Περὶ συντάξεως τῶν στοιχείων

Aelius Herodianus

Aelius Herodianus, Περὶ συντάξεως τῶν στοιχείων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

16. Choer. Dict. 623, 19: ἁμαρτῶ, ὁ δεύτεροϲ ἀόριϲτοϲ ἥμαρτον καὶ κατὰ ὑπερβιβαϲμὸν τοῦ ρ καὶ τροπῇ τοῦ α εἰϲ ο καὶ πλεοναϲμῷ τοῦ β ἤμβροτον. τὸ δὲ β ἐπλεόναϲεν, ἐπειδὴ τὸ μ πρὸ τοῦ ρ οὔτε ἐν ϲυλλήψει δύναται εἶναι οὔτ᾿  ἐν διαϲτάϲει· καὶ ἐν ϲυλλήψει μέν, ἐπειδὴ ἀμετάβολον ἀμεταβόλου προηγεῖται οὐδέποτε, οἷον ἅρμα, ἕρνοϲ, ἅλμη, εἰ μὴ τὸ μ πρὸ τοῦ ν οἷον μνᾶ μνημεῖον· ἐν διαϲτάϲει δὲ οὐκ ἠδύνατο εἶναι τὸ μ πρὸ τοῦ ρ, ἐπειδὴ τὸ ρ οὐ θέλει ἔχειν πρὸ ἑαυτοῦ ἕτερον ϲύμφωνον κατὰ διάϲταϲιν, εἰ μὴ αὐτὸ τὸ ρ, οἷον ἔρραπτον, ἐρράφην, ἐρράφηϲαν, ἐπίρρημα, ὑποδηματόρραφοϲ, ἄρρωϲτοϲ. πρόϲκειται «κατὰ διάϲταϲιν», ἐπειδὴ ἕτερα ϲύμφωνα εὑρίϲκονται προηγούμενα τοῦ ρ κατὰ ϲύλληψιν οἷον δρῶ, κρέαϲ, Τρώϲ, γραῦϲ, βρέχω. δεῖ προϲθεῖναι χωρὶϲ τῶν ἀπὸ τῆϲ πρόϲ, εἰϲ, ἐξ, καὶ τοῦ δυϲ ἐπιρρήματοϲ· ἐπὶ τούτων γὰρ εὑρίϲκεται ἕτερα ϲύμφωνα προηγούμενα τοῦ ρ κατὰ διάϲταϲιν ὡϲ δύϲριγοϲ, δύϲροια, πρόϲριψον, ἐκρεῦϲαι. ἐπειδὴ οὖν, ὡϲ δέδεικται, οὐκ ἠδύνατο τὸ μ πρὸ τοῦ ρ εἶναι οὔτε κατὰ ϲύλληψιν οὔτε κατὰ διάϲταϲιν, ἐξ ἀνάγκηϲ ἐπλεόναϲε τὸ β ἐν τῷ ἤμβροτον.

17. Choer. 318, 26: τὸ ἀνήρ ἀνέροϲ γενόμενον κατὰ ϲυγκοπὴν ἀνρόϲ ἐξ ἀνάγκηϲ ἐπλεόναϲε τὸ δ, καὶ ἐγένετο ἀνδρόϲ οὐκ ἠδύνατο γὰρ εἶναι ἀνρόϲ χωρὶϲ τοῦ δ, ἐπειδὴ τὸ ν πρὸ τοῦ ρ οὔτε ἐν ϲυλλήψει. δύναται εἶναι οὔτε ἐν διαϲτάϲει κτλ.