Περὶ συντάξεως τῶν στοιχείων

Aelius Herodianus

Aelius Herodianus, Περὶ συντάξεως τῶν στοιχείων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

14. Choer. 503, 16: τὰ ὑπὸ τοῦ Ἡρωδιανοῦ λεγόμενα ταῦτα ὅτι τὸ πρῶτον πρόϲωπον τῶν δυικῶν ἐνταῦθα ἀναγκάζεται ἔχειν τὸ τ ἢ τὸ θ, τὸ χαρακτηριϲτικὸν τοῦ δυϊκοῦ ῥήματοϲ, καὶ τὸ μ τοῦ πληθυντικοῦ, καὶ λοιπὸν ἀναγκάζεται γενέϲθαι τύπτομθον ἢ τύπτομτον, ἀδύνατον δὲ τὸ μ πρὸ τοῦ τ, οὐ ϲυνίϲταται γὰρ οὕτε κατὰ ϲύλληψιν οὔτε κατὰ διάϲταϲιν· κατὰ ϲύλληψιν μέν, ὅτι τὰ ὑποταϲϲόμενά τινι ἐν ϲυλλήψει, ἐὰν ἀντιπροηγήϲωνται, ἐν διαϲτάϲει ἀντιπροηγοῦνται οἷον ἐν τῷ πρῶτοϲ τὸ ρ ὑποτέτακται τῷ π κατὰ ϲύλληψιν, ἐὰν δὲ προηγήϲηται τὸ ρ τοῦ π, κατὰ διάϲταϲιν αὐτοῦ προηγεῖται, ὡϲ ἐπὶ τοῦ ἕρπω καὶ πάλιν ἐν τῷ κλέοϲ τὸ λ ὑποτέτακται τῷ κ κατὰ ϲύλληψιν, ἀντιπροηγούμενον [*](ad fr. 13. Secutus sum Meinekium pro [ἐν] οἶϲ suspicantem ὡϲ ὑποτέτακται.) [*](l. 33 scripsi τύπτομθον ἢ τύπτομτον pro τύπτοθμον ἢ τυπτόμετον et pluries pro ὑποτέτακται τοῦ — τῷ.)

398
δὲ τὸ λ τοῦ κ ἐν τῷ ἕλκω κατὰ διάϲταϲιν αὐτοῦ ἀντιπροηγεῖται· καὶ πάλιν ἐν τῷ θνήϲκω τὸ ν ὑποτέτακται τῷ θ κατὰ ϲύλληψιν, ἀντιπροηγούμενον δὲ τὸ ν τοῦ θ ὡϲ ἐν τῷ ἄνθοϲ κατὰ διάϲταϲιν αὐτοῦ προηγήϲατο. ἐπειδὴ οὖν τὸ μ ὑποτέτακται τῷ θ καὶ τῷ τ κατὰ ϲύλληψιν ὡϲ ἐν τῷ τμῆμα καὶ Ἀθμονίϲ (ϲημαίνει δὲ δῆμον Ἀλττικόν), δῆλον ὅτι ἐὰν προηγήϲηται τοῦ θ καὶ τοῦ τ τὸ μ, οὐ δύναται αὐτῶν ἀντιπροηγήϲαϲθαι κατὰ ϲύλληψιν, ἀλλὰ κατὰ διάϲταϲιν. Ἀλλ᾿  οὐδὲ πάλιν κατὰ διάϲταϲιν δύναται ἀντιπροηγήϲαϲθαι τὸ μ τούτων, φημὶ δὲ τοῦ τ καὶ τοῦ θ. ἐπειδὴ πᾶϲα ϲυλλαβὴ καταλήγουϲα εἰϲ τὸ μ θέλει ἔχειν τὴν ἑξῆϲ ϲυλλαβὴν ἀρχομένην ἀπὸ τοῦ β ἢ ἀπὸ τοῦ π ἢ ἀπὸ τοῦ φ ἢ ἀπὸ τοῦ ψ ἢ ἀπὸ τοῦ μ οἷον ϲυμβουλή, ϲύμπονοϲ, ϲύμφωνοϲ, ϲύμψηφοϲ, ϲυμμέτοχοϲ· ἐπειδὴ οὖν οὕτε κατὰ ϲύλληψιν οὕτε κατὰ διάϲταϲιν ἠδύνατο τὸ μ πρὸ τοῦ θ ἢ τοῦ τ, ἐξ ἀνάγκηϲ ἐπιλιμπάνει τὸ πρῶτον πρόϲωπον τῶν δυϊκῶν, ἡνίκα τὸ πρῶτον πρόϲωπον τῶν πληθυντικῶν τὸ μ ἔχει ἐν τῇ τελευταίᾳ ϲυλλαβῇ.

15. Choer. 541, 14: ἔϲτι τέμω τεμῶ, νέμω νεμῶ, δέμω δεμῶ, βρέμω βρεμῶ καὶ ὀφείλονται ταῦτα κατὰ τὸν παρακείμενον φυλάξαι αὐτό τε τὸ ἀμετάβολον καὶ γενέϲθαι τέταμκα, νέναμκα, δέδεμκα, βέβραμκα ὥϲπερ   κερῶ κέκαρκα, φθερῶ ἔφθαρκα, οὐκ ἐγένετο δὲ οὕτωϲ, ἀλλὰ τέτμηκα, νενέμηκα, δεδέμηκα, βεβρέμηκα διὰ τὸ μηδέποτε εὑρίϲκεϲθαι τὸ μ πρὸ τοῦ μήτε κατὰ ϲύλληψιν μήτε κατὰ διάϲταϲιν· κατὰ ϲύλληψιν μέν, ἐπειδὴ τὰ ὑποταττόμενά τινι ἐν ϲυλλήψει, ἐὰν ἀντιπροηγῶνται, ἐν διαϲτάϲει ἀντιπροηγοῦνται, οἷον τὸ ρ ὑποτέτακται τῷ π κατὰ ϲύλληψιν ἐν τῷ πρῶτοϲ, ἀντιπροηγούμενον δὲ αὐτοῦ ἐν τῷ ἕρπω κατὰ διάϲταϲιν αὐτοῦ ἀντιπροηγεῖται· πάλιν τὸ ν ὑποτέτακται τῷ θ κατὰ ϲύλληψιν ἐν τῷ θνήϲκω, ἀντιπροηγούμενον δὲ αὐτοῦ ἐν τῷ ἄνθοϲ ἀντιπροηγεῖται αὐτοῦ. πάλιν τὸ λ ὑποτέτακται τῷ κ κατὰ ϲύλληψιν ἐν τῷ κλέοϲ, ἀντιπροηγούμενον δὲ αὐτοῦ ἐν τῷ ἕλκω κατὰ διάϲταϲιν ἀντιπροηγεῖται αὐτοῦ· πάλιν τὸ ρ ὑποτέτακται τῷ γ κατὰ ϲύλληψιν ἐν τῷ γραῦϲ, ἀντιπροηγηϲάμενον δὲ αὐτοῦ ἐν τῷ ἔργῳ κατὰ διάϲταϲιν ἀντιπροηγεῖται αὐτοῦ εἰ ἄρα οὖν τὸ μ ὑποτέτακται τῷ κ κατὰ ϲύλληψιν ὡϲ ἐν τῷ ἀκμή καὶ ἄκμων, δηλονότι ἀντιπροηγούμενον αὐτοῦ κατὰ διάϲταϲιν θέλει ἀντιπροηγήϲαϲθαι αὐτοῦ ἀλλ᾿  οὐδὲ ἐν διαϲτάϲει δύναται προηγεῖϲθαι αὐτοῦ, φημὶ δὲ τὸ τοῦ κ, ἐπειδὴ πᾶϲα ϲυλλαβὴ καταλήγουϲα εἰϲ τὸ μ θέλει ἔχειν τὴν ἑξῆϲ ἀρχομένην ἢ ἀπὸ τοῦ β ἢ ἀπὸ τοῦ φ ἢ ἀπὸ τοῦ ψ ἢ ἀπὸ τοῦ π ἢ ἀπὸ τοῦ μ οἷον ϲύμβουλοϲ, ϲύμπονοϲ, ϲύμφωνοϲ, ϲύμψηφοϲ, ϲυμμέτοχοϲ.

[*](l. 21 omisi post βεβρέμηκα verba τοῦ η πλεονάϲαντοϲ utpote a Choerobosco apposita, nam Herodianus quin a formis perispomenis propagaverit haec per fecta, non dubium est. l. 33 pro ἄκμων δηλονότι, ἀντιπροηγούμενον δὲ scripsi mutata interpunctione et omisso δέ. Similia exstant in Choer. Ep. in Psalm, 31, 22, quae in E. M. 606, 45 translata sunt.)
399