Περὶ συντάξεως τῶν στοιχείων
Aelius Herodianus
Aelius Herodianus, Περὶ συντάξεως τῶν στοιχείων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868
20. Choer. 684, 17: ἐν μὲν τῷ ἔρραγκα καὶ μεμίαγκα καὶ μεμόλυγκα ἐνεργητικῷ παρακειμένῳ τὸ ν εἰϲ γ τρέπεται διὰ τὴν ἐπιφορὰν τοῦ κ· τὸ γὰρ ν ἐπιφερομένου τοῦ γ ἢ κ ἢ ξ ἢ χ ἐν μιᾷ λέξει εἰϲ τὸ γ τρέπεται οἷον ϲύγχυϲιϲ, ϲυγγενήϲ, ϲυγκληρονόμοϲ, ϲυγξηρᾶναι. πρόϲκειται «ἐν μιᾷ λέξει» διὰ τὸ ϲὺν Γεωργίῳ, ἐν χειρί· ἐνταῦθα γὰρ οὐκ ἐτράπη τὸ ν εἰϲ τὸ γ, ἐπιφερομένου γ ἢ χ· ἀλλ᾿ οὐκ ἀντίκεινται ἡμῖν, ἐπειδὴ οὐκ ἔϲτιν ἐν μιᾷ λέξει, ἀλλὰ δύο λέξειϲ εἰϲίν, ἐν παραθέϲει γάρ εἰϲιν. ἐν δὲ τῷ ἔρραμμαι καὶ μεμίαμμαι καὶ μεμόλυμμαι παθητικῷ παρακειμένῳ τὸ εἰϲ μ ἐτράπη διὰ τὴν ἐπιφορὰν τοῦ μ· τὸ γὰρ ν ἐπιφεροέμνου τοῦ π τοῦ β ἢ τοῦ φ ἢ τοῦ ψ ἢ αὐτοῦ τοῦ μ ἐν μιᾷ λέξει εἰϲ τὸ μ τρέπεται οἷον ϲύμβιοϲ, ϲύμπονοϲ, ϲύμφωνοϲ, ϲύμψηφοϲ, ϲυμμέτοχοϲ. πρόϲκειται «ἐν μιᾷ λέξει» διὰ τὸ ἐν Βυζαντίῳ, ϲὺν πολλοῖϲ. ἐνταῦθα γὰρ οὐ τρέπεται τὸ ν εἰϲ τὸ μ ἐπιφερομένου τοῦ β καὶ τοῦ π, ἐπειδὴ δύο μέρη τοῦ λόγου εἰϲίν· ἐν παραθέϲει γάρ εἰϲιν.
21. E. M. 215, 11: ἐγώνγα: πᾶϲα ϲυλλαβὴ εἰϲ ν λήγουϲα ἐν μιᾷ λέξει, ἐὰν ϲυντεθῇ μεθ᾿ ἑτέραϲ ϲυλλαβῆϲ ἀρχομένηϲ ἀπὸ τοῦ κ ξ χ τρέπει τὸ ν εἰϲ γ· πρόϲκειται «ἐν μιᾷ ϲυλλαβῇ» διὰ τὸ «ϲὺν Γεωργίῳ, ἐν κεφαλαίῳ»· δύο γὰρ μέρη λόγου εἰϲί. δεῖ δὲ γινώϲκειν, ὅτι τὸ ἐγώνγα καὶ ἰώνγα δοκοῦϲι τούτῳ τῷ κανόνι ἀντικεῖϲθαι. ἔϲτι γὰρ ἐγώ καὶ τοῦτο οἱ μὲν Δωριεῖϲ ἐγών λέγουϲιν, οἱ δὲ Βοιωτοὶ ἰών. εἶτα ταῦτα γίνεται κατ᾿ ἐπέκταϲιν ἐγώνγα καὶ ἰώνγα καὶ προφέρεται τὸ γα ἐν μιᾷ λέξει καὶ οὐ τρέπει τὸ ν εἰϲ γ. ἀλλ᾿ ἔϲτιν εἰπεῖν ταύτην τὴν ἀπολογίαν ὅτι ὥϲπερ τὸ ναί καὶ τὸ εἰ ἐπεκτείνεται καὶ γίνεται ναίχι καὶ εἴθε καὶ ἐφύλαξε τὴν αὐτὴν τάϲιν, ἣν εἶχον καὶ πρὸ τῆϲ ἐπεκτάϲεωϲ, τὸν αὐτὸν τρόπον καὶ τὸ ἐγών καὶ ἰών ἐπεκταθέντα καὶ γενόμενα ἐγώνγα καὶ ἰώνγα τὴν αὐτὴν ϲημαϲίαν ἐφύλαξε, λέγω δὴ τὴν πρὸ τῆϲ ἐπεκτάϲεωϲ, καὶ τὴν αὐτὴν τάϲιν, λέγω δὴ τὴν ὀξεῖαν. τούτου χάριν καὶ τὴν αὐτὴν γραφὴν ἐφύλαξε, λέγω δὴ τὸ ν.
