Περὶ παθῶν

Aelius Herodianus

Aelius Herodianus, Περὶ παθῶν, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

96. E. Μ. 108, 5: ἀνήρηϲ ἀνδρώδοϲ ὡϲ ξιφήρηϲ. οὐκ ἔϲτι δὲ πλεοναϲμόϲ, ἀλλὰ παραγωγή. Ἡρωδιανόϲ.

97. E. M. 762, 49: τοϲαῦτα ὄνομα πτώϲεωϲ αἰτιατικῆϲ τῶν πληθυντικῶν· γίνεται δὲ κατὰ παραγωγὴν ἐκ τοῦ τόϲα παραλήγουϲαν ἔχον τὴν αυ. κανῶν γάρ ἐϲτιν ὁ λέγων, ὅτι ἐπὶ ταύτηϲ τῆϲ παραγωγῆϲ τῆϲ κατὰ γένη καὶ ἀριθμοὺϲ προϊούϲηϲ ἡ πρὸ τέλουϲ ϲυλλαβὴ βούλετοι

94a. Io. Alex. 5, 18: πᾶϲα φύϲει μακρὰ πρὸ βραχείαϲ ληκτικῆϲ ἐφ’ ἑαυτῆϲ ἔχουϲα τὸν τόνον περιϲπᾶται — χωρὶϲ τῶν διὰ τοῦ χι ἢ θε ἐπεκτεταμένων. ταῦτα γὰρ φυλάττει τὸν τόνον ἅτε δὴ περιττῆϲ οὔϲηϲ τῆϲ ϲυλλαβῆϲ. παροξύνεται γοῦν τὸ ναίχι καὶ εἴθε καὶ αἴθε. ἔνθεν ϲημειούμεθα τὸ οὐχί ὀξυνόμενον. τὸ δὲ ᾗχι προπεριϲπᾶται «ᾗχι ῥοὰϲ Ϲιμόειϲ ϲυμβάλλετον δὲ Ϲκάμανδροϲ» (Θ 774). of. II Pr. Κ 292, Μ 260, Arcad. 197, 1.

[*](ad fr. 94. ef. Ep. Hom. 312, 5 et 302, 8 (E. M. 638, 44) ποῖόν ἐϲτι ἀναλογώτερον γώτερον τὸ οὐκί ἢ τὸ οὐχί; ἀναλογώτερόν ἐϲτι τὸ οὐχί, διότι αἰ τοιαῦται παραγωγαὶ διὰ δαϲέοϲ φιλοῦϲι γενέϲθαι γὰρ διὰ τοῦ φι ἢ χι ἤ θι τὰ τοιαῦτα παράγονται, κεῖθι, ναῦφι, ναίχι· ἴϲωϲ δὲ ἀπὸ τοῦ πολλάκιϲ φωνήεντοϲ ψιλουμένου ἐπιφερομένου ἐν πλεοναϲμῷ παραλαμβάνειν τὸ κ πεπλάνηται Ἀτίϲταρχοϲ γράψαϲ οὐκί; p. 303, 33 τὸ οὐκί Ἰωνικόν. cf. Lob. El. 11 227, 261.)[*](ad fr. 96 Verba οὐκ ἔϲτι δὲ πλεοναϲμὸϲ κτλ. ab articulo ἀνηρίτηϲ ἔϲτι δὲ κοχλίδιον. ἀπὸ γὰρ τοῦ Νηρέωϲ ἐϲτὶ τοῦ θαλαϲϲίου δαίμονοϲ, ubi intellectui ita. officiunt, ut Lobeckius El.I ad audacem coniecturam confugerit, huc retraxi, ubi aptissima sunt. Nam hoc vult Herodianus dicere ἀνήρηϲ non adiecta syllaba. ηϲ ab ἀνὴρ, sed per paragogen ηρηϲ ab eo vocabulo provenire. De ἀνήρηϲ cf. Lob. Proll. 268 not. et Schmidt. ad Hes. s. v.)[*](ad fr. 97. Pro παραλήγουϲαν ἔχον τὴν αὐτὴν scripsi τὴν αυ. Ex Apoll. de adverb. 560, 2 inserui verba ὅτι μὴ -ηὔχουν. De paragogis τηλικοῦτοϲ et τοιοῦτοϲ, quae quidam ex οὗτοϲ composita opinabantur, longa exstat ap. Apollon. de pron. p. 36 seqq. expositio. Herodianus, cui hoc fragmentum assignare non dubitabi, patrem secutus est. Herodianea origo demonstratur etiam Epim. in Cram. An. Ox. II 419, 13, ubi pars tantum huius praecepti servata est, sed)
203

ἔχειν τὸ υ μετὰ τοῦ ἐν τῇ ληγούϲῃ φωνήεντοϲ· ἔϲτιν οὖν τῆμοϲ, τὸ τημοῦτοϲ παραγωγὸν ἕξει τοῦ υ τὸ ο προκείμενον. ὁμοίωϲ τὸ τηνίκα τηνικαῦτα. οὕτω καὶ ἔνθα ἐνταῦθα, ἔνθεν ἐντεῦθεν. τὸ αὐτὸ καὶ ἐπὶ τοῦ τόϲοϲ τοϲοῦτοϲ, τόϲαι τοϲαῦται, τόϲα τοϲαῦτα. κατὰ γένη γὰρ καὶ ἀριθμοὺϲ αἱ παραγωγαὶ γίνονται οἷον τηλίκοϲ τηλικοῦτοϲ, τηλίκα τηλικαῦτα. τὸ τοίη τοιηύτη ὤφειλεν εἶναι· ἀλλ’ ἐπειδή ἐϲτι κανὼν ὁ λέγων, οὐκ ἔϲτι ἐπινοῆϲαι τὸ η καὶ τὸ ῦ ἐν μιᾷ ϲυλλαβῇ ὅτι μὴ ἐν κλίϲει ῥήματοϲ αὐλῶ ηὔλουν, αὐχῶ ηὔχουν καὶ τὰ ὅμοια , τούτου χάριν τρέπεται τὸ η εἰϲ α καὶ γίνεται τοιαύτη.

98. Zon. 904: ὁ Ἡρωδιανὸϲ λέγει παρὰ τὸ ἑῶ γίνεται ἑόϲ ὁ ἀγαθὸϲ θὸϲ καὶ ἐξ αὐτοῦ ἐΰϲ ὡϲ ἵπποϲ Ἵπποϲ.

99. E. M. 747, 25: τάρφεϲι: «πυκνώμαϲι, δάϲεϲι». παρὰ τὸ τρέφεϲθαι καὶ αὔξεϲθαι ἡ εὐθεῖα τῶν πληθυντικῶν τάρφη· ϲυνεμπίπτει δὲ εὐθείᾳ πτώϲει θηλυκοῦ ἑνικῇ καὶ πληθυντικὴ οὐδετέρου οἷον ϲκέπη τὸ ϲκέποϲ καὶ τὰ ϲκέπη, βλάβη τὸ βλάβοϲ καὶ τὰ βλάβη, ϲτέγη τὸ ϲτέγοϲ καὶ τὰ ϲτέγη, δέρη τὸ δέροϲ καὶ τὰ δέρη. οὕτωϲ οὖν καὶ Τάρφη ἡ πόλιϲ. παράκειται γὰρ ἐκεῖ Ταρφειὰ λίμνη. τὸ οὐδέτερον τάρφοϲ καὶ. τάρφη. Ἡρωδιανὸϲ περὶ παθῶν.

[*](vestigia Herodianeae elocutionis relicta sunt, nam ibi ὁρᾶται intellectu verbi εὑρίϲκεϲθαι more Herodianeo, quem Lebrs Anall. p. 409 exposuit, dictum est. Sed totum adnotamentum mihi hic subscribendum est: τοϲαῦτα: πτώϲεωϲ αἰτιατικῆϲ πληθυντικῆϲ τῶν οὐδετέρων· πῶϲ δέ ἐϲτιν ἡ εὐθεῖα τῶν ἑνικῶν; καὶ λέγομεν, ὅτι εὐθεῖαν τῶν ἑνικῶν οὐκ ἔχει· πόθεν δὲ γίνεται; γέγονεν ἐκ τοῦ τόϲα κατὰ παραγωγὴν τοϲαῦτα, παραλήγουϲαν ἔχον τὴν αυ δίφθογγον. κανὼν γάρ ἐϲτιν ὁ λέγων· ἡ πρὸ τέλουϲ ϲυλλαβὴ ἐπὶ ταύτηϲ τῆϲ παραγωγῆϲ βούλεται τὸ υ ἔχειν προκειμένου φωνήεντοϲ, ὁποῖον ὁρᾶται ἐν τῇ ληγούϲῃ ϲυλλαβῇ. ἔϲτιν οὖν τοῖοϲ τοῦτο o ἔχει ἐν τῇ ληγούϲῃ ϲυλλαβῇ, τὸ τοιοῦτοϲ παραγωγὸν ἕξει τὸ ο προηγούμενον τοῦ υ ὁμοίωϲ ἔνθα ἐνταῦθα, ἔνθεν ἐντεῦθεν. τὸ αὐτὸ καὶ ἐπὶ ὀνομάτων· τόϲοϲ τοϲοῦτοϲ, τόϲοι τοϲοῦτοι, τόϲαι τοϲαῦται, τόϲα τοϲαῦτα. κατὰ γένη γὰρ καὶ ἀριθμὸν αἱ παραγωγαὶ γίνονται, τηλίκοϲ τηλικοῦτοϲ, τηλίκα τηλικαῦτα.)[*](ad fr. 98. Idem habet Favorinus, qui addit τὸ θηλυκὸν ἐή, ἀφ’ οὖ τὸ «θεοὶ δοτῆρεϲ ἑάων». cf. etiam Ep. Cr. 1 345, 10 τὰ εἰϲ οϲ ἀρϲενικὰ ποιοῦντα εἰϲ υϲ παρώνυμα ἀρϲενικὰ τὸν αὐτὸν τόνον ἀποδιδόαϲι Κότυϲ, Φόρκυϲ, Μόρυϲ· ταύτῃ τινέϲ καὶ τὸ πρᾶυϲ καὶ τὸ Ἵππυϲ βαρύνεται.)[*](ad fr. 99. Inserui εὐθείᾳ ante πτώϲει et pro πληθυντικῇ exhibui πληθυντική. De accentu formae τάρφεϲι Il. Pr. O 606: τάρφεϲιν ὡϲ βέλεϲιν οἱ πλείουϲ· καὶ ἡμεῖϲ δὲ ϲυγκατατιθέμεθα· οὐ γάρ ἐϲτιν ἐπιθετικόν, ὡϲ ἁξιοῖ Τυραννίων. ὁ μέντοι Ἀριϲτοφάνηϲ ἐκεῖνό φηϲιν, ὅτι ἐὰν μὲν τοῖϲ δάϲεϲιν, ὡϲ βέλεϲι τάρφεϲιν· ἐὰν δὲ τὸ ἐπιθετικόν, ταρφέϲιν ὡϲ ὀξέϲιν. et de accentu feminini adiectivi Pr. M 158 ταρφειάϲ. Ἀρίϲταρχοϲ ὀξύνει ὡϲ πυκνάϲ ὁ δὲ Θρᾷξ Διονύϲιοϲ ὁμοίωϲ προεφέρετο τῷ ταχείαϲ, παρὰ τὸ ταρφύϲ ἀρϲενικόν, οὖ πολλαὶ ἦϲαν χρήϲειϲ παρὰ τοῖϲ παλαιοῖϲ καὶ παρ’ Ὁμήρῳ· καὶ δῆλον ὅτι ἀναλόγωϲ μὲν ἀναγινώϲκει ὁ Θρᾷξ, ἐπεκράτηϲε δὲ ἡ Ἀριϲτάρχου, quare traditum accentum in Ταρφειὰ λίμνη servavi. De urbe Τάρφη lectu digna, quae Steph. B s. v. Herodianum secutus tradidit: Τάρφη, πόλιϲ Λοκρῶν. Ὅμηροϲ «Τάρφην τε Θρόνιόν τε Βοαγρίου ἀμφὶ ῥέεθρα» (B 533). λέγουϲι δ’ αὐτὴν ἀπὸ τἣϲ περὶ Φαρόγαϲ κρήνηϲ. οἱ δὲ καὶ αὐτὴν καὶ τὸν τόπον διὰ τὴν τῆϲ ὕληϲ πυκνότητα· τὰ πυκνὰ γὰρ τάρφεα Ὅμηροϲ λέγει «βαθείηϲ τάρφεϲιν ὕληϲ» (Ε 555) et s. v. Φαρύγαι πόλιϲ Λοκρίδοϲ, ἣν Ὅμηροϲ Τάρφην καλεῖ. οἱ μὲν ἀπὸ τῆϲ ἐν Φαρύγαιϲ κρήνηϲ Τάρφηϲ τοῦτεϲαν)
204

100. Ep. Cr. I 277, 7: μέγαρον ἔλαβε καὶ τὴν εἰϲ oc κατάληξιν καὶ εἴρηται μέγαροϲ· γίνεται γὰρ τὰ εἰϲ ον οὐδέτερα καὶ εἰϲ oc ὤϲπερ τὸ θύον θύοϲ «καὶ μὲν τοὺϲ θυέεϲϲι » (I 499) ὡϲ ἀπὸ τοῦ θύοϲ ὡϲ βελέεϲϲιν· καὶ θρίον δρίοϲ καὶ κρίνον κρίνοϲ. ἔνθεν καὶ κρίνεϲι παρ’ Ἀριϲτοφάνει καὶ παρὰ Ποϲειδίππῳ τὸ τῆϲ ἐλαίαϲ δένδρον» καὶ πάλιν παρ’ Ἀριϲτοφάνει «τὰ δὲ δὴ δένδρη τἀν τοῖϲ ὄρεϲιν » καὶ τὸ πύον πύοϲ λέγεται καὶ ἡ χρῆϲιϲ παρὰ τῷ Ἱπποκράτει· οὕτωϲ οὖν καὶ μέγαρον μέγαροϲ. ζητεῖται τὸ παρὰ τῷ Ϲώφρονι «κύων πρὸ μεγαρέων μέγα ὑλακτέων » (fr. 37 Ahr.) οὐ γὰρ ἐπὶ τῆϲ πόλεωϲ τὰ Μέγαρα ὁ Μεγαρεύϲ καὶ οἱ Μεγαρεῖϲ τῶν Μεγαρέων, ἀλλ’ ἀντὶ τοῦ πρὸ σἴκων· καὶ γὰρ δῆλον ὅτι πρὸ οἴκων ὑλακτοῦϲιν οἱ κύνεϲ. ἔϲτιν οὖν ἀπὸ τοῦ μέγαροϲ μεγάρεοϲ ὡϲ βέλεοϲ καὶ ὡϲ βελέων οὕτωϲ μεγαρέων. τὸ γὰρ ἐπὶ τοῦ οἱ Μεγαρεῖϲ τῶν Μεγαρέων ο διαιρεῖται ὡϲ τοῦτο.

101. E. M. 542, 9: κτεάτεϲϲι κτήμαϲι. ἀπὸ εὐείαϲ τῆϲ κτέαϲ. ἄμεινον δὲ μεταπλαϲμὸν παραδέχεϲθαι ἀπὸ τῆϲ κτεάτοιϲ δοτικῆϲ ὥϲπερ καὶ προβάτοιϲ πρόβαϲιν. ἅμα δὲ τῇ μεταπλάϲει καὶ ἐπέκταϲιν ἔπαθε.

[*](νομα, οἱ δὲ ἀπὸ τοῦ πυκνοῦ τῆϲ ὕληϲ ταύταϲ κεκλῆϲθαι. De exitus variatione cf. Lob. Rhem. p. 296.)[*](ad fr. *100. pro ἄρειον ἄρειοϲ scripsi δρίον δρίοϲ, quod cum μέγαρον μέγαροϲ comparatur in E. M. 287, 43. Verba τὰ δὲ δὴ δένδρη τὰν τοῖϲ ὄρεϲι non Aristophanis, sed Pherecratis sunt Mein. ed. m. l p. 113. Hoc fragmentum Herodianeum esse inde concludimus, quod in Mon. 40, 6 idem quod hic de κρίνοϲ docetur τὸ κρίνοϲ ἐκ τοῦ κρίνον μεταπεποίηται. Similiter nomina in αϲ in οϲ transformari tradit n libro περὶ παθῶν E. M. 638, 54 γῆραϲ γῆροϲ, κῶαϲ κῶοϲ, ὦαϲ ὦοϲ. Sed ab his distinguendae sunt formae γόναϲ δόροϲ, quas Herodianum sumpsisse tradit Eustath. 677, 30, nam hos nominativos substruxit tantum casibus obliquis γόνατοϲ δόρατοϲ, quin eos in usu fuisse existimaverit neqne ex mente Herodiani Eustath. ex his ab Herodiano sumptis nominativis etiam nominativum πρόϲοπαϲ propter προϲώπαϲιν subiici posse opinabatur, nam Herodianus huiuscemodi metaplasmos in ipsis demum casibus existere maluit quam praecipuos nominativos supponere: Il. Pr, X 28 ἄϲτραϲιν. Ἀρίϲταρχοϲ ὡϲ πατράϲιν. ἄμεινον δὲ προπαροξύνειν, ὡϲπερ καὶ τοῖϲ πλείοϲιν ἔδοξε καὶ Φιλοξένῳ, ἵν’ αὐτῆϲ τῆϲ πτώϲεωϲ λέγω δὲ τῆϲ δοτικῆϲ μεταπλαϲμὸν λάβωμεν. ὅτι γὰρ κατὰ πτῶϲιν γίνονται μεταπλαϲμοὶ ἐξουϲίᾳ ποιητικῇ δεδήλωταί μοι ἐν ἑτέροιϲ. ὃν οὖν τρόπον ἡ ἐγκάτοιϲ ἔγκαϲιν ἐγένετο «ἔγκαϲι φωτόϲ» (Λ 438) καὶ οὐκ ἀναγκαζόμεθα ἑνικὴν εὐθεῖαν ἀκόλουθον ἐπιζητεῖν, ἥ τε προβάτοιϲ πρόβαϲιν ἥ τε πετάλοιϲ πέταλϲιν, οὕτωϲ ἄϲτροιϲ ἄϲτραϲιν ἐπειϲελθόντοϲ τοῦ α, ἵνα ϲυϲτῇ ἡ λέξιϲ. Θ 299 τὸ ἀλκί μεταπλαϲμὸν ἔπαθεν ἀπὸ τῆϲ ἀλκῇ δοτικῆϲ ὁ Ἀϲκαλωνίτηϲ δὲ οἴεται ἀπὸ τῆϲ ἄλξ εὐθείαϲ κλιθῆναι τὸ ἀλκί κτλ. Dichr. 283, 5 τὸ ϲτάδα ἢ κλάδα οὐχ ἕξει τινὰ εὐθεῖαν ϲτάϲ ἢ κλάϲ. μεταπλαϲμοὶ γάρ εἰϲιν. Sed ex iis, quae attuli, videri potest, grammaticos do huiuscemodi Poris diverse iudicasse et fuisse, qui v. c. ἄλξ substruerent et hinc coniici potest quaedam fragmenta in quibus alteriusnominativi formae mentio fit, sed metaplasmus praeoptatur, ab Herodiano profecta. esse, cui debetur adnotamentum de ἔγκαϲι in E. M. 310, 15. ut ex Zonarae et Philemonis testimonio scimus. Hoc fragmentum, quia syncopen ex ἐγκάτοιϲι statuentibus obnititur, illi parti reservavimus, hic duos articulos, qui metaplasmum praeferunt subiiciendo alteri nominativo, subnexui (fr. 101 et 102).)[*](ad fr. *101. Mon. 31, 2 τὸ παρὰ τῷ ποιητῇ κτεάτεϲϲιν «ἀνέροϲ, ὃν κτεάτεϲϲιν ἑοῖϲ ἐπί γῆραϲ ἔτετμϲ» (Od. α 218) μεταπλαϲμοῦ ἔχεται ἔκ τῆϲ κτεάτοιϲ δοτικῆϲ, nbi iam Lehrsius nostrum locum ab ipso Herodiano esse suspicatus est.)
205

102. Ep. Cr. 1 65, 11: Ἄϊδι: παραιτοῦνται τὴν Ἄϊϲ εὐθεῖαν. καὶ μᾶλλον κατὰ μεταπλαϲμὸν λέγουϲιν ὡϲ παρὰ τὸ κλάδῳ δοτικὴν κλαδί εἶπεν Ἀριϲτοφάνηϲ ἐν Λυϲιϲτράτῃ (v. 632) «ἐν μύρτου κλαδὶ τὸ ξίφοϲ φορήϲω » καὶ τὴν δοτικὴν κλαγγῇ εἶπεν ὁ Ἰβυκοϲ (fr. 55 Βergk) κλαγγί καὶ τὴν ἀλκῇ Ὅμηροϲ «ἀλκὶ πεποιθώϲ » (Θ 299) καὶ τὴν ὑϲμίνῃ μέμαϲαν δὲ καὶ ὧϲ ὑϲμῖνι μάχεϲθαι» (Θ 56). Ἀΐδηϲ οὖν Ἀΐδου καὶ ἡ δοτικὴ Ἀΐδῃ καὶ κατὰ μεταπλαϲμὸν Ἄϊδι.

103. E. M. 142, 56: Ἀρίϲτυλλοϲ ὄνομα παρά Ἀριϲτοφάνει· εἴρηται δὲ ὑποκοριϲτικῶϲ ὁ Ἀριϲτοκλῆϲ. ὡϲ γὰρ παρὰ τὸ Ἡρακλῆϲ Ἥρυλλοϲ καὶ παρὰ τὸ Θραϲυκλῆϲ Θράϲυλλοϲ καὶ παρὰ τὸ Βαθυκλῆϲ Βάθυλλοϲ ὄνