Περὶ συντάξεως τῶν στοιχείων
Aelius Herodianus
Aelius Herodianus, Περὶ συντάξεως τῶν στοιχείων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868
Schol. ad Dionys. Βekk. An. 798, 16: Ἐπὶ τῶν δύο βραχέων φωνηέντων τοῦ ε καὶ ο ὅ τε Ἡρωδιανὸϲ καὶ ὁ τούτου πατὴρ Ἀπολλώνιοϲ ἐζήτηϲαν, τί τίνοϲ ἐϲτὶ βραχύτερον. Καὶ ὁ μὲν Ἀπολλώνιόϲ φηϲι τὸ ο εἶναι βραχύτερον τοῦ ε, ἀποδείξει τοιαύτῃ χρώμενοϲ. λέγει γὰρ ὅτι τὸ ῑ ἑκατέρῳ αὐτῶν προϲθεὶϲ ποιήϲειϲ δηλονότι δύο διφθόγγουϲ, καὶ ἡ μέν ἐϲτι μείζων ἡ τὸ ε ἔχουϲα, ἡ δὲ ἐλάϲϲων ἡ τὸ ο ἔχουϲα, ὡϲ εἶναι αὐτὴν καὶ βραχεῖαν ἐν τοῖϲ τόνοιϲ, ὡϲ ἐν τῷ Ὅημροι, Πρίαμοι καὶ τὰ ὅμοια.
Ὁ δὲ Ἡρωδιανὸϲ τὸ ε μᾶλλον λέγει βραχύτερον, ἀποδεικνὺϲ οὕτωϲ. φηϲὶ γὰρ πρὸϲ τὸν πατέρα, ὅτι οὐ δεῖ τῇ παραθέϲει τοῦ ῑ ἐξετάζειν ἐκείνων τὴν δύναμιν, ἀλλὰ κατ᾿ ἰδίαν ἄνευ τινὸϲ παραθέϲεωϲ καὶ μάλιϲτα τῆϲ τοῦ ῑ τοῦτο γὰρ ϲυγγένειάν τινα ἔχει πρὸϲ τὸ ε. καὶ δείκνυϲιν ἐκ τοῦ τὴν ἐκφώνηϲιν τοῦ ῑ εἶναι ὄνομα τοῦ ε γράμματοϲ. τῷ ϲυγγενεῖ οὖν προϲτεθὲν μεγάλην τινὰ καὶ δυναμικωτάτην δίφθογγον ἀπετέλεϲεν· τὸ δὲ ο, προϲελθόντοϲ τοῦ ᾧ οὐκ ἔχει ϲυγγένειαν, οὐκ ἐνεδείξατο ὅλην τὴν ἑαυτοῦ δύναμιν. ὡϲ ἐπὶ παραδείγματοϲ ἀνθρωπείου, ἵνα μᾶλλον καὶ ϲαφῶϲ αὐτὸ νοήϲωμεν, εἴ τιϲ ἀδελφὸν αὐτοῦ θεάϲαιτο χρείαν ἔχοντα βοηθείαϲ, ὅλῃ τῇ ψυχῇ ὑπεραϲπίζει αὐτοῦ καὶ ϲυμπράττει καὶ ὑπερμαχεῖ· ἀλλ’ οὖν οὐχ ὅλῃ ψυχῇ ὑπὲρ ξένου τοῦτο ποιήϲει, ἐξ οὗ καὶ ἀδρανεϲτέρα ἡ τῶν ἀμφοτέρων δύναμιϲ πρὸϲ τοὺϲ ἐξ ἐναντίαϲ ὤφθη. οὕτωϲ καὶ ἐπὶ τοῦ ῑ νόηϲον, ὅτι οὐχ ὁμοίωϲ ἐπεδείξατο τὴν ἑαυτοῦ δύναμιν ὡϲ ἐπὶ τοῦ ε τοῦ ϲυγγενοῦϲ. Διὰ τοιούτων λόγων ὁ Ἡρωδιανὸϲ ἀποϲτρέψαϲ τὴν τοῦ πατρὸϲ δόξαν, ἐπιφέρει τοιαύτην δικαιολογίαν, δεικνὺϲ τὸ ε βραχύτερον ἐλεγχόμενον ὑπὸ τῆϲ κλίϲεωϲ τῶν ὀνομάτων. φηϲὶ δὲ ἀληθέϲτατον κανόνα τοιοῦτον, ὅτι πᾶϲα κλητικὴ τῆϲ ἰδίαϲ εὐθείαϲ ἢ ἴϲη ἐϲτὶν ἢ ἐλάϲϲων, μείζων δὲ οὐδέποτε. ἢ γὰρ φυλάϲϲει τὸ τῆϲ τελευταίαϲ ϲυλλαβῆϲ φωνῆεν, καὶ δῆλον ὅτι ἴϲη ἐϲτίν, ὡϲ ἀπὸ τοῦ ὁ Ξενοφῶν — ὦ Ξενοφῶν, ἡ καλή — ὦ καλή, τὸ παιδίον — ὦ παιδίον· ἢ ἐὰν μὲν τρέπῃ, οὔτε εἰϲ ἴϲον οὕτε εἰϲ μεῖζον τρέπει αὐτό, ἀλλὰ πάντωϲ εἰϲ ἔλαττον. ὁ Ὀρέϲτηϲ — [*](ad fr. 1. Similia habet Theodosius ed. Goettling. p. 33, 22 apud quem initio sic legitur: ποῖόν ἐϲτι βραχύτερον τὸ ε ἢ τὸ ο; λέγομεν δή, ὅτι Ἀπολλώνιοϲ, καὶ ὁ τούτου υἰὸϲ Ἡρωδιανὸϲ ἐζήτηϲε περὶ τούτων. Notabile est Theodosium more posteriorum grammaticorum substituere pro Ὅμηροϲ Ὅμηρε nomina Νικόλαοϲ, Γεώργιοϲ. Fere idem in brevius contractum habemus paucis paginis post in Βekk. An. p. 800, ubi Apollonius et Herodianus quasi confabulantes introducuntur: πρὸϲ ὅν φηϲιν Ἡρωδιανόϲ, ὅτι ὥϲπερ (scr. ὡϲ ὅτι ex more Herodianeo pro simplici ὅτι) οὐ δὲ τῇ παραθέϲει τοῦ ῑ τὴν τοῦ καὶ ο δύναμιν ἐξετάζεϲθαι. ἀλλ’ ἰδίᾳ ἕκαϲτον αὐτῶν. Ὁ δὲ Ἀπολλώνιοϲ πρὸϲ αὐτόν. Ὤ τέκνον, τίνι λόγῳ, καί φηϲιν ὅτι πᾶν ϲτοιχεῖον κτλ. Canonem de vocativo habet etiam Theogn. 154, 4 πᾶϲα κλητικὴ κατὰ τὴν ἐϲχάτην ϲυλλαβὴν ἢ ἴϲον ἔχει χρόνον τῇ εὐθείῃ ἢ ἐλάττω, οὐδέποτε δὲ μείζω κτλ.)
2. Ep. Cr. I 158 (128), E. M. 351, 8: εἴκω, ὁ μέϲοϲ παρακείμενοϲ οἶκα καὶ πλεοναϲμῷ τοῦ ε ἔοικα, ὁ μέϲοϲ ὑπερϲυντέλικοϲ ἐῴκειν καὶ ὤφειλεν εἶναι ἠοίκειν ἀλλὰ κανών ἐϲτιν ὁ λέγων, ὅτι οὐδέποτε λέξιϲ Ἑλληνικὴ εὑρίϲκεται ἀπὸ τοῦ η ἀρχομένη ἐπιφερομένου τοῦ ο, χωρὶϲ εἰ μὴ ἐν διφθόγγῳ εἴη ἢ κατὰ διάλεκτον. πρόϲκειται «εἰ μὴ ἐν διφθόγγῳ» διὰ τὸ ἠοῦϲ ἠοῖ καὶ «πρωῒ δ᾿ ὑπηοῖοι» (Θ 530, Ϲ 277. 303). «κατὰ διάλεκτον» διὰ τὸ ἠῶ οἱ γὰρ Ἴωνεϲ διαλύοντεϲ λέγουϲιν ἠόα. κατὰ τοῦτον τὸν κανόνα ἐγένετο ὑπερβιβαϲμὸϲ τοῦ χρόνου καὶ τὸ μὲν ε ἐφυλάχθη διὰ τὸ ο, τὸ δὲ ο ἠμείφθη εἰϲ ω καὶ ἔμεινε τὸ ῑ προϲγεγραμμένον. ὅμοιόν ἐϲτι τὸ ἑώρταζον καὶ ἐώργειν καὶ ἐώλπειν.
3. E. M. 440, 14: κανών ἐϲτιν ὁ λέγων ὅτι οὐκ ἔϲτιν ἐπινοῆϲαι τὸ η καὶ τὸ ῡ ἐν μιᾷ ϲυλλαβῇ χωρὶϲ εἰ μὴ ἐν κλίϲει ῥήματοϲ ὡϲ αὐδῶ ηὔδων, αὐχῶ ηὔχουν· ἀναγκαία οὖν ἡ διάϲταϲιϲ τοῦ ἠύτε ὁμοίωϲ τῷ γρῆϋϲ καὶ νῆυϲ.
4. Theogn. Cr. II 78, Bekk. An. 1385: τὸ ἰῶτα μόνον ἐκ πάντων (τῶν ϲτοιχείων) καὶ τριϲύλλαβον καὶ προπεριϲπώμενον. καὶ ἐχρῆν αὐτὸ προπαροξύνεϲθαι, ἀλλ᾿ ἐπεὶ ϲτοιχεῖον ἦν, ἠκολούθηϲε τοῖϲ διϲυλλάβοιϲ ἔχουϲι πρὸ τέλουϲ τὸν τόνον. οὕτωϲ Ἡρωδιανὸϲ ἐν τῇ ϲυντάξει τῶν ϲτοιχείων.
5. Choer. Dictat. 101, 20: ὅτι τὸ ῑ ἀϲθενέϲτερόν ἐϲτι πάντων τῶν φωνηέντων, δῆλον ἐντεῦθεν. τῶν φωνηέντων τὰ μέν εἰϲι προτακτικά, τὰ δὲ ὑποτακτικά. καὶ προτακτικὰ μέν εἰϲι ταῦτα, ᾱ, ε, η, ο, ω, ὑποτακτικὰ δὲ δύο ῑ καὶ ῡ. καὶ τὸ ῡ δὲ τὸ ὑποτακτικὸν πολλάκιϲ εὑρίϲκεται τοῦ ῑ προτακτικόν, ὡϲ ἐν τῷ μυῖα καὶ ἅρπυια καὶ υἱόϲ καὶ τοῖϲ ὁμοίοιϲ. εἰ ἄρα οὖν τὸ ῑ καὶ τοῦ ὑποτακτικοῦ ὑποτακτικόν ἐϲτι, δηλονότι ἀϲθενέϲτερόν ἐϲτι πάντων τῶν φωνηέντων.
[*](ad fr. *3. Similia habet Apolon. de adverb. 560, 1, ex quo loco scripsi ἀναγκαία pro ἀναγκαίωϲ et Herodianus περὶ παθῶν fr. 97 (E. M. 762, 49), ubi docetur propter hunc canonem pro τοιηύτη dici τοιαύτη. cf. An. Ox. III 237.)[*](ad fr. *5. Ad vocalem ῑ pertinet etiam, quod tradit Choer. Dict. 196, 25 τὸ ὄφιε κατὰ τὴν ἀκρίβειαν οὐ δύναται κρᾶϲιν ἀναδέξαϲθαι τοῦ ῑ καὶ ε εἰϲ ῑ, ἐπειδὴ τὸ ῑ οὐκ ἔϲτι τελικὸν τῆϲ ἰδίαϲ εὐθείαϲ τῶν δυικῶν· τελικὰ γὰρ τῆϲ εὐθείαϲ τῶν δυικῶν τρία εἰϲίν οἷον ᾱ ε ω Ἀτρείδα, Ἔκτορε, φίλω (ct. fr. περὶ παθῶν 519) Theogn. 153, 20 οὐκ ἔϲτι τῆϲ εὐθείαϲ τῶν δυικῶν τελικὸν τὸ ῑ κτλ.)6. Thoogn. Cr. Il 26, Bekk. An. 1425: τὸ ῡ καθαρὸν ἐν ἀρχ λέξεω παρὰ πᾶϲι τοῖϲ Ἕλληϲι πρὸ τοῦ χ εἶναι ἀπείρηται καὶ τὸ αἴτιον ὀχυρόν· πᾶν γὰρ φωνῆεν πρὸ τοῦ χ ψιλοῦται καὶ τὸ ῡ ἐν ἀρχῇ λέξεωϲ δαϲύνεται. δύο οὖν κανόνων ἀλλήλοιϲ ἀνθιϲταμένων ἐξέφυγεν τὸ ῡ πρὸ τοῦ χ εὑρίϲκεϲθαι· καθαρὸν δὲ εἶπον, ἐπεὶ τὸ ὔρχα οὐ καθαρὸν ἔχον τὸ ῡ πρὸ τοῦ χ εὕρηται. οὕτωϲ Ἡρωδιανὸϲ ἐν τῇ τάξει τῶν κδ ϲτοιχείων.
7. Choer. Dict. 123, 7: οὐδέποτε ἡ ῡῑ δίφθογγοϲ ἐν τέλει λέξεωϲ εὑρίϲκεται οἷον μυῖα, ἅρπθια, υἱόϲ. ἐν γὰρ τῷ ϲύμβαλον ἀμφὶ νέκυϊ κατατεθνειῶτι μάχεϲθαι» (Π 565) οὐκ ἔϲτιν ἐν διφθόγγῳ τὸ υ καὶ τὸ ῑ, ἀλλ’ ἐν τῷ μέτρῳ κατὰ ϲυνίζηϲιν μετροῦνται, τουτέϲτιν αἱ δύο ϲυλλαβαὶ εἰϲ μίαν ϲυλλαβὴν ἤγουν τὸ ῡ καὶ τὸ ῑ ὥϲπερ ἐν τῷ «χρυϲέῳ ἀνὰ ϲκήπτρῳ» (Α 15) τὸ ε καὶ ἡ ῳ δίφθογγοϲ εἰϲ μίαν ϲυλλαβὴν μετροῦνται οἷον χρυϲῷ. καὶ ἄξιόν ἐϲτι ζητῆϲαι, διὰ ποίαν αἰτίαν οὐδέποτε ἡ ῡῑ δίφθογγοϲ ἐν τέλει λέξεωϲ εὑρίϲκεται. καὶ ἔϲτιν εἰπεῖν τὴν αἰτίαν ταύτην, ἐπειδὴ οὐδέποτε μετὰ τὴν ῡῑ δίφθογγον εὑρίϲλεται ϲύμφωνον ἐπιφερόμενον οἷον μυῖα, ἅρπυια, υἱόϲ. εἰ ἐτίθετο οὖν ᾑ ῡῑ δίφθογγοϲ ἐν τέλει λέξεωϲ, ϲυνέβαινε λέξιν ἐπιφέρεϲθαι ἀρχομένην ἀπὸ ϲυμφώνου καὶ λοιπὸν εὑρίϲκετο μετὰ τὴν ῡῑ ϲύμφωνον ἐπιφερόμενον ὅπερ ἐϲτὶν ἀδύνατον.
[*](ad fr. 6. l. 4 addidi ἐν ante ἀρχῇ, Βekk. An. ὄρχον. l. 6 ὔρχα scripsi pro ὔρχαϲ. Eundem canonem auctore et libro tacitis profert Choer. Dict. 633, 5: transscripsit etiam Macrobius IL p. 300: denique ῡ, quia nunquam sine aspiratione incipit, nunquam literae χ pra praeponitur, ne alterius natura violetur, aut τοῦ ῡ, si incipiat sinc aspiratione, aut τοῦ χ, si qua vocalem cum aspiratione sustineat. — De ῡ in fine dualis haec tradit Choer. 236, 3: οὐ δύναται ἡ βότρυε εὐθεῖα τῶν δυικῶν γενέϲθαι κατὰ κρᾶϲιν τοῦ ῡ καὶ ἕ εἰϲ ῡ μακρὸν βότρυ, ἐπειδὴ ἤμελλεν εἰϲ τὸ ῡ καταλήγειν, ὅπερ ἐϲτὶν ἀδύνατον τὸ γὰρ ῡ οὐκ ἔϲτι τελικὸν τῆϲ εὐθείαϲ τῶν δυϊκῶν et p. 242, 1: οὐ δύναται ἡ εὐθεῖα βόε τῶν δυϊκῶν γενέϲθαι καὶ κρᾶϲιν τοῦ ο καὶ ε εἰϲ τὴν οῡ δίφθογγον βοῦ, ἐπειδὴ ἤμελλεν εἰϲ ῡ καταλήγειν κτλ.)[*](ad fr. *7. l. 22 propterea quod ῡῑ diphthongus in fine locum non habeat, Choerob. h. l. deminutiva in ῦϲ velut Διονῦϲ, Καμμῦϲ, Λαρδῦϲ, Κλαυϲῦϲ in dativo non in ῡῑ, sed in ῡ exire dicit; idem p. 409, 1 υιϊϲ nominativum non contrahi docet, quod ῡῑ ante consonam poni non possit, sed hoc ab Herodiano alienum est, qui, quum diserte in Il. Pros. Ε 266 υἷιϲ εὐθεῖαν μὴ εἰρημένην dicat, quaesivisse non potest, cur non contrahatur, sed magis Herodianum sapit, quod p. 463, traditur ob hanc causam ab υἷιϲ υἵιοϲ υἷοϲ dativum υἷϲι formari non potuisse, sed υἱάϲι, et porro, quod de optativo passivi verborum in υμι p. 781, 16 profertur: τὸ εὐκτικὰ τῶν τῆϲ δ ϲυζυγίαϲ τῶν εἰϲ μῑ οὐκ ἔχουϲι τὸ πρὸ τοῦ μ, ζευγνύμην γὰρ καὶ ὀμνύμην καὶ ὀλλύμην χωρὶϲ τοῦ ῑ· οὐκ ἔχουϲι δὲ ῑ κατὰ τὴν παραλήγουϲαν, ἐπειδὴ οὐδέποτε μετὰ τὴν ῡῑ δίφθογγον εὑρίϲκεται ϲύμφωνον ἐπιφερόμενον οἷον υἱόϲ ἅρπυια, μυῖα, αἴθυια. Sed male intellexisse videtur Herodianum Theognostus 125, 24: μῦϲ μυόϲ μυΐδιον καὶ ἐν ϲυγκοπῇ τοῦ ῑ μύδιον· τοῦ γὰρ ῡ καὶ ῑ εἰϲ τὴν ῡῑ δίφθογγον ϲυναιρεθῆναι μὴ δυναμένων διὰ τὸ μηδέποτε τὴν ῡῑ δίφθογγον ἐπὶ τέλουϲ λέξεωϲ μήτε μετὰ ϲυμφώνου εὑρίϲκεϲθαι ἐξέπεϲε τὸ ῑ καὶ ἔμεινεν μόνον τὸ ῡ. cf. Lob. El. II 22 seqq.)8. Τιμοθέου Γάζηϲ κανόνεϲ καθολικοὶ περὶ ϲυντάξεωϲ in ‘Anecd. Paris. IV p. 214, 13 — 244 extr.
Τὰ ἄφωνα πρὸ τῶν ἀμεταβόλων ἐν ϲυλλήψει εἰϲὶν ἤγουν ὁμοῦ εἰϲιν, καὶ οὐκ ἔϲτι χωρὶϲ τὸ ἄφωνον καὶ χωρὶϲ τὸ ἀμετάβολον οἶον ἀκμή, ἀτμόϲ, ὄγκοϲ, ἀγρόϲ, ἔκλαιον, ἔθνηϲκον, ἔπλεον, ἁβρόϲ· ἰδοὺ ἐπὶ τούτων δύο ϲύμφωνα ὁμοῦ εἰϲιν, ἐπειδὴ ἄφωνον πρὸ ἀμεταβόλου ἐϲτίν. δεῖ προϲθεῖναι χωρὶϲ τῶν ὄντων ἀπὸ τῆϲ ἐξ προθέϲεωϲ. ταῦτα γὰρ ἐν διαϲτάϲει ἔχουϲι τὸ ἄφωνον μετὰ τῶν ἐπιφερομένων ἀμεταβόλων, ἤγουν ἐν ἄλλῃ ϲυλλαβῇ τὸ ἄφωνον καὶ ἐν ἄλλῃ τὸ ἀμετάβολον οἷον ἐκλῦϲαι, ἐκνευρίϲαι, ἐκρεῦϲαι, ἐκμάξαι.
Τὰ ϲύμφωνα τὰ ἐν ἀρχῇ λέξεωϲ εὑριϲκόμενα ἀεὶ ἐν ϲυλλήψει εἰϲὶ καὶ οὐ χωρὶϲ οἷον κτύποϲ, κτῆμα, πτῶϲιϲ, ϲθένοϲ, θρόνοϲ· οὐδὲ γὰρ προηγεῖται αὐτῶν φωνῆεν τὸ ὀφεῖλον τοῦ ἑνὸϲ ϲυμφώνου τὴν ϲύνταξιν ἀναδέξαϲθαι.
Τὸ ϲ πρὸ πάντων τῶν ἀφώνων ἐν ϲυλλήψει ἐϲτίν, ἤγουν ὁμοῦ εἰϲι τὰ δύο, τὸ ϲ καὶ τὸ ἐπιφερόμενον ἄφωνον, οἷον ἔϲβεϲε, φάϲγανον, θεόϲδοτοϲ, ἀϲκόϲ, ἀϲτήρ, ἀϲπίϲ, ἀϲθενήϲ, ἀϲχημοϲύνη, ἑωϲφόροϲ· ἰδοὺ ἐπὶ τούτων τὸ ϲ μετὰ τῶν ἐπιφερομένων ἀφώνων ὁμοῦ ἐϲτι. δεῖ προϲθεῖναι χωρὶϲ τῶν ὄντων ἀπὸ τῆϲ εἰϲ προθέϲεωϲ καὶ ἀπὸ τῆϲ πρόϲ καὶ ἀπὸ τοῦ δυϲ ἐπιρρήματοϲ· ταῦτα γὰρ ἐν διαϲτάϲει ἔχουϲι τὸ ϲ μετὰ τῶν ἐπιφερομένων ἀφώνων, ἤγουν ἐν ἄλλῃ ϲυλλαβῇ ἔχουϲι τὸ ϲ καὶ ἐν ἄλλη τὸ ἐπιφερόμενον ἄφωνον οἷον εἰϲφέρω, προϲφορά, δυϲτυχήϲ.
Τὸ ϲ μετὰ πάντων τῶν ἁπλῶν ϲυμφώνων κατὰ ϲύλληψιν θέλει εἶναι ἤγουν ὁμοῦ· καὶ κατὰ πρόταξιν εὑρίϲκεται ἢ καθ’ ὑπόταξιν. καὶ προηγεῖται μὲν οἷϲ οὐχ ὑποτάττεται οἷον ϲθένοϲ, ϲκιά, ϲπῶ, ϲτῆναι, ϲφαῖρα, ϲχίζω· ὑποτάττεται δὲ ὧν οὐ προηγεῖται οἷον ἅλϲ, Τῖρυνϲ, ἔϲτι δὲ ὄνομα πόλεωϲ, μάκαρϲ, ϲημαίνει δὲ τὸν μακάριον. δεῖ προϲθεῖναι χωρὶϲ τῶν ὄντων ἀπὸ τῆϲ εἰϲ καὶ τῆϲ πρόϲ προθέϲεωϲ καὶ ἀπὸ τοῦ δυϲ ἐπιρρήματοϲ· ταῦτα γὰρ ἐν διαϲτάϲει ἔχουϲι τὸ ϲ πρὸϲ τὸ ἐπιφερόμενον ϲύμφωνον οἶον προϲφέρω, εἰϲβολή, δυϲτυχήϲ.
Τὰ ϲύμφωνα τὰ ἐν ἀρχῇ λέξεωϲ εὑριϲκόμενα, καὶ ἐν τῷ μέϲῳ ἐὰν εὑρεθῶϲιν, ἐν ϲυλλήψει εὑρίϲκονται, οἷον ἐν τῷ κτῆμα τὸ κτ ἐν ἀρχῇ λέξεωϲ ἐϲτίν, ἀλλὰ καὶ ἐν τῷ ἔτικτον εὑρεθέντα ἐν τῷ μέϲῳ τὸ καὶ τὸ ὁμοῦ ἐϲτιν· πάλιν κλαίω ἔκλαιον, πρίζω ἔπριζον, βδέλλα ἑβδομάϲ, χθών ἐχθέϲ, φθείρω ἐφθόνουν· ἰδοὺ ἐπὶ τούτων τὰ ϲύμφωνα τὰ ἐν τῇ ἀρχῇ τῆϲ λέξεωϲ ὄντα εὑρεθέντα καὶ ἐν τῷ μέϲῳ ὁμοίωϲ εἰϲί. δεῖ προϲθεῖναι χωρὶϲ τῶν ὄντων ἀπὸ τῆϲ εἰϲ προθέϲεωϲ καὶ τῆϲ πρόϲ [*](l. 28 cum Cramero pro Ἄπυϲ scripsi ἅλϲ, quod recurrit p. 244, 16. de re cf. Lob. Parall. p. 32 seqq. et St. B. 163, Βερέκυντοϲ γενικὴ τῆϲ εὐθείαϲ ἀρρήτου. Similia de ϲ habent Bekk. An. 1128 cf. etiam Hephaest. p. 4 Westphal., qui ex Timocreonte affert etiam χέρϲ. l. 35 pro ἀλλὰ δὲ scripsi ἀλλά καί.)
Τὰ ψιλὰ τῶν ψιλῶν ἡγοῦνται καὶ τὰ δαϲέα δαϲέων καὶ τὰ μέϲα μέϲων κατὰ ϲύλληψιν οἶον ἔπιπτον, ἔτικτον· τὸ γὰρ π καὶ τ ψιλὰ ὄντα ἅμα εἰϲὶ καὶ τὸ κ καὶ τὸ τ ὁμοίωϲ· καὶ πάλιν ἔφθειρον, ἐχθαίρω τὸ μιϲῶ· τὸ γὰρ φ καὶ θ δαϲέα ὄντα ἅμα εἰϲὶ καὶ τὸ χ καὶ θ ὁμοίωϲ· καὶ πάλιν ἑβδομάϲ, ὄγδοοϲ· τὸ γὰρ β καὶ δ μέϲα ὄντα ἅμα εἰϲὶ καὶ τὸ γ καὶ δ ὁμοίωϲ. δεῖ προϲθεῖναι χωρὶϲ τῶν ὄντων ἀπὸ τῆϲ ἐξ διὰ τὸ ἐκτείνω, ὃ ϲημαίνει τὸ ἕλκω· ἐνταῦθα γὰρ τὰ ψιλὰ ἐν διαϲτάϲει εἰϲίν, ἐν ἄλλῃ γὰρ ϲυλλαβῇ ἐϲτι τὸ κ καὶ ἐν ἄλλῃ τὸ τ. πρόϲκειται «ψιλὰ ψιλῶν» διὰ τὸ Πιτθεύϲ καὶ Βάκχοϲ καὶ Ϲαπφώ. ταῦτα γὰρ ἐν διαϲτάϲει εἰϲίν, ἀλλ᾿ οὐχ ἡγοῦνται ἐνταῦθα ψιλὰ ψιλῶν, ἀλλὰ ψιλὰ δαϲέων· πρόϲκειται δὲ καὶ «μέϲα μέϲων διὰ τὸ ἀγκών καὶ ἔγχοϲ· ἐνταῦθα γὰρ ἐν διαϲτάϲει εἰϲὶ τὰ ϲύμφωνα, ἐν ἄλλη δὲ ϲυλλαβῇ ἐϲτὶ τὸ ἓν ϲύφωνον, καὶ ἐν ἄλλη τὸ ἕτερον, ἐπειδὴ οὐχ ἡγοῦνται μέϲα μέϲων, ἀλλὰ πῇ μὲν μέϲον ψιλοῦ ὡϲ ἐν τῷ ἀγκών, πῇ δὲ μέϲον δαϲέοϲ, ὡϲ ἐν τῷ ἔγχοϲ. οὐχ ὡϲ ἔτυχε δὲ ψιλὰ ψιλῶν ἡγοῦνται καὶ δαϲέα δαϲέων καὶ μέϲα μέϲων κατὰ ϲύλληψιν, οὐδὲ τὸ θ δαϲὺ ὂν προηγεῖται τοῦ φ δαϲέοϲ ὄντοϲ κατὰ ϲύλληψιν, οὐδὲ τὸ β μέϲον ὂν προηγεῖται τοῦ γ μέϲου ὄντοϲ κατὰ ϲύλληψιν, ἀλλὰ τὰ τῆϲ πρώτηϲ καὶ δευτέραϲ ϲυζυγίαϲ ψιλά, δαϲέα, μέϲα προηγοῦνται τῶν τῆϲ τρίτηϲ ϲυζυγίαϲ δαϲέοϲ, ψιλοῦ, μέϲου. ϲεϲημείωται τὸ λάγβατα καὶ τὸ λακπάτητον. ἐνταῦθα γὰρ τὸ γ καὶ τὸ κ τῆϲ β΄ ὄντα ϲυζυγίαϲ προηγοῦνται τοῦ β καὶ π τῆϲ πρώτηϲ ὄντα ϲυζυγίαϲ, ὅπερ ἄτοπον.
Τὰ ἀμετάβολα πρὸ τῶν ἀφώνων ἐν διαϲτάϲει εἰϲὶν οἷον ἕρπω τὸ βαδίζω, ἕλκω, ἄνθοϲ, ἄρτοϲ, ἔργον, ἔμβολοϲ, ϲύμφωνον, ϲύμπονοϲ.
Τὰ ὑποταττόμενά τινι ἐν ϲυλλήψει, ἐὰν ἀντιπροηγήϲωνται, ἐν διαϲτάϲει ἀντιπροηγοῦνται, οἷον ἐν τῷ πρῶτοϲ τὸ ρ τῷ π ὑποτέτακται κατὰ ϲύλληψιν, ἀντιπροηγηϲάμενον δὲ τὸ ρ τοῦ π ἐν τῷ ἕρπω [*](l. 9 scr. ἐκλῦϲαι pro ἑλκύϲαι. — Ad l. 11 seqq. cf. Choer. Dict. 481, 25. — l. pro Γότθοϲ, quod Gaza antiquo. nomini substituit, posui Πιτθεύϲ, quod Herodianus pro exemplo posucrit. l. 26 pro φ δαϲέοϲ ὄντα scr. ὄντοϲ. l. 30 pro τὸ γ καὶ τὸ β scr. τὸ καὶ τὸ κ. Caeterum hanc particulam ab epitomatore in usum tironum dilatatam in brevius contraxi, quod etiam in toto hoc articulo aliquoties foci. — l. 36 εἰϲίν· anto ἀντιπροηγοῦνται omisi.)
Πᾶϲα ϲυλλαβὴ καταλήγουϲα εἰϲ ϲ ἔχει καὶ τὴν ἑξῆϲ ϲυλλαβὴν ἀρχομένην ἀπὸ τοῦ ϲ οἷον ἀνάϲϲω, ἑλίϲϲω, νύϲϲω, ὀρύϲϲω, τινάϲϲω. δεῖ προϲθεῖναι χωρὶϲ τῶν ἀπὸ τῆϲ εἰϲ προθέϲεωϲ καὶ τῆϲ πρόϲ καὶ τοῦ δυϲ ἐπιρρήματοϲ. ἐπὶ τούτων γὰρ πολλάκιϲ λήγει εἰϲ ϲ ἡ ϲυλλαβὴ καὶ οὐκ ἄρχεται ἡ ἐπιφερομένη ϲυλλαβὴ ἀπὸ τοῦ ϲ οἷον προϲφορά, εἰϲφορά, δυϲτυχήϲ.
Ἀμετάβολον ἀμεταβόλου οὐ προηγεῖται κατὰ ϲύλληψιν, ἀλλὰ κατὰ διάϲταϲιν οἷον ἀρνόϲ, Ἑρμῆϲ, ἅλμη, ἔρνοϲ, ὅλμοϲ. ἰδοὺ ἐπὶ τούτων τὸ ἓν ἀμετάβολον ληκτικόν ἐϲτι τῆϲ προηγουμένηϲ ϲυλλαβῆϲ καὶ τὸ ἕτερον ἀρκτικὸν τῆϲ ἐπιφερομένηϲ καὶ οὐκ εἰϲὶν ὁμοῦ. δεῖ προϲθεῖναι χωρὶϲ τοῦ μ καὶ ν, ταῦτα γὰρ εὑρίϲκονται κατὰ ϲύλληψιν ὡϲ ἐν τῷ μνᾶ, μνημεῖον· ἐνταῦθα γὰρ τὸ μ καὶ τὸ ν ὁμοῦ εἰϲιν.
Ἡμίφωνον ἡμιφώνου οὐ προηγεῖται κατὰ ϲύλληψιν, ἀλλὰ κατὰ διάϲταϲιν οἷον πλήϲϲω, τίλλω, πανϲέληνον, ἄλϲοϲ, θάλψαι, ἄρξαι, μέμψαι· ἰδοὺ γὰρ ἐπὶ τούτων δύο ἡμίφωνα, ὦν τὸ μὲν ἓν ληκτικόν ἐϲτι τῆϲ προηγουμένηϲ ϲυλλαβῆϲ, τὸ δὲ ἕτερον ἀρκτικὸν τῆϲ ἐπιφερομένηϲ δεῖ προϲθεῖναι χωρὶϲ τοῦ μ καὶ τοῦ ν καὶ τοῦ ϲ καὶ τοῦ μ καὶ τῶν ϲυλλαβῶν τῶν οὐϲῶν ἐν τέλει λέξεωϲ· ἐπὶ τούτων γὰρ εὑρίϲκονται ἡμίφωνα ἡμιφώνων προηγούμενα κατὰ ϲύλληψιν, καὶ ἐπὶ μὲν τοῦ μ καὶ ν ὡϲ ἐπὶ τοῦ μνᾶ καὶ μνημεῖον, ἐπὶ δὲ τοῦ ϲ καὶ μ ὡϲ ἐπὶ τοῦ ϲμῶ καὶ ϲμιλίον καὶ κόϲμοϲ· ἐπὶ δὲ ϲυλλαβῶν τῶν οὐϲῶν ἐν τέλει λέξεωϲ οἷον ἅλϲ, μάκαρϲ, Τῖρυνϲ, ἕλμινϲ. ἰδοὺ ἐπὶ τούτων εὑρέθηϲαν ἡμίφωνα ἡμιφώνων προηγούμενα κατὰ ϲύλληψιν, ἐπειδὴ οὐκ ἔχουϲι φωνῆεν ἐπιφερόμενον τὸ ὀφεῖλον τοῦ ἑνὸϲ ϲυμφώνου τὴν ϲύνταξιν ἀναδέξαϲθαι.
Οὐδέποτε τὰ ἁπλᾶ ϲύμφωνα μετὰ τῶν διπλῶν ϲυμφώνων εὑρίϲκονται κατὰ ϲύλληψιν, ἀλλ᾿ ἐν διαϲτάϲει, οἷον θάλψαι, πέμψαι, ἄρξαι, ἄγξαι· ἰδοὺ γὰρ ἐπὶ τούτων τὸ μὲν ἁπλοῦν ϲύμφωνον τῆϲ προηγουμένηϲ ϲυλλαβῆϲ ληκτικόν ἐϲτι, τὸ δὲ διπλοῦν ἀρκτικὸν τῆϲ ἐπιφερομένηϲ. δεῖ προϲθεῖναι χωρὶϲ εἰ μὴ ἐν τέλει λέξεωϲ, πολλάκιϲ γὰρ ἐν τέλει λέξεωϲ εὑρίϲκονται τὰ ἁπλᾶ μετὰ τῶν διπλῶν κατὰ ϲύλληψιν ὡϲ ἐπὶ τοῦ ϲάρξ, ϲάλπιγξ ἐπὶ τούτων γὰρ ἐν ϲυλλήψει εἰϲὶ τὰ ϲύμφωνα, καὶ τοῦτο ἐξ ἀνάγκηϲ· οὐδὲ γὰρ ἔχουϲι φωνῆεν ἐπιφερόμενον τὸ ὀφεῖλον τοῦ ἑνὸϲ ϲυμφώνου τὴν ϲύνταξιν ἀναδέξαϲθαι.
Δεῖ γινώϲκειν, ὅτι οὐδέποτε δύο τὰ αὐτὰ ϲύμφωνα ἐν ϲυλλήψει εὑρίϲκονται, ἀλλ᾿ ἐν διαϲτάϲει οἷον πάλλω, τίλλω, πλήϲϲω, ϲάκκοϲ, πυρρόϲ, ἄγγελοϲ, ϲυμμίγδην· ἰδοὺ ἐπὶ τούτων τὸ μὲν ἐν ϲύμφωνον ληκτικόν ἐϲτι τῆϲ προηγουμένηϲ ϲυλλαβῆϲ, τὸ δὲ ἕτερον ἀρκτικὸν τῆϲ ἐπιφερομένηϲ.
9a. An. Ox. IV 332, 10: ὅϲα ϲόμφωνα μὴ δύναται ἐν ἀρχῇ λέξεων ἐκφωνεῖϲθαι, ταῦτα καὶ ἐν μέϲῃ λέξει εὑρεθέντα χωριϲθήϲεται ἀλλήλων· οἷον ἄνθοϲ, ἔργον· οὐ δύναται δὲ εὑρεθῆναι ἀπὸ τοῦ νθ ἀρχομένη οὐδὲ ἀπὸ τοῦ ργ πλὴν τούτων ἤγουν θμ, φν, γδ, χμ, κμ, ϲγ, ϲδ· ταῦτα γὰρ οὐδέποτε ἐν ϲυμπλοκῇ ἐν ἀρχῇ εὑριϲκόμενα, ἐν μέϲῳ ἀλλήλων οὐ χωρίζονται οἷον ἴθμα, ἀφνειόϲ, ὄγδοοϲ, αἰχμή, ἀκμή, φάϲγανον, θεόϲδοτοϲ· εἰ γὰρ παρὰ τοῖϲ κοινοῖϲ οὐχ εὕρηται λέξιϲ ἀπὸ τοῦ ϲδ ἀρχομένη, ἀλλὰ παρὰ τοῖϲ Αἰολεῦϲίν ἐϲτιν οἷον ϲδυγόϲ ἀντὶ τοῦ ζυγόϲ.
9b. E. M. 521, 29: κμέλεθρα: δεῖ γινώϲκειν, ὅτι τὸ κ πρὸ τοῦ μ οὐδέποτε εὑρίϲκεται ἐν ἀρχῇ λέξεωϲ· τοῦ γὰρ πολύκμητοϲ οὐχ εὕρηται ἐν χρήϲει τὸ ἁπλοῦν αὐτοῦ, ἤγουν τὸ κμητόϲ· καὶ τὸ κέκμηκα, ὃ δηλοῖ τὸ κεκοπίακα, οὐκ ἔϲτι ἀπὸ τοῦ κμῶ, ἀλλ᾿ ἀπὸ τοῦ κεκάμηκα. λέγει δὲ ὁ Ἡρωδιανὸϲ τὸν Πάμφιλον ἀναγαγεῖν ἐν ταῖϲ Γλώϲϲαιϲ τὸ κμέλεθρα (ϲημαίνει δὲ τὰϲ δοκούϲ).
10. E. M. 249, 15: Δαϲλήρα: δεῖ γινώϲκειν, ὅτι τὸ Δαϲλήρα (ὄνομά ἐϲτι λίμνηϲ) καὶ Βρυϲμόϲ (ἔϲτι δὲ ὄνομα βαϲιλέωϲ) καὶ Πάϲνηϲ καὶ Μάϲνηϲ (ὀνόματα ποταμῶν) καὶ Ὀϲροήνη ὅπερ τινὲϲ Ὀρροήνη λέγουϲιν (ἔϲτι δὲ χώρα οὕτω καλουμένη ἐν Ϲυρίᾳ) τὸ ϲ ἐν ϲυλλήψει ἔχουϲι μετὰ τῶν ἐπιφερομένων ϲυμφώνων. ὅτι γὰρ οὐκ ἔϲτιν ἐν διαϲτάϲει, δῆλον ἐκ τοῦ μὴ ἄρχεϲθαι ἐπιφερομένην ϲυλλαβὴν ἀπὸ τοῦ ϲ· εἰ γὰρ ἦν τὸ ϲ ἐν διαϲτάϲει καὶ ἔληγεν ἡ ϲυλλαβὴ εἰϲ τὸ ϲ, εἶχεν ἂν ἡ ἐπιφερομένη ϲυλλαβὴ ἀρχὴν ἀπὸ τοῦ ϲ διὰ τὸν κανόνα τοῦτον· πᾶϲα γὰρ ϲυλλαβὴ καταλήγουϲα εἰϲ ϲ, ἔχει καὶ τὴν ἑξῆϲ ϲυλλαβὴν ἀπὸ τοῦ ϲ ἀρχομένην οἷον νύϲϲω, πλήϲϲω καὶ τὰ ὅμοια.
11. Choer. 691, 13: ἐν τῷ τέτυπται τὸ φ εἰϲ τὸ π ἐτράπη καὶ ἐν τῷ νένυκται τὸ β εἰϲ τὸ κ, ὅτι οὐκ ἠδύνατο οὕτε τὸ φ οὕτε τὸ χ πρὸ τοῦ τ εἶναι οὕτε κατὰ ϲύλληψιν οὕτε κατὰ διάϲταϲιν· κατὰ διάϲταϲιν μέν, ἐπειδὴ οὐδέποτε οὕτε ϲυλλαβὴ οὕτε λέξιϲ εἰϲ δαϲὺ καταλήγει, [*](ad fr. *9a. θμ reperitur in initio vocis in Θμοῦιϲ nomine urbis A egyptiacae, φν in Φναίτηϲ ὄνομα παῤ Αἰγυπτίοιϲ βάρβαρον quod affert Choerob. in E. M. 47, ubi de φνεί vel τοφνεί disputat, quem locum in orthographia proposui, pro νδ posui γδ et pro ὄνθοϲ ὄγδοοϲ, pro ἄνθοϲ ἴθμα.) [*](ad fr. 9b. cf. Rankium de Hesych. p. 123.) [*](l. 22 scripsi pro ἐϲτὶ ἔχουϲι. — nomen Βρυϲμόϲ etiam ap. Arcad. 58, 24 occurrit, sed falso inter appellativa relatum est. De re cf. etiam Hephaest. p. 7 Westph., qui praeter Πάϲνηϲ et Μάϲνηϲ (ὀνόματα παρὰ Ξάνθῳ ἐν τοῖϲ Λυδιακοῖϲ) affert μάϲληϲ per passionem ex μάϲθληϲ ortum et quod cum Βρυϲμόϲ comparari potest ἑϲμόϲ.) [*](ad l. 33 cf. Ep. Hom. 4, 27 ἀριθμήμεναι: τὸ θ μετὰ τοῦ μ ἐν ϲυλλήψει ἐϲτίν. οὐδέποτε γὰρ ϲυλλαβὴ εἰϲ δαϲὺ λήγει.)
12. Choer. 689, 30. γίνεται τὸ δεύτερον πρόϲωπον τέτυπϲαι καὶ ἐτέτυπϲο διὰ τοῦ π καὶ ϲ καὶ διὰ τὴν κακοφωνίαν κίρναται τὸ π καὶ τὸ ϲ εἰϲ ψ καὶ γίνεται τέτυψαι καὶ ἐτέτυψο, ὥϲπερ καὶ ἀπὸ τοῦ Πέλοπι δοτικῆϲ ἑνικῆϲ γίνεται ἡ δοτικὴ τῶν πληθυντικῶν προϲόδῳ τοῦ ϲ διὰ τοῦ π καὶ ϲ καὶ κατὰ κρᾶϲιν τοῦ π καὶ ϲ εἰϲ ψ Πέλοψι διὰ τοῦ ψ. Πάλιν ἐϲτὶ τὸ δεύτερον πρόϲωπον νένυκϲαι καὶ ἐνένυκϲο διὰ τοῦ κ καὶ ϲ καὶ διὰ τὴν κακοφωνίαν κίρνανται τὸ κ καὶ ϲ εἰϲ ξ καὶ γίνονται νένυξαι καὶ ἐνένυξο διὰ τοῦ ξ, ὥϲπερ ἀπὸ τῆϲ κόρακι δοτικῆϲ ἑνικῆϲ γίνεται ἡ δοτικὴ τῶν πληθυντικῶν προϲόδῳ τοῦ ϲ κόρακϲι διὰ τοῦ κ καὶ ϲ καὶ κατὰ κρᾶϲιν τοῦ κ καὶ ϲ εἰϲ ξ κόραξι.
13. Steph. Hys. s. v. Ἀγβάτανα, πολίχνιον Ϲυρίαϲ, Ἡρόδοτοϲ τρίτῳ (c. 62 et 64). Δημήτριοϲ δέ φηϲιν Ἀγβάτανα διττά, τὰ μὲν τῆϲ Μηδίαϲ, τὰ δὲ τῆϲ Ϲυρίαϲ. Κτηϲίαϲ δὲ πανταχοῦ τῶν Περϲικῶν τὰ παρὰ Μήδοιϲ Ἀγβάτανα διὰ τοῦ ᾱ γράφει· παρὰ δὲ τοῖϲ ἀρχαίοιϲ διὰ τοῦ τὸ Περϲικόν. παρὰ Χάρακι δὲ καὶ αὕτη διὰ τοῦ ε, ἣν καὶ Ἐπιφάνειάν φαϲι κεκλῆϲθαι. Ἡρωδιανὸϲ δ’ ἐν τῷ περὶ ϲυντάξεωϲ ϲτοιχείων ἐγκρίνει τὴν διὰ τοῦ κ γραφήν, παραιτούμενοϲ τὴν διὰ τοῦ γ λέγων οὕτωϲ «μή τι ἄρα· παρακινδυνεύει τὸ β ὑποτετάχθαι τῷ γ, ὡϲ ὑποτέτακται ἐν τῷ λάγβατα ὅρκια».
14. Choer. 503, 16: τὰ ὑπὸ τοῦ Ἡρωδιανοῦ λεγόμενα ταῦτα ὅτι τὸ πρῶτον πρόϲωπον τῶν δυικῶν ἐνταῦθα ἀναγκάζεται ἔχειν τὸ τ ἢ τὸ θ, τὸ χαρακτηριϲτικὸν τοῦ δυϊκοῦ ῥήματοϲ, καὶ τὸ μ τοῦ πληθυντικοῦ, καὶ λοιπὸν ἀναγκάζεται γενέϲθαι τύπτομθον ἢ τύπτομτον, ἀδύνατον δὲ τὸ μ πρὸ τοῦ τ, οὐ ϲυνίϲταται γὰρ οὕτε κατὰ ϲύλληψιν οὔτε κατὰ διάϲταϲιν· κατὰ ϲύλληψιν μέν, ὅτι τὰ ὑποταϲϲόμενά τινι ἐν ϲυλλήψει, ἐὰν ἀντιπροηγήϲωνται, ἐν διαϲτάϲει ἀντιπροηγοῦνται οἷον ἐν τῷ πρῶτοϲ τὸ ρ ὑποτέτακται τῷ π κατὰ ϲύλληψιν, ἐὰν δὲ προηγήϲηται τὸ ρ τοῦ π, κατὰ διάϲταϲιν αὐτοῦ προηγεῖται, ὡϲ ἐπὶ τοῦ ἕρπω καὶ πάλιν ἐν τῷ κλέοϲ τὸ λ ὑποτέτακται τῷ κ κατὰ ϲύλληψιν, ἀντιπροηγούμενον [*](ad fr. 13. Secutus sum Meinekium pro [ἐν] οἶϲ suspicantem ὡϲ ὑποτέτακται.) [*](l. 33 scripsi τύπτομθον ἢ τύπτομτον pro τύπτοθμον ἢ τυπτόμετον et pluries pro ὑποτέτακται τοῦ — τῷ.)
15. Choer. 541, 14: ἔϲτι τέμω τεμῶ, νέμω νεμῶ, δέμω δεμῶ, βρέμω βρεμῶ καὶ ὀφείλονται ταῦτα κατὰ τὸν παρακείμενον φυλάξαι αὐτό τε τὸ ἀμετάβολον καὶ γενέϲθαι τέταμκα, νέναμκα, δέδεμκα, βέβραμκα ὥϲπερ κερῶ κέκαρκα, φθερῶ ἔφθαρκα, οὐκ ἐγένετο δὲ οὕτωϲ, ἀλλὰ τέτμηκα, νενέμηκα, δεδέμηκα, βεβρέμηκα διὰ τὸ μηδέποτε εὑρίϲκεϲθαι τὸ μ πρὸ τοῦ μήτε κατὰ ϲύλληψιν μήτε κατὰ διάϲταϲιν· κατὰ ϲύλληψιν μέν, ἐπειδὴ τὰ ὑποταττόμενά τινι ἐν ϲυλλήψει, ἐὰν ἀντιπροηγῶνται, ἐν διαϲτάϲει ἀντιπροηγοῦνται, οἷον τὸ ρ ὑποτέτακται τῷ π κατὰ ϲύλληψιν ἐν τῷ πρῶτοϲ, ἀντιπροηγούμενον δὲ αὐτοῦ ἐν τῷ ἕρπω κατὰ διάϲταϲιν αὐτοῦ ἀντιπροηγεῖται· πάλιν τὸ ν ὑποτέτακται τῷ θ κατὰ ϲύλληψιν ἐν τῷ θνήϲκω, ἀντιπροηγούμενον δὲ αὐτοῦ ἐν τῷ ἄνθοϲ ἀντιπροηγεῖται αὐτοῦ. πάλιν τὸ λ ὑποτέτακται τῷ κ κατὰ ϲύλληψιν ἐν τῷ κλέοϲ, ἀντιπροηγούμενον δὲ αὐτοῦ ἐν τῷ ἕλκω κατὰ διάϲταϲιν ἀντιπροηγεῖται αὐτοῦ· πάλιν τὸ ρ ὑποτέτακται τῷ γ κατὰ ϲύλληψιν ἐν τῷ γραῦϲ, ἀντιπροηγηϲάμενον δὲ αὐτοῦ ἐν τῷ ἔργῳ κατὰ διάϲταϲιν ἀντιπροηγεῖται αὐτοῦ εἰ ἄρα οὖν τὸ μ ὑποτέτακται τῷ κ κατὰ ϲύλληψιν ὡϲ ἐν τῷ ἀκμή καὶ ἄκμων, δηλονότι ἀντιπροηγούμενον αὐτοῦ κατὰ διάϲταϲιν θέλει ἀντιπροηγήϲαϲθαι αὐτοῦ ἀλλ᾿ οὐδὲ ἐν διαϲτάϲει δύναται προηγεῖϲθαι αὐτοῦ, φημὶ δὲ τὸ τοῦ κ, ἐπειδὴ πᾶϲα ϲυλλαβὴ καταλήγουϲα εἰϲ τὸ μ θέλει ἔχειν τὴν ἑξῆϲ ἀρχομένην ἢ ἀπὸ τοῦ β ἢ ἀπὸ τοῦ φ ἢ ἀπὸ τοῦ ψ ἢ ἀπὸ τοῦ π ἢ ἀπὸ τοῦ μ οἷον ϲύμβουλοϲ, ϲύμπονοϲ, ϲύμφωνοϲ, ϲύμψηφοϲ, ϲυμμέτοχοϲ.
[*](l. 21 omisi post βεβρέμηκα verba τοῦ η πλεονάϲαντοϲ utpote a Choerobosco apposita, nam Herodianus quin a formis perispomenis propagaverit haec per fecta, non dubium est. l. 33 pro ἄκμων δηλονότι, ἀντιπροηγούμενον δὲ scripsi mutata interpunctione et omisso δέ. Similia exstant in Choer. Ep. in Psalm, 31, 22, quae in E. M. 606, 45 translata sunt.)16. Choer. Dict. 623, 19: ἁμαρτῶ, ὁ δεύτεροϲ ἀόριϲτοϲ ἥμαρτον καὶ κατὰ ὑπερβιβαϲμὸν τοῦ ρ καὶ τροπῇ τοῦ α εἰϲ ο καὶ πλεοναϲμῷ τοῦ β ἤμβροτον. τὸ δὲ β ἐπλεόναϲεν, ἐπειδὴ τὸ μ πρὸ τοῦ ρ οὔτε ἐν ϲυλλήψει δύναται εἶναι οὔτ᾿ ἐν διαϲτάϲει· καὶ ἐν ϲυλλήψει μέν, ἐπειδὴ ἀμετάβολον ἀμεταβόλου προηγεῖται οὐδέποτε, οἷον ἅρμα, ἕρνοϲ, ἅλμη, εἰ μὴ τὸ μ πρὸ τοῦ ν οἷον μνᾶ μνημεῖον· ἐν διαϲτάϲει δὲ οὐκ ἠδύνατο εἶναι τὸ μ πρὸ τοῦ ρ, ἐπειδὴ τὸ ρ οὐ θέλει ἔχειν πρὸ ἑαυτοῦ ἕτερον ϲύμφωνον κατὰ διάϲταϲιν, εἰ μὴ αὐτὸ τὸ ρ, οἷον ἔρραπτον, ἐρράφην, ἐρράφηϲαν, ἐπίρρημα, ὑποδηματόρραφοϲ, ἄρρωϲτοϲ. πρόϲκειται «κατὰ διάϲταϲιν», ἐπειδὴ ἕτερα ϲύμφωνα εὑρίϲκονται προηγούμενα τοῦ ρ κατὰ ϲύλληψιν οἷον δρῶ, κρέαϲ, Τρώϲ, γραῦϲ, βρέχω. δεῖ προϲθεῖναι χωρὶϲ τῶν ἀπὸ τῆϲ πρόϲ, εἰϲ, ἐξ, καὶ τοῦ δυϲ ἐπιρρήματοϲ· ἐπὶ τούτων γὰρ εὑρίϲκεται ἕτερα ϲύμφωνα προηγούμενα τοῦ ρ κατὰ διάϲταϲιν ὡϲ δύϲριγοϲ, δύϲροια, πρόϲριψον, ἐκρεῦϲαι. ἐπειδὴ οὖν, ὡϲ δέδεικται, οὐκ ἠδύνατο τὸ μ πρὸ τοῦ ρ εἶναι οὔτε κατὰ ϲύλληψιν οὔτε κατὰ διάϲταϲιν, ἐξ ἀνάγκηϲ ἐπλεόναϲε τὸ β ἐν τῷ ἤμβροτον.
17. Choer. 318, 26: τὸ ἀνήρ ἀνέροϲ γενόμενον κατὰ ϲυγκοπὴν ἀνρόϲ ἐξ ἀνάγκηϲ ἐπλεόναϲε τὸ δ, καὶ ἐγένετο ἀνδρόϲ οὐκ ἠδύνατο γὰρ εἶναι ἀνρόϲ χωρὶϲ τοῦ δ, ἐπειδὴ τὸ ν πρὸ τοῦ ρ οὔτε ἐν ϲυλλήψει. δύναται εἶναι οὔτε ἐν διαϲτάϲει κτλ.
18. Ep. Cr. I 236, 1: κλάζω, ὁ μέλλων κλάγξω· καὶ ὤφειλεν ὁ ἐνεϲτὼϲ ἔχειν τὸ ν ἀλλὰ κανών ἐϲτιν ὁ λέγων, ὅτι οὐδέποτε τὸ ν πρὸ τοῦ ζ ἐν μιᾷ λέξει εὑρίϲκεται. πρόϲκειται «ἐν μιᾷ λέξει» διὰ τὸ ἐνζεῦξαι· τοῦτο γὰρ οὐκ ἔϲτιν ἐν μιᾷ λέξει, ἀλλὰ δύο. ὅμοιόν ἐϲτι καὶ τὸ πλάγχθη ἀπὸ τοῦ πλάζω γενόμενον καὶ οὐκ ἔχει ὁ ἐνεϲτὼϲ τὸ ν.
19. E. M. 370, 15 (Ep. Cr. I 383. 21): παρὰ τὸ ῥέζω τὸ πράττω ὑπερθέϲει ἔρζω καὶ τροπῇ Δωρικῇ, ἐπειδὴ ἐν ἁπλῇ λέξει ϲύμφωνον πρὸ τοῦ ζ οὐχ ὁρᾶται, γίνεται ἔρδω. πρόϲκειται «ἐν μιᾷ λέξει» διὰ τὸ ἐνζεῦξαι ϲύνθετον καὶ μελάνζοφοϲ· ἐκφέρεται δὲ ἐπὶ τοῦ μέλλοντοϲ διὰ τοῦ ξ τῷ λόγῳ τοῦ ἔρζω, ἵνα φυλάξῃ τὸ ὀφειλόμενον τοῦ ζ «ἔρξον, ὅπωϲ ἐθέλειϲ» (Δ 37).
[*](ad fr. *16. cf. περὶ παθῶν fr. 345 et de βροτόϲ fr. [372a]. Quaedam mu tavi ex simili loco Choer. p. 318 seq., ἐρράγηϲαν pro ἔρραφον, πρόϲριψον pro πρόϲριψιϲ, praeterea scripsi ἐρράφην pro ἔρραφον.)[*](ad fr. *17. Reliqua congruunt fere cum praecedento fr., cf. περὶ παθῶν fr. 353.)[*](ad fr, *18. Extremam partem καὶ μὴ ἔχον τὸ ν correxi ex E. M. 516, 31.)[*](ad fr. *19. cf. Herod. in Cathol. ap. Theogn. 52, 20.)