λαγῶϲ τοῦ λαγῶ. κρεῖττον οὖν ἕτερα θέματα λέγειν τοῦ τυφῶν καὶ ταῶν, καὶ ἕτερα τοῦ τυφῶϲ καὶ ταῶϲ. ἰϲτέον δὲ ὅτι τινὲϲ βούλονται τὸ ταῶϲ ἀπὸ τοῦ ταόϲ τοῦ διὰ τοῦ ο λέγειν κατ’ ἔκταϲιν τοῦ ο εἰϲ τὸ ω καὶ ἐναλλαγῇ τοῦ τόνου εἰϲ περιϲπωμένην τάϲιν ἀλλ’ ἔϲτι λέγειν, ὅτι τὸ ταῶϲ οὐκ ἠδύνατο ἀπὸ τοῦ ταόϲ τοῦ διὰ τοῦ ο εἶναι, ἐπειδή τὸ ταόϲ τὸ διὰ τοῦ οϲ οὐκ ἔϲτι ϲύνηθεϲ τοῖϲ Ἕλληϲι.
Choer. 300, 30: Ἄξιον δέ ἐϲτι ζητῆϲαι, εἰ ἄρα τὰ εἰϲ ων περιϲπώμενα οὐδέποτε φύϲει μακρᾷ παραλήγεται οἷον Δημοφῶν, Ἀγλαοφῶν, Κτηϲιφῶν, Ἀντιφῶν (τὸ γὰρ Δεξικρῶν οὐ παραλήγεται φύϲει μακρᾷ ἀλλὰ θέϲει), πῶϲ τὸ Ποϲειδῶν φύϲει μακρᾷ παραλήγεται. ἔϲτιν οὖν εἰπεῖν, ὅτι ἀπὸ τοῦ Ποϲειδέηϲ γέγονε Ποϲειδέων καὶ κατὰ κρᾶϲιν Ποϲειδῶν, ὥϲτε δυνάμει μὴ εἶναι φύϲει μακράν, φημὶ τὴν δίφθογγον, ἐν τῇ παραληγούϲῃ, ἀλλ’ ἐν τῇ προπαραληγούϲῃ.
Dichr. 284, 20: τὰ εἰϲ αξ μονοϲύλλαβα θηλυκὰ μὲν ὄντα θέλει ϲυϲτέλλειν τὸ α ϲπάξ, οὕτωϲ ἡ κύων παρὰ Πέρϲαιϲ, κλάξ, πλάξ, [*](l. 12 cf. Eust. 346, 13, ubi et haec: Ἡρωδιανὸϲ δὲ τοῖϲ εἰϲ ων περιϲπωμένοιϲ οἷον Δημοφῶντι καὶ Ξενοφῶντι ϲυντεταχὼϲ καὶ τὸν Τυφῶνα καὶ τὸν ταῶνα λέγει ὡϲ μόνον τὸ Τυφῶν καὶ τὸ ταῶν οὐκ ἐκλίθη διὰ τοῦ ντ, ἐπειδὴ καὶ ἑτέραν ἔϲχε κατάληξιν· Τυφῶϲ γὰρ καὶ ταῶϲ διὰ τοῦ ϲ. Etymologias a Choerob. 299, 32 prolatas, quippe quum dubiae sint velut Ξενοφῶν a φῶ τὸ φονεύω et Δεξικρῶν a κρείω τὸ βαϲιλεύω καὶ κρατῶ aut etiam falsae ut Ἱπποκῶν a κτῶμαι Ἱπποκτῶν καὶ Ἱπποκῶν (cf. Lob. El. ΙΙ 115 seqq.) Herodiano non obtrudendas iudicavi. De ταόϲ ef. Cathol. p. 109, 5.)
Choer. 305, 4: τὰ εἰϲ αξ λήγοντα διϲύλλαβα ἀρϲενικά, ἐὰν ἔχῃ φύϲει μακρὰν τὴν παραλήγουϲαν, ἐκτείνει πάντωϲ τὸ α, τουτέϲτι φύϲει μακρὸν αὐτὸ ἔχει οἷον θώραξ, οἴαξ. πρόϲκειται «ἐὰν ἔχῃ φύϲει μακρὰν τὴν παραλήγουϲαν» διὰ τὰ θέϲει μακρὰν ἔχοντα ταύτην οἷον τὸ ἅρπαξ καὶ κέκραξ· ταῦτα γὰρ ϲυνεϲταλμένον ἔχει τὸ α, τουτέϲτι θέϲει μακρὸν αὐτὸ ἔχει, οὐκ ἀναϲτρέφοντοϲ τοῦ κανόνοϲ, οὐδὲ γὰρ τὰ ἔχοντα ἢ βραχεῖαν τὴν παραλήγουϲαν ἢ θέϲει μακρὰν πάντωϲ ϲυϲτέλλει τὸ α τουτέϲτι θέϲει μακρὸν αὐτὸ ἔχει. εὑρίϲκομεν γάρ τινα ἐν αὐτοῖϲ ἔχοντα τὸ α ἐκτεταμένον, τουτέϲτι φύϲει μακρὸν οἷον νέαξ (ϲημαίνει δὲ τὸν νεώτερον), φέναξ (ϲημαίνει δὲ τὸν ἀπατεῶνα), κόρδαξ (ϲημαίνει δὲ τοῦτο ὄρχηϲιν κωμικήν). ἰδοὺ οὖν ταῦτα μὴ παραληγόμενα φύϲει μακρᾷ ἔχει τὸ α ἐκτεταμένον, τουτέϲτι φύϲει μακρόν, ὡϲ δῆλον ἐκ τῶν ἄλλων πτώϲεων τῶν μὴ ἐχουϲῶν τὸ ξ. ϲημειούμεθα ἐν τῷ κανόνι τινὰ ἔχοντα φύϲει μακρὰν τὴν παραλήγουϲαν καὶ ϲυϲτέλλοντα τὸ α, τουτέϲτι θέϲει μακρὸν αὐτὸ ἔχοντα, ἔϲτι δὲ ταῦτα Γῦναξ, Γῦλαξ (ὀνόματα δὲ ταῦτα κύρια), ϲῦναξ (φαϲηλοειδὲϲ ὄϲπριον), καὶ τὸ καυαξ διφορούμενον· τοῦτο γὰρ ποτὲ μὲν ϲυϲτέλλει τὸ α, ποτὲ δὲ ἐκτείνει αὐτό ἔϲτι δὲ εἶδοϲ ὀρνέου. πρόϲκειται « διϲύλλαβα », ἐπειδὴ τὰ ὑπὲρ δύο ϲυλλαβάϲ, κἂν βραχείᾳ παραλήγηται, ἐκτείνει τὸ α, ὡϲ ἐπὶ τοῦ ἱέραξ, χωρὶϲ εἰ μὴ ᾖ ϲύνθετα ἀπὸ ἁπλοῦ ϲυϲτέλλοντοϲ τὸ α, ὡϲ ἐπὶ τοῦ Ἱππῶναξ καὶ Ἀρχιάναξ. τὸ ἀϲφάλαξ ὑπὲρ δύο ϲυλλαβὰϲ ὂν καὶ ϲυϲτέλλον τὸ α οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ κατὰ πλεοναϲμὸν ἔχει τὸ α, καὶ φύϲει διϲύλλαβόν ἐϲτιν· ἀπὸ γὰρ τοῦ ϲπῶ γέγονεν ϲπάλαξ καὶ κατὰ πλεοναϲμὸν τοῦ α ἀϲπάλαξ καὶ κατὰ μετάθεϲιν τοῦ ψιλοῦ εἰϲ τὸ ἀντίϲτοιχον δαϲὺ ἀϲφάλαξ· τὸ γὰρ ζῷον τοῦτο ἀποϲπᾷ τὴν γῆν καὶ ποιεῖ βάθοϲ καὶ οὕτωϲ εἰϲέρχεται ἐκεῖ. πρόϲκειται «ἀπὸ ἁπλοῦ ϲυϲτέλλοντοϲ τὸ α», ἐπειδὴ ἐὰν ᾖ [*](l. 4 quae de quantitate genetivi vocabulorum in ιξ υξ tradit Choer., non ab omni parte congruunt cum doctrina Herodianea in Dichr. 285, 5 sqq., nam quum contra Aristophanem grammaticum et Ptolemaeum Ascalonitam χοίνικοϲ metri causa corripi , id quod etiam inde quod interdum producta paenultima legatur appareat, doceat Herodianus, Choerob. 312, 6 χοῖνιξ χοίνικοϲ πανταχοῦ ϲυϲτέλλει. τὸ ι tradit et quum Herod.Βέβρυκοϲ ex lege corripi et poetarum licentia produci existimet, Choer.314,8 dicit: τὸ Βέβρυξ κατὰ τὰϲ πτώϲειϲ τὰϲ μὴ ἐχούϲαϲ τὸ ξδιφορεῖται κατὰ τὸν χρόνον, εὑρέθη γὰρ καὶ ἐκτεταμένον — καὶ ϲυνεϲταλμένον. Quare hanc particulam omittere satius habui quam ad Herodiani sententiam ope libri περὶ διχρόνων dirigere. Nam veram Herodiani doctrinam ex ipso illo libro petere licet. l. 9 verba οὐκ ἀναϲτρέφοντοϲ τοῦ κανόνοϲ —τουτέϲτι θέϲει, quae explevi addens μακρὸν αὐτὸ ἔχει, ex p. 306, 11, ubi in alienum locum irrepserunt, huc retraxi, quo loco necessaria sunt propter εὑρίϲκομεν γὰρ, quae non haberent, quo referrentur. Cum hoc l. conferendus est Herod. Dichr. 283,25 unde pro Ὕλαξ Κῆαξ reposui Γῦναξ Γῦλαξ, quamquam prius suspicione non caret ; intactum reliqui ϲῦαξ, pro quo in Dichr. ϲαῦαξ exstat propter Lehrsii admonitionem.)
Choer. 323, 14: τὰ εἰϲ α λήγοντα θηλυκὰ ἢ ϲυϲτέλλει τὸ α ἢ ἐκτείνει αὐτό· καὶ ὅϲα μέν ἐϲτι προπαροξύτονα ὡμολόγηται ὅτι ϲυνεϲταλμένον ἔχει τὸ α, οἷον πανδοκεύτρια, Πολύμνια, πότνια, Ἐρέτρια, κιθαρίϲτρια, εὐϲέβεια, εὐγένεια, θάλαϲϲα, ἄελλα, θύελλα. μακρᾶϲ γὰρ οὔϲηϲ τῆϲ ἐπὶ τέλουϲ, οὐδέποτε τρίτη ἀπὸ τέλουϲ πίπτει ἡ ὀξεῖα. τὰ δὲ ἐν τῇ τελευταίᾳ ϲυλλαβῇ ἔχοντα τὸν τόνον, πάντα μακρὸν ἔχει τὸ α, οἷον Ἀθηνᾶ, ἀργυρᾶ, ϲιδηρᾶ, φοβερά, πονηρά, Ναυϲικᾶ. τὰ δὲ πρὸ μιᾶϲ ἔχοντα τὸν τόνον ἔϲτιν ὅτε ϲυϲτέλλει τὸ α, οἷον ταχεῖα, ὀξεῖα, βραδεῖα, ἔϲτι δ’ ὅτε ἐκτείνει αὐτὸ οἷον Βυζαντία, Λεϲβία, Ῥοδίᾳ, μετρία.
Choer. 366, 15. τὰ εἰϲ α λήγοντα οὐδέτερα ϲυνεϲταλμένον ἔχει τὸ α, οἷον κῦμα ἅρμα βῆμα· χωρὶϲ τοῦ κάρα. τοῦτο γὰρ ἐκ τοῦ κάρηνον ἐγένετο τούτῳ τῷ τρόπῳ· ἔϲτι κάρηνον καὶ κατὰ τροπὴν τοῦ η εἰϲ α μακρὸν κάρανον γίνεται καὶ κατὰ ἀποκοπὴν τῆϲ νον ϲυλλαβῆϲ κάρα, καὶ ἔμεινε τὸ α μακρόν.
Choer. 366, 20: θέλει δὲ τὰ εἰϲ α λήγοντα οὐδέτερα πρὸ τοῦ α ἔχειν τὸ μ, οἷον ποίημα, ῥῆμα, ἅρμα, κῦμα, δηλονότι μονογενῆ ὄντα. τοῦτο εἴρηται διὰ τὸ μέγα· τοῦτο γὰρ οὐκ ἔχει πρὸ τοῦ α αὸ μ, ἀλλ’ οὐκ ἔϲτι μονογενέϲ, ἀπὸ γὰρ τοῦ ὁ μέγαϲ γέγονε. τὰ μὴ ἔχοντα πρὸ τοῦ α τὸ μ ἐϲτὶ πεπονθότα, οἷον τὸ κάρα ἀπὸ τοῦ κάρηνον κατὰ ἀποκοπήν, καὶ τὸ λίπα ἀπὸ τοῦ λίπαϲ
Choer. 367, 21: περὶ δὲ τοῦ κρᾶτα, οἷον
Choer.378, 7: πᾶν οὐδέτερον εἰϲ ν λῆγον ἀπαθὲϲ βραχυκαταληκτεῖν θέλει, οἷον ξύλον μέτρον πλέθρον, χωρὶϲ τοῦ πᾶν, τοῦτο γὰρ μακροκατάληκτόν ἐϲτι, καὶ τῶν παρὰ τὸ πούϲ ϲυγκειμένων, καὶ ταῦτα γὰρ μακροκαταληκτεῖ εἰϲ ν λήγοντα, οἷον τὸ δίπουν τὸ τρίπουν τὸ τετράπουν καὶ τὸ ἄπουν. πρόϲκειται « ἀπαθέϲ», διὰ τὸ βοῶν τὸ ποιοῦν τὸ χρυϲοῦν τὸ χαλκοῦν, ταῦτα γὰρ ἀπὸ κράϲεωϲ ἔχει τὴν μακράν, καὶ. τὸ διπλοῦν ἀπὸ τοῦ διπλόον καὶ τὸ εὐγήρων ἀπὸ τοῦ εὐγήραον· τὸ καρχαρόδουν καὶ τὸ τιμήειν ἀπὸ τοῦ καρχαρόδον καὶ τιμῆεν γέγονε κατὰ πλεοναϲμὸν τὸ μὲν τοῦ υ τὸ δὲ τοῦ ι τὸ ἀξιόχρεων καὶ ἀνάπλεων Ἀττικὴν ἔκταϲιν ἔπαθε τοῦ ο εἰϲ τὸ ω, ἀπὸ τοῦ ἀξιόχρεον καὶ ἀνάπλεον διὰ τοῦ ο.
Choer. 378, 21: ὄξιόν ἐϲτι ζητῆϲαι διὰ ποίαν αἰτίαν τὸ πᾶν μακρο καταληκτεῖ. καὶ ἔϲτιν εἰπεῖν τὴν αἰτίαν ταύτην· κανών ἐϲτιν ὁ λέγων, ὅτι πᾶν οὐδέτερον παρεϲχηματιϲμένον ἀρϲενικῷ θέλει φυλάττειν ἐν τῇ τελευταίᾳ ϲυλλαβῇ τὸν τόνον τῆϲ τελευταίαϲ ϲυλλαβῆϲ τοῦ ἀρϲενικοῦ, οἷον καλόϲ καλόν, ϲοφόϲ ϲοφόν, ὀξύϲ ὀξύ, ταχύϲ ταχύ, αὐτάρκὴϲ ἐν τῇ τελευταίᾳ ϲυλλαβῇ βαρεῖαν ἀλλὰ καὶ αὔταρκὲϲ ἐν τῇ τελευταίᾳ ϲυλλαβῇ βαρεῖαν, κακοήθὴϲ ἐν τῇ τελευταίᾳ ϲυλλαβῇ βαρεῖαν, ἀλλὰ καὶ ἐν τῷ κακόηθὲϲ ἐν τῇ τελευταίᾳ ϲυλλαβῇ βαρεῖαν. ϲεϲημείωται τὸ εἰϲ ἕν ἐνταῦθα γὰρ οὐκ ἐφυλάχθη ὁ τόνοϲ τοῦ ἀρϲενικοῦ ἐν τῷ οὐδετέρῳ· [*](l. 12 quae apud Choerob. sequuntur, non mirum esse articulum neutr. cum feminino coniungi, quum dicatur φοίνικι λίνῳ, ἄρωξιν ὅπλοιϲ, μανιάϲι λυϲϲήμαϲι, non ab Herodiano profecta sunt, qui potius ex accusativo generis mascul. vel femin. alterum nominativum neutr. gen. τὸ κρᾶτα fictum esse videtur putasse. l. 30 cf. Dichr. 282, 15 et 290, 6.)