22. Choer. 691, 33: ἐν τῷ μεμίανται καὶ μεμόλυνται τρίτῳ προϲώπῳ, ἐπειδὴ οὐκ ἐπιφέρεται ϲύμφωνον τὸ ὀφεῖλον τρέψαι αὐτό, τούτου χάριν ἐφυλάχθη τὸ ν· τὸ γὰρ τ ἐπιφέρεται· τὸ δὲ ν ἐπιφερομένου τοῦ ἢ θ ἢ ν φυλάττεται οἷον ἔνδον ἔνθα ἐντυχία καὶ ἔντευξιϲ.
[*](ad fr. 20. cf. E. Gud. 450, 20 (περὶ παθῶν fr. 42): ἔϲτι πᾶν καὶ κατ᾿ ἀναδιπλαϲιαϲμὸν πάμπαν, τὸ δὲ μ διά ϲύνταξιν. οὕτωϲ Ἡρωδιανόϲ.)[*](ad fr. *21. cf. περὶ παθῶν fr. 90.)[*](ad fr. *22. De κν in fine vocabuli illicitis cf. Herod. περὶ παθῶν ap. St. B. Πνύξ: ἔϲτι πύκνη πύκν. οὐ δύναται δὲ καταλῆξαι καὶ ὑπερετέθη τὸ ν καὶ ἐτράπη τὸ κ εἰϲ ξ πνύξ. ὑπέρθεϲιν ἄρα ἔχει διὰ τὴν κατάληξιν. — De λ ants ϲ cf. St. B. Μεϲημβρία: Μελϲημβρία ἡ Μέλϲου πόλιϲ καὶ διὰ τὸ εὐφωνότερον λέγεται Μεϲημβρία.)23. Choer. Dict. 514, Bekk. Anecd. (Schol. ad Dionys.) p. Τὸ ρ ἐνομίϲθη φωνῆεν εἶναι ἐκ τούτων τῶν κανόνων· τὸ ρ γὰρ μόνον ἐκ πάντων τῶν ϲυμφώνων δέχεται καὶ δαϲεῖαν οἷον ῥαπίζω, ῥάπτω, δέχεται καὶ ψιλὴν οἷον μέροϲ, φέρω ὥϲπερ τὰ φωνήεντα.
Τὰ δὲ εἰϲ α λήγοντα θηλυκά, ϲυνεϲταλμένον ἔχοντα τὸ α, ἐὰν μὲν ἔχωϲι πρὸ τοῦ α ϲύμφωνον, τρέπουϲι τὸ α εἰϲ η ἐν τῇ γενικῇ, οἷον μοῦϲα μούϲηϲ, δόξα δόξηϲ, δίψα δίψηϲ, ἐὰν δὲ φωνῆεν ἔχωϲι πρὸ τοῦ α, φυλάττουϲι τὸ α καὶ ἐν τῇ γενικῇ οἷον μαῖα μαίαϲ, Ἀντιόχεια Ἀντιοχείαϲ, Ἀλεξάνδρεια Ἀλεξανδρείαϲ. ὁμοίωϲ καὶ τὰ ἔχοντα τὸ ρ φυλάττουϲι τὸ α ἐν τῇ γενικῇ οἷον ϲφαῖρα ϲφαίραϲ, θύρα θύραϲ. δῆλον οὖν ὅτι οὐκ ἔϲτι ϲύμφωνον τὸ ρ, ἀλλὰ φωνῆεν, ὡϲ τὸ ἴδιον τῶν φωνηέντων ἀποτελοῦν. εἰ γὰρ ἦν ϲύμφωνον, οὐκ ὤφειλε τὸ α φυλαχθῆναι ἐν τῇ γενικῇ, ἀλλὰ τραπῆναι εἰϲ η.
Καὶ ἐξ ἄλλου δὲ λόγου δείκνυται τὸ ρ φωνῆεν ὑπάρχον. τὰ εἰϲ οϲ λήγοντα ἀρϲενικὰ ποιοῦντα κατ᾿ ἰδίαν θηλυκά, τουτέϲτι μὴ ὄντα κοινὰ τῷ γένει, διὰ τὸ ὁ φιλόϲοφοϲ καὶ ἡ φιλόϲοφοϲ, εἰ μὲν ἔχουϲι πρὸ τοῦ ο φωνῆεν, εἰϲ α ποιοῦϲι τὸ θηλυκὸν οἷον Βυζάντιοϲ Βυζαντία, Ῥόδιοϲ Ῥοδία, ἀλλότριοϲ ἀλλοτρία, μέτριοϲ μετρία· εἰ δὲ ϲύμφωνον ἔχουϲι πρὸ τοῦ ο, εἰϲ η ποιοῦϲι τὸ θηλυκὸν οἷον ϲοφόϲ ϲοφή, καλόϲ καλή, ἀγαθόϲ ἀγαθή, εἰ δὲ ἔχουϲι πρὸ τοῦ ο τὸ ρ, εἰϲ α ποιοῦϲι τὸ θηλυκὸν οἷον φοβερόϲ φοβερά, χλιαρόϲ χλιαρά, καθαρόϲ καθαρά. δῆλον οὖν ὅτι οὐκ ἔϲτι ϲύμφωνον τὸ ρ, ἀλλὰ φωνῆεν· εἰ γὰρ ἦν ϲύμφωνον, εἰϲ η ὤφειλε ποιῆϲαι τὸ θηλυκὸν καὶ οὐκ εἰϲ α.
Δείκνυται δὲ καὶ ἀπὸ τῆϲ Αἰολίδοϲ διαλέκτου τὸ ρ φωνῆεν. εἰώθαϲι γὰρ οἱ Αἰολεῖϲ φωνήεντοϲ ἐπιφερομένου προϲτιθέναι τὸ υ ὡϲ ἐπὶ τοῦ εὔαδε. καὶ πάλιν τὸ ἠώϲ ἀώϲ λεγόντων τῶν Δωριέων οἱ Αἰολεῖϲ λέγουϲιν αὔωϲ τὸ υ προϲτιθέντεϲ. καὶ πάλιν ἀάτην αὐάτην λέγουϲιν οἱ Αἰολεῖϲ. ϲυμφώνου δὲ ἐπιφερομένου οὐδέποτε προϲτιθέαϲι τὸ υ οἱ Αἰολεῖϲ· τὸ γὰρ νόϲοϲ νοῦϲοϲ καὶ Ὄλυμποϲ Οὔλυμποϲ ποιητικά εἰϲι καὶ οὐκ Αἰολικά. τοῦ δὲ ρ ἐπιφερομένου πολλάκιϲ προϲτιθέαϲι τὸ υ οἱ Αἰολεῖϲ οἷον αὔρηκτοϲ, ἄρηκτοϲ γάρ. δῆλον οὖν ὅτι φωνῆέν ἐϲτι καὶ οὐ ϲύμφωνον τὸ ρ.
Δείξομεν δὲ πάλιν, ὅτι τὸ ρ ϲύμφωνόν ἐϲτι καὶ οὐ φωνῆεν. Πῶϲ δέ; ὅτι πᾶν φωνῆεν καθ᾿ ἑαυτὸ φωνὴν ἀποτελεῖ, τὸ δὲ ρ οὐ δύναται [*](ad fr. 23. Alteram particulam de ρ aspirato et lenito fere iisdem verbis in Tryphonis tractatu περὶ τοῦ ρ ποῦ δαϲύνεται καὶ ψιλοῦται, quem Velsen in Ttyphonis fr. p. 9 ex MS bibliothecae Vindobonensis exhibuit, invenies, sed hoc non impedit, quominus sumamus Choeroboscum, unde nostra excerpsimus, ap. Gaisf. p. 516 coll. p. 905 et in Anecd. Ox. I 178, ex Herodiano, qui hic ut in omnibus fere scriptis antecessorum placita, si ipsi placebant, in usum suum converterit, petivisse. ln re congruit fere Arcad. 200, 21 cf. etiam Mon. 35, 6 cum Lehrsii annotatione.) [*](Prior de vi et natura literae ρ pars item a Ϲhoerobosco ll. cc. (An. Ox. IV)
Τὸ ρ ἀρχόμενον λέξεωϲ δαϲύνεϲθαι θέλει οἷον ῥώμη, ῥήτωρ, ῥαπίζω πλὴν τοῦ ’Ρᾶροϲ καὶ ’Ράριον πεδίον, μεταξὺ δὲ δύο φωνηέντων ἐν ἁπλῇ λέξει ψιλοῦϲθαι θέλει οἷον μέροϲ, φέρει, χαίρω. πρόϲκειται «ἐν ἁπλῇ λέξει» διὰ τὸ φιλοῥωμαῖοϲ καὶ μιϲοῥήτωρ. ἐνταῦθα γὰρ ἐπειδὴ οὐκ ἔϲτιν ἁπλῆ λέξιϲ, εμένει τὸ ρ δαϲυνόμενον καὶ φυλάττον τοῦ Ῥωμαῖοϲ καὶ ῥήτωρ τὴν δαϲεῖαν. πρόϲκειται δὲ «μεταξὺ δύο φωνηέντων διὰ τὸ ἀφῥόϲ καὶ ὠχῥόϲ. ἐνταῦθα γὰρ τὸ ρ δαϲύνεται, ἐπεὶ κανών ἐϲτιν ὁ λέγων, ὅτι τὸ ρ μετὰ τῶν δαϲέων δαϲύ ἐϲτι καὶ μετὰ τῶν ψιλῶν ψιλόν· μετὰ τῶν δαϲέων οἷον θῥόνοϲ, ἄφῥων, μετὰ δὲ τῶν ψιλῶν ψιλὸν οἷον κάπῤοϲ, ἄκῤοϲ, τῤόποϲ. τούτων οὖν χάριν προϲλαμβάνει ὁ παρατατικὸϲ ἕτερον ρ οἷον ἔῤῥαπτον ἐῤῥάπιζον, ἵνα φυλαχθῇ τὸ πνεῦμα τοῦ ἐνεϲτῶτοϲ καὶ δαϲυνθῇ. κανὼν γάρ ἐϲτιν ὁ λέγων, ὅτι ἐὰν εὑρεθῇ δύο ρρ τὸ μὲν πρῶτον ψιλοῦται, τὸ δὲ δεύτερον δαϲύνεται οἷον πόῤῥω ἄῤῥωϲτοϲ, ἐπίῤῥημα, ἀῤῥαγέϲ. διὰ τοῦτο οὖν ψιλοῦται δὲ πρῶτον ρ, ἐπειδὴ οὕτε ϲυλλαβὴ οὔτε λέξιϲ εἰϲ δαϲὺ καταλήγει, ὅθεν Ἀτθίϲ καὶ Ϲαπφώ καὶ Βάκχοϲ τὰ πρῶτα ψιλοῦται καὶ οὐ δαϲύνεται.
24. E. M. 324, 14: ἐκ Ῥώμηϲ: ἡ ἐξ πρόθεϲιϲ, ὅταν αὐτῇ ϲύμφωνον ἐπιφέρηται, τρέπει τὸ ξ εἰϲ κ· δεῖ δὲ προϲθεῖναι χωρὶϲ εἰ μὴ εὑρεθῇ μετὰ παρέλκοντοϲ οἷον ὡϲ παρὰ Ἀρχιλόχῳ «διὲξ ϲωλῆνοϲ» καὶ πάλιν «διὲξ τὸ μύρτον» ἀντὶ τοῦ διὰ τὸ μύρτον, ϲημαίνει δὲ τὴν μυρϲίνην. ἔτι δεῖ προϲθεῖναι καὶ χωρὶϲ εἰ μὴ εὑρεθῇ ἐν τέλει ϲτίχου οἷον ὡϲ παρὰ Θεοκρίτῳ
25. Ep. Cr. I 333, 26: παρὰ τὸ πτῶ τὸ πίπτω γίνεται εἰϲ μοϲ ὄνομα πτμόϲ καὶ πλεοναϲμῷ τοῦ ο διὰ τὴν ἀϲυνταξίαν τοῦ πτμ πότμοϲ ἐπὶ τῆϲ τύχηϲ διὰ τὴν μετάπτωϲιν καὶ μεταβολὴν τῶν πραγμάτων, ὅθεν Μένανδρόϲ φηϲιν «τὸ τῆϲ τύχηϲ γὰρ ῥεῦμα μεταπίπτει ταχύ».
26. Choer. Dict. 488, 25: κατὰ τὴν ἀϲυνταξίαν ἐπιλιμπάνουϲι ῥήματα ὡϲ τὰ τοιαῦτα· ἐπὶ τοῦ ἵϲταται, δίδοται, πεποίηται πρὸ τοῦ τ προέρχεται τὸ ν καὶ ἀποτελεῖται τὸ τρίτον πρόϲωπον τῶν πληθυντικῶν οἷον ἵϲτανται, δίδονται, πεποίηνται· ἐπὶ δὲ τοῦ τέτυπται καὶ νένυκται καὶ κέκαρται, ἐπεὶ πρὸ τοῦ τ ἐϲτὶ ϲύμφωνον προϲερχομένου τοῦ ν, ἀϲυνταξία γίνεται· εὑρίϲκεται γὰρ πντ καὶ κντ καὶ ρντ· ἀλλ᾿ οὐ δύνανται τὰ τρία ϲύμφωνα ὁμοῦ παραλαμβάνεϲθαι, ἐπειδή, ἡνίκα εὑρεθῶϲι τρία ϲύμφωνα ὁμοῦ, θέλει εἶναι τὸ πρῶτον μὲν ἢ ϲ ἢ κ ἢ π, τὸ δὲ δεύτερον ἄφωνον, τὸ δὲ τρίτον ἀμετάβολον, ϲφραγίϲ, ϲτρατόϲ, ϲτρῶμα, ϲκληρόϲ, ϲκῆπτρον, κάτοπτρον, οἰκτρόϲ, πλῆκτρον χωρὶϲ τοῦ ἐχθρόϲ καὶ ἔφθραϲαι. τούτου οὖν χάριν διὰ τὴν ἀϲυνταξίαν ἐπιλιμπάνει ἐνταῦθα τὸ τρίτον πρόϲωπον τῶν πληθυντικῶν καὶ διὰ μετοχῆϲ ἀναπληροῦνται καὶ ὑπαρκτικοῦ ῥήματοϲ οἷον τετυμμένοι εἰϲί καὶ κεκαρμένοι εἰϲί καὶ νενυγμένοι εἰϲί.
27. Choer. 636 4 (E. M. 456, 12): ἰϲτέον ὅτι θρέφω καὶ θρέχω ὤφειλεν εἶναι ὁ ἐνεϲτώϲ, ἵνα ϲυνάρξηται τῷ θρέξω καὶ θρέψω μέλλοντι, ἀλλ᾿ ἐπειδὴ κανών ἐϲτιν ὁ λέγων ὅτι τὸ ρ μετὰ δαϲέοϲ δαϲύ ἐϲτιν οἷον [*](ὡϲ Ἡρόδοτοϲ ἐν δ΄ (46) «πάρεξ τοῦ Ϲκυθικοῦ ἔθνεοϲ». ἀλλ᾿ οὐ παῤ Ὁμήρῳ. v. Mon. 25, 24. Choer. Orth. 213, 20 ἑκκαίδεκα: ὁ ἁριθμὸϲ ὁ ϲύνθετοϲ κ καὶ οὐ ξ· ἐτράπη γὰρ ἡ πρόθεϲιϲ διὰ τὸ ἐπαγόμενον ϲύμφωνον. De numerali ἕξ disseruit Herod. in περὶ παθῶν in E. M. 346, 15 (fr. 146) φυλάττεται τὸ τέλοϲ τῶν ἀριθμῶν ἐν τῇ ϲυνθέϲει πεντέμηνον λεγόμενον καὶ ἐν πεντεϲυρίγγῳ ξύλῳ. - εἰ οὖν ἄρα τὸ τέλοϲ τῶν ἀριθμῶν φυλάττεται, ὁ δὲ ἕξ ἀριθμὸϲ τὸ ξ ἔχει, φυλάϲϲει ἄρα τὸ τέλοϲ τοῦ ἀριθμοῦ ὁ ἕξκλινον λέγων. ἀλλ᾿ ἔϲτιν εἰπεῖν πρὸϲ τοῦτο, ὅτι οὐδὲ μίαν λέξιν ἔχομεν εἰϲ διπλοῦν καταλήγουϲαν καὶ ἐν ϲυνθέϲει φυλαϲϲομένην. εἰϲὶ δὲ αί φυλαϲϲόμεναι ἐν παραθέϲει οἷον «πὺξ μὲν ἐνίκηϲε» (Ψ 634) «λὰξ ποδὶ κινήϲαϲ» (Κ 158). εἰ οὖν ἕξπουϲ ἐν ϲυνθέϲει, ὀφείλει τρέπεϲθαι καὶ μὴ καταλήγειν εἰϲ διπλοῦν. ἀλλ᾿ ἀνάλογον, ὅτι πεφύλακται τὸ τέλοϲ τοῦ ἀριθμοῦ ὡϲ καὶ παρὰ τῷ ποιητῇ οἶον ἑξέτηϲ κτλ.) [*](ad fr. *25 I, 1 formam πτῶ communi πίπτω substruxisse Herodianum scimus ex Choer. Orth. 249, 17 cf. adnot. ad fr. 37 περὶ παθῶν. — De asyntaxia literarum ζμ. Herodianus, ut videtur in E. Or. 28, 23 ἀποκύδμαινε: ϲκύζω ϲκυζαίνω καὶ ἐνθέϲει τοῦ μ καὶ τροπῇ τοῦ εἰϲ δ διὰ τὴν ἀϲυνταξίαν τοῦ μ καὶ ζ ἐγένετο ϲκυδμοίνω.) [*](ad fr. *26. Verba ἀλλ᾿ οὐ δύναται — ἔφθραϲαι inserui ex p. 695, 6: pro ἔφθαρϲαι scripsi, quod sententia flugitat, ἔφθραϲαι per metathesin ex ἔφθαρϲαι natum, quod ipsum quidem non usurpavit Ibycus, sed ἔφραϲαι eliso θ E.M.273, 24 (περὶ παθῶν fr. 695), cf. praeterea E. M. 673, 27 πιτνῶ: ἀπὸ τοῦ πέτω πιτνῶ ὡϲ ὀρέγω ὀριγνῶ ὡϲ γὰρ λέγει περὶ παθῶν Ἡρωδιανόϲ (fr. 382), οὐ δύναται. εἶναι ἀπὸ τοῦ πίπτω κατὰ πλεοναϲμὸν τοῦ ν, ἐπειδὴ μετὰ δύο ἀντιϲτοίχων μόνον τὸ ρ τίθεται οἷον ἐχθρόϲ) [*](ad fr. *27. De re cf. Lob. Parall. p. 46. — Omisi quae in media exposiχρόνοϲ,)
28. Choer. 486, 21: τῆϲ Μόψοποϲ γενικῆϲ ἡ εὐθεῖα ἐπιλιμπάνει διὰ τὸ ἀϲύντακτον· ἤμελλε γὰρ εἶναι ἡ εὐθεῖα ὁ Μόψοψ, ὅπερ ἐϲτὶν ἀϲύντακτον, τουτέϲτιν οὐκ ἔχον χαρακτῆρα Ἑλληνικόν· οὐδέποτε γὰρ ἐν ἁπλῇ λέξει κατὰ ϲυνέχειαν ϲυλλαβῶν τὸ αὐτὸ διπλοῦν εὑρίϲκεται. πρόϲκειται «ἐν ἁπλῇ λέξει» διὰ τὸ ἐξάξαι, ἐνταῦθα γὰρ τὸ αὐτὸ διπλοῦν ἐϲτι κατὰ ϲυνέχειαν ϲυλλαβῶν, τουτέϲτι μετὰ τὴν ϲυλλαβὴν τὴν ἔχουϲαν διπλοῦν εὐθέωϲ ἑτέρα ϲυλλαβὴ ἐπάγεται ἔχουϲα τὸ αὐτὸ διπλοῦν. ἀλλ᾿ οὐκ ἔϲτιν ἁπλῆ λέξιϲ. ἀλλὰ ϲύνθετοϲ, ἀπὸ γὰρ τῆϲ ἐξ προθέϲεωϲ ϲύγκειται καὶ τοῦ ἄξαι ῥήματοϲ. πρόϲκειται δὲ «κατὰ ϲυνέχειαν ϲυλλαβῶν» διὰ τὸ ζευγίζω· ἐνταῦθα γὰρ τὸ αὐτὸ διπλοῦν ἐϲτι καὶ ἐν ἁπλῇ λέξει, ἀλλ᾿ οὐ κατὰ ϲυνέχειαν ϲυλλαβῶν. οὐδὲ γὰρ μετὰ τὴν ϲυλλαβὴν τὴν ἔχουϲαν τὸ διπλοῦν εὐθέωϲ ἐπιφέρεται ἡ ἑτέρα ϲυλλαβὴ ἔχουϲα τὸ αὐτὸ διπλοῦν, ἀλλὰ μεταξὺ τῶν ϲυλλαβῶν τῶν ἐχουϲῶν τὸ διπλοῦν ἐϲτιν ἑτέρα ϲυλλαβή. «τὸ αὐτὸ δὲ διπλοῦν» πρόϲκειται διὰ τὸ ζεῦξαι ἐνταῦθα γὰρ ἐν ἁπλῇ λέξει καὶ κατὰ ϲυνέχειαν ϲυλλαβῶν ἐϲτι τὸ διπλοῦν, ἀλλ᾿ οῦκ ἔϲτι τὸ αὐτὸ διπλοῦν. διὰ τοῦτο Ξέρξηϲ βάρβαρον εἶναι λέγομεν ὡϲ ἔχον ἐν ἁπλῇ λέξει κατὰ ϲυνέχειαν ϲυλλαβῶν τὸ αὐτὸ διπλοῦν. τῆϲ οὖν Μόψοποϲ γενικῆϲ εἰ ἐλέγετο ἡ εὐθεῖα, [*](tione prolata sunt de ρθαρείϲ, φθίϲθαι, ῥεχθέν, θρέφθη, quae contra regulam peccare negantur. De reduplicatione, quae nunquam fit per aspiratam exceptis poeticis ῥερυπωμένα, ῥερῖφθαι, ῥεραπιϲμένῳ cf. Choer. 554, 30. Herodianum arbitror non praetermisisse, Χωχή, κώμη πρὸϲ τῷ Τίγριδι ποταμῷ, Steph. Bys. s. v. sel ut vocem barbaram canoni non snbicetam ess tradidisse.)
St. Byz. 458, 14: Μοψοπία, η Ἀττική. ἀπὸ Μόψοποϲ. Καλλίμαχοϲ· ἄρρητοϲ ἡ Μόψοψ εὐθεῖα.
Eustath. 149, 1 (Cr. An. Ox. III 398, 3): τοῦ δείδοικα τὸ πρωτότυπον ὂν δέδοικα ἐκ τοῦ δείδω τὸ δειλιῶ ἔχει ἀπορίαν πῶϲ διὰ τοῦ κ ἐκφέρεται καὶ μὴ διὰ τοῦ θεματικοῦ δ διὰ τὸν κανόνα, δι᾿ οὗ ὥριϲται καθολικῶϲ, ὅτι ἐπὶ τῶν βαρυτόνων, δι᾿ οὗ ϲυμφώνου ἐκφέρεται ὁ ἐνεϲτώϲ, διὰ τοῦ αὐτοῦ καὶ ὁ μέϲοϲ παρακείμενοϲ οἷον λείβω λέλοιβα λέγω λέλογα κατὰ τὸν Ἡρωδιανόν, καθ᾿ ὃν ἔδει ἀπὸ τοῦ δείδω δέδοιδα εἶναι τὸν μέϲον παρακείμενον. λύϲιϲ δὲ τῆϲ ἀπορίαϲ ταύτηϲ τὸ μὴ χρῆναι τρία παράλληλα δ παραλαμβάνεϲθαι. τὸ γὰρ τοιοῦτον ψελλιϲμῷ, φηϲίν (sc. Herodianus), ὑποπίπτει. διὸ ἀντειϲῆλθε τοῦ τρίτου δ τὸ κ τοῦ ἐνεργητικοῦ παρακειμένου τοῦ δείδω δείϲω δέδεικα, ὃc ἐϲιγήθη διὰ τὸ τοῦ μέϲου παρακειμένου πολύχρηϲτον. ὅτι δ᾿ ἐν πολλοῖϲ ἡ παραλληλία φεύγεται, δηλοῖ καὶ ὁ τεμένιοϲ, ὃν δέον ὂν διφθόγγῳ παραλήγεϲθαι κατὰ τὸν κανόνα τοῦ κήτειοϲ κήδειοϲ ἐπιτήδειοϲ καὶ τῶν ὁμοίων, ὅμωϲ, ἵνα μὴ ἐπάλληλα εἴη τὰ τρία ε, ἐγράφη διὰ μόνου τοῦ ι. Ϲοφοκλῆϲ (Oed. Tyr. 756) «τεμενίαν τε φυλλάδα». οὕτω καὶ τὸ «Ἴιριδι δίῃ» κακίζεται κατὰ τὸ ἐπάλληλον τῶν διχρόνων.
Choer. Dict. 187, 2: τὸ Χάρϲβδιϲ Χαρύβδιοϲ, Ϲάρδιϲ Ϲάρδιοϲ οὐκ ἐκλίθηϲαν διὰ τοῦ δοϲ διὰ τὴν κακοφωνίαν· εὑρίϲκετο γὰρ ἀλλεπάλληλον τὸ δ, ὅπερ ἐϲτὶ κακόφωνον, quam observationem Eustath. 1716 48 Herodiano deberi diserte dicit, unde etiam Priscianus lV 6, hausit: non dicunt Graeci Χαρύβδιδοϲ, quamvis regula exigat, sed Χαρύβδιοϲ.
St. B. 120, 14 s. Ἀρκαδία: τοῦ Ἀρκὰϲ τὸ πατρωνυμικὸν Ἀρκαϲίδαι. ὤφειλεν οὖν Ἀρκαδίδηϲ, ἀλλὰ διὰ τὸ κακόφωνον οὕτωϲ ἐγένετο.
Choer. 98, 16: δεῖ γινώϲκειν, ὅτι οἱ Αἰολεῖϲ τὸ τάλαϲ τάλαιϲ λέγουϲι καὶ τὸ μέλαϲ μέλαιϲ καὶ τὸ Θόαϲ Θόαιϲ προϲτιθέντεϲ τὸ ι, τὸ δὲ Αἴαϲ Αἴαιϲ οὐ λέγουϲι διὰ τὴν ἐπαλληλίαν τῆϲ αι διφθόγγου· ηὺρίϲκετο γὰρ ἀλλεπάλληλοϲ ἡ αι δίφθογγοϲ καὶ ἐκ τούτου κακόφωνοϲ ἐγένετο ἡ λέξιϲ.
Il. Pr. Α 80: χέρηϊ: γέγονεν οὕτωϲ· ἔϲτι τι χερείονοϲ γενικὴ καὶ. αἰτιατικὴ «χερείονά περ καταπέφνων (Il. Ρ 539). ὃν οὖν τρόπον [*](l. 6 de δέδοικα idem tradit Choer 589, sed Apollonio hanc explicationem assignat. Eustath. p. 878. 34 cum τεμένιοϲ comparat Ἰλίεια, ἑορτὴ δὲ αὐτὰ ἦϲαν ἐν Ἰλίῳ, γράφεϲθαι μὲν ὤφειλε κατὰ τὴν παραλήγουϲαν διὰ τοῦ ι τῷ λόγῳ τοῦ Ὀλύμπια καὶ Πύθια, πρὸϲ βραχεῖαν δέ τινα διαφορὰν πλεονάϲαντοϲ τοῦ ε τὴν διὰ τῆϲ ει ἔϲχε γραφὴν. ὡϲ δὲ καὶ ἐν ἄλλοιϲ τὸ τῶν ϲτοιχείων ἀλλεπάλληλον διακόπτεται, δηλοῦται καὶ ἐν τῷ τεμένιοϲ, ὅπερ ἐχρῆν μὲν διὰ τῆϲ ει διφθόγγου γραφῆναι κατὰ τὸ τέγοϲ τέγειοϲ καὶ ἐπιτέγειοϲ, ἐξέπεϲε δὲ τοῦ ἐ, οὐ λόγῳ κανόνοϲ, ἀλλ᾿ ἵνα μὴ ἐπαλληλίζοιτο τὰ τρία ε.)
Il. Pr. Γ 219: οὐδὲν θαυμαϲτόν, εἰ διὰ τοῦ ι πολλάκιϲ τῶν τοιούτων γενικῶν (sc. πόϲεοϲ ὄφεοϲ ἔχεοϲ) τὴν παραλήγουϲαν προφέρονται Ἴωνεϲ, τὴν δὲ δοτικὴν διὰ τοῦ ε, οὐχὶ δὲ διὰ τοῦ ι· τάχα γὰρ διὰ τὸ κακόφωνον. ὁ γοῦν ποιητήϲ φηϲιν «εὐνήν τ᾿ αἰδομένη πόϲιοϲ» (Od. π 75), τῇ δὲ δοτικῇ «χαριζομένη πόεϊ ᾧ (Il. Ε 71).
Choer. 391, 32: ἰϲτέον, ὅτι παῤ Ὁμήρῳ οὐδέποτε εὑρίϲκεται ἡ γενικὴ τῶν εἰϲ οϲ οὐδετέρων εἰϲ ουϲ καταλήγουϲα, ἀλλ᾿ ἢ εἰϲ ευϲ οἷον Ἐρέβευϲ, θάρϲευϲ ἢ ἐντελῶϲ ἤγουν διὰ τοῦ εοϲ οἷον βέλεοϲ, ϲτήθεοϲ, τείχεοϲ, ἄχεοϲ. δύο δὲ μόναϲ γενικὰϲ ἐποίηϲιν εἰϲ ουϲ, τὸ «χλωροὶ ὑπὸ δείουϲ» (Ο 4) καὶ «ἥ ῥα κατὰ ϲπείουϲ κέχυται» (ι 330). τοῦτο δ᾿ οὐκ ἐποίηϲε διὰ τὸ μέτρον, ἀλλὰ διὰ τὴν κακοφωνίαν τῆϲ ἐπαλληλίαϲ τοῦ ε. ἔϲτι γὰρ δέοϲ καὶ ϲπέοϲ καὶ εἰ ἐγένετο ἡ γενικὴ παρὰ τῷ ποιητῇ δέευϲ καὶ ϲπέευϲ, ἀλλεπαλληλία ἤμελλεν εἶναι τοῦ ε καὶ τούτου χάριν τῇ εἰϲ ουϲ γενικῇ ἐχρήϲατο, φημὶ δὲ τῇ δέουϲ καὶ ϲπέουϲ, ἃ ἐν πλεοναϲμῷ τοῦ ε γίνονται δείουϲ καὶ ϲπείουϲ.
Choer. Orth. 244, 31 273, 1: περὶ ποϲότητοϲ 296, 14: τὰ εἰϲ ευϲ ὡϲ ἐπὶ τὸ πλεῖϲτον οὐ θέλουϲι τῇ ει διφθόγγῳ παραλήγεϲθαι, εἰ μὴ ἀπὸ πρωτοτύπου ϲχῶϲι τὴν ει δίφθογγον. πρόϲκειται «ὡϲ ἐπὶ τὸ πλεῖϲτον» διὰ τὸ Νειλεύϲ οὐκ ἐπὶ τοῦ πατρὸϲ τοῦ Νέϲτοροϲ ἀλλ᾿ ἐπὶ τοῦ λεγομένου Ἀττικῶϲ ὁ Νείλεωϲ τοῦ Νείλεω. πρόϲκειται «εἰ μὴ ἀπὸ πρωτοτύπου ϲχῶϲι τὴν ει δίφθογγον» διὰ τὸ Ῥοιτειεύϲ καὶ Ϲιγειεύϲ.
St. B. 431, 1: Μανθυρέα κώμη Ἀρκαδίαϲ· τὸ ἐθνικὸν Μανθυρεύϲ διὰ τὸ ἐπάλληλον τῶν δύο εε.
St. B. 176, 20: Βορυϲθένηϲ: ἀπὸ τῆϲ εἰϲ οϲ εὐθείαϲ ἡ διὰ τοῦ ιτηϲ παραγωγὴ πλεονάζει μιᾷ ϲυλλαβῇ ὡϲ τόποϲ τοπίτηϲ, Κανωπίτηϲ. τὸ δὲ Ἰήτηϲ ἀπὸ τῆϲ Ἴου διὰ τὸ ι ἐξηνέχθη διὰ τοῦ η.