Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

Τὰ διὰ τοῦ ειον τριϲύλλαβα ν παραληγόμενα προπαροξύτονα ἀπὸ ἑνὸϲ φωνήεντοϲ ἀρχόμενα διὰ τῆϲ ει διφθόγγου γράφεται, ὄνειον, Φάνειον, κράνειον, κώνειον, δάνειον, γένειον, κάνειον, Πάνειον, κτένειον.

Τὰ διὰ τοῦ ὲιον μονογενῆ τριϲύλλαβα προπαροξύτονα ἀπὸ ἑνὸϲ ϲυμφώνου ἀρχόμενα, ἔχοντα τὸ η ἢ τὸ ω διὰ τῆϲ ει διφθόγγου γράφεται, κώρειον, ζώτειον, γήτειον, χήλειον, γήρειον, βήχειον, κήτειον.

Τὰ διὰ τοῦ ειον μονογενῆ τριϲύλλαβα προπεριϲπώμενα διὰ τῆϲ ει διφθόγγου γράφεται, μνημεῖον, ϲημεῖον, πρωτεῖον, ϲφηκεῖον, ἠχεῖον, πορνεῖον, λυχνεῖον, ἀρχεῖον, φυλλεῖον, ϲτοιχεῖον, ἀγγεῖον, χυτρεῖον, χυρρεῖον, τοπεῖον, ϲκαφεῖον, κουρεῖον τὸ κοινῶϲ λεγόμενον. τὸ δὲ ἰδίωϲ παρ’ Ἀθηναίοιϲ προπαροξύνεται καὶ διὰ τοῦ ι γράφεται, γραφεῖον, πρεϲβεῖον, χαλκεῖον, λοφεῖον, πορθμεῖον, μουϲεῖον, βραβεῖον, φορεῖον, πορεῖον, ποδεῖον, πομπεῖον, ὀχεῖον. ϲεϲημείωται βαῖον ἐπὶ φοίνικοϲ διὰ τοῦ ι γραφόμενον.

Τὰ διὰ τοῦ ιον οὐδέτερα ὑπὲρ τρεῖϲ ϲυλλαβὰϲ μονογενῆ προπαροξύτονα διὰ τοῦ ι γράφεται οἷον Βυζάντιον, παρθένιον, γενέθλιον, θεοφάνιον, ϲυβόϲιον, αἰπόλιον χωρὶϲ τῶν κτητικῶν διὰ τὸ Ἀνακτόρειον καὶ Ἡράκλειον.

Τὰ διὰ τοῦ ειον οὐδέτερα μονογενῆ ὑπὲρ τρεῖϲ ϲυλλαβὰϲ πρὸ μιᾶϲ τὸν τόνον ἔχοντα διὰ τῆϲ ει διφθόγγου γράφεται οἷον μαγειρεῖον, ἰατρεῖον, ὀρφανοτροφεῖον, ίχθυοτροφεῖον, ίαμβεῖον, βαλανεῖον, ὀπτανεῖον, ὅπερ παρὰ τοῖϲ Ἀττικοῖϲ προπαροξύνεται καὶ διὰ τοῦ ι γράφεται. πρόϲκειται «μονογενῆ » διὰ τὸ ἐναντίον. « πρὸ μιᾶϲ τὸν τόνον ἔχοντα διὰ τὸ αἰπόλιον καὶ ἀρτοπώλιον. ὑπὲρ τρεῖϲ ϲυλλαβὰϲ » διὰ τὸ παιδίον· οὐκ ἀναϲτρέφοντοϲ τοῦ κανόνοϲ· οὐ γὰρ πάντα τὰ τριϲύλλαβα  διὰ τοῦ ι. ἰδοὺ γὰρ τὸ πτωχεῖον, πορνεῖον, πρωτεῖον διὰ τῆϲ ει διφθόγγου γράφεται.

[*](255. 23 237, 20, 24. E. M. 533, 29, Arc. 121, 1. 1. 11 Theogn. 128, 4, Arc. 121, 3, Choer. 233, 12. l. 14 Theogn. 128, 9. Post τὸ ω verba μὴ ἔχοντα τὸ μ πρὸ τῆϲ εἰ διφθόγγου, quae ad accentum e. g. in ϲημεῖον spectant, omisi. 1. 17 Theogn. 128, 16, περὶ ποϲ. 309, 1. 1. 25 An. Οx. ll 322, 1 et 333 P 1. 29 Choer. 186,6; 192, 20, E. M. 187, 10, περὶ ποϲ. 308, 26, Theogn.)
460

Τὰ διὰ τοῦ ειον ὑπὲρ τρεῖϲ ϲυλλαβὰϲ κύρια μονογενῆ ποπαροξύτονα διὰ τῆϲ ει διφθόγγου γράφεται, Ἀδραμύττειόν, Κροκύλειον, Τπάτειον, Ἐφιάλτειον, Κηρύκειον, Ταντάλειον, Δαϲκύλειον, ορβάντειον. Nάξειον, Κυκλώπειον, Μυρμήκειον. τὸ γὰρ ἕτερον προπεριϲπάται. Κλεάδειον, Γορδίειον, Δοκιμίειον πόλειϲ Φρυγίαϲ, Δορυλάειον, Κοτιάειον, Καπετωλίειον καὶ ἐν ϲυναιρέϲει Καπετώλειον.

Τὰ ἐπὶ τεμενῶν καὶ ἑορτῶν διὰ τοῦ ειον οὐδέτερα μονογενῆ ὑπὲρ τρεῖϲ ϲυλλαβὰϲ προπαροξύτονα καὶ προπεριϲπώμενα διὰ τῆϲ ει διφθόγγου γράφεται πρυτανεῖον, Νεμεϲεῖον, Ϲεραπεῖον, Οϲιιρεῖον, Ἀνουβεῖον, Βενδίδειον, Θετίδειον, Ἡράκλειον, Ποϲειδύνειον, Χαρώνειον, Αἰάκειον κτλ.

Τὰ διὰ τοῦ ινονν προπαροξύτονα ἀποϲτρέφεται τὴν ει δίφθογγον χωρὶϲ εἰ μή ἐϲτιν ἀπὸ ἁπλοῦ ἔχοντοϲ τὴν ει δίφθογγον οἰον κύμινον, ϲέλινον, ἀνθρώπινον, λίθινον, ξύλινον· χωρὶϲ εἰ μή ἐϲτιν ἀπὸ ἁπλοῦ» διὰ τὸ ξεῖνοϲ ξένοϲ ἄξεινον.

Τὰ εἰϲ ρον οὐδέτερα μετ’ ἐπιπλοκῆϲ ϲυμφώνου ὑπὲρ δύο ϲυλλαβὰϲ ὄντα ἑνὶ φωνήεντι παραλήγεται οἶον πέλεθρον, τέρεθρον, βέρεθρον, φέλετρον καὶ φέλετρα· οὕτω καὶ θύρετρον. πρόϲκειται «ὑπὲρ δύο ϲυλλαβὰϲ» διὰ τὸ ῥεῖθρον καὶ κλεῖθρον.

Τὰ εἰϲ α λήγοντα ὀνόματα τῶν ϲτοιχείων ἑνὶ φωνήεντι θέλει παραλήγεϲθαι οἷον ἄλφα, βῆτα, γάμμα, δέλτα. οὕτωϲ οὖν καὶ τὸ ϲ ἐνὶ φωνήεντι θέλει παραλήγεϲθαι.

Πᾶν ὄνομα οὐδέτερον εἰϲ ϲμα λῆγον διὰ τοῦ ι γράφεται οἰον βάδιϲμα, ῥάπιϲμα, ϲόφιϲμα. ἀπὸ γὰρ τῶν εἰϲ ζω ῥημάτων βαδίζω, ῥαπίζω, ϲοφίζω· ϲεϲημείωται τὸ ἔρειϲμα ἐκ τοῦ ἐρείδω γενόμενον, ὅ ἐϲτιν ὑποϲτήριγμα, καὶ δάνειϲμα.

Τὰ εἰϲ ι λήγοντα οὐδέτερα οὐ θέλει τὴν ει δίφθογγον παραλήγεϲθαι οἰον μέλι, κιννάβαρι, ϲίνηπι, πέπερι, ϲίμμ.

Περὶ ῥημάτων.

Ὅϲα ῥήματα ἐν τῷ μέλλοντι ἔχει τὸ ε, ταῦτα πολὺ πρότερον καὶ ἐν τῷ ἐνεϲτῶτι εἶχεν οἰον κερῶ κείρω, δερῶ δείρω, φθερῶ φθείρω.

[*](1. 1 Theogn.129, 5, Choer. 197, 10 et Καπετὡλειον ex Steph. B. s. Καπετώλιον. 1. 7 Theogn. 129, 5 ef. Cathol p. 374. 28. D festorum nominibue cf. An. Ox. III 277, 26. τὰ διὰ τοῦ ια ὀνὀματα ἐπὶ ἑορτῶν λεγόμενα διὰ τοῦ ι γράφεται οἶον Ἀπατούρια, Ἀρτοφόρια, Βουφόνια, Διάϲια, Ἐξλευϲίνια, Θαλύϲια, Θεϲμοφόρια, Ἴϲθμια (pro Ἴϲια scripsi) , Κρόνια, Ποϲειδώνια, Τιτάνια, ακύνθια, ϲχοφόρια καὶ τὰ ὅμοια πλὴν τοῦ Αἰάκεια, Κυδωνίδεια, Ἀλντιγόνεια, Δημήτρεια, Διόμεια, Διπόλεια, Ἡράκλεια, Ἡφαίϲτεια, Θἡϲεια, Πανάκεια, Φιλεταίρεια καὶ εἰ τι ὅμοιον γίνωϲκε δὲ ὅτι Ἀϲκληπιεῖα (sic scripsi pro Ἀϲκληπιαῖα vel Ἀϲκληπίαια) η ἔορτὴ τοῦ Ἀϲκληπιοῦ διὰ διφθόγγου γράφεται et Theodos. 69, 25 Goettling, qui habet etiam modo prolatum canonem: τὰ διὰ τοῦ ια οὐδέτερα ἐπὶ ἀγώνων λεγόμενα διὰ τοῦ ι γράφεται οἶον Δήλια ἔϲτι δὲ ἀγόν τελούμενοϲ ἐν τῇ Πυθο τὴϲ Ὀλυμπίαϲ πλὴν τοῦ Νέμεια. Νεμέα γάρ ἐϲτι καὶ πλεοναϲμῷ τοῦ ῖ Νέμεια. ἢν δὲ τὰ Νέμεια ἀγὼν τελούμενοϲ ἐν τῇ Νεμέᾳ cf. Mein. ad Callimach. p.228. De Ἰλίεια cf. Eustatb 878, 34, Lob. Parall. p 23. l. 12 Choer. 228, 34 et 258, 6. 1. 16 Ep. Cr. I 351, 1, An. Ox. II 394, 3. 1. 20 Choer. 259, 3, περὶ ποϲ. 309 23. l. 23 περὶ ποϲ. 309, 9. 1. 27 Choer 259, 13. 1. 30 περὶ ποϲ. 311. 34)
461

Ὅϲα ῥήματα ἐν κινήϲει εὑρίϲκεται γεννῶντα τὸ ο, τὸ ε πρότερον εἰχεν οἷον ἀμείβω ἀμοιβή, λείβω λοιβή, λείχω λοιχόϲ.

Τὰ ἔχοντα ὥϲπερ ἀναδιπλαϲιαϲμόν τινα ἤγουν πλεοναϲμὸν κατὰ τὴν ἄρχουϲαν διὰ τοῦ ι γράφεται οἰον ϲτῶ ἱϲτῶ, δῶ διδῶ, θῶ τιθῶ, χρῶ κιχρῶ, μνήϲκω μιμνήϲκω, πλῶ πιπλῶ, τρώϲκω τιτρώϲκω.

Τὰ εἰϲ βω λήγοντα ῥήματα οὐ θέλει τῇ ει διφθόγγῳ παραλήγεϲθαι οἷον ϲτίλβω, θλίβω, βιβῶ, τρίβω, φέρβω, ϲέβω, βαυβῶ τὸκαθεύδω. τρία δ’ ἐϲτὶν εἰϲ βω ῥήματα διὰ τῆϲ ει διφθόγγου γραφόμενα. οἰον ἀμείβω, ϲτείβω τὸ περιπατῶ καὶ λείβω καὶ εἴβω κατὰ ἀποβολὴν τοῦ λ.

Τὰ εἰϲ ῶ λήγοντα ῥήματα ἑνὶ φωνήεντι παραλήγεται οἰον βάπτω, ϲκάπτω, τύπτω, ἵπτω, λίπτω, νίπτω, πίπτω, ῥίπτω, πλὴν τοῦ φιλαλειπτῶ.

Τὰ εἰϲ χω ῥήματα τῇ ειδιφθόγγῳ οὐ παραλήγεται οἰονκιχῶ ὀμιχῶ αὐχῶ πλὴν τοῦ ϲτείχω καὶ λείχω.

Τὰ διὰ τοῦ ειδω ῥήματα εἴτε διϲόλλαβα εἶτε τριϲύλλαβα διὰ τῆϲ ει διφθόγγου γράφεται, εἴδω, φείδω, ἐρείδω. τοῦτο διὰ τοῦ ι γράφεϲθαι λέγει ὁ Ἀπολλώνιοϲ, ἀλλ’ ἡ παράδοϲιϲ διὰ τῆϲ ει διφθόγγου οἶδεν αὐτὸ γεγραμμένον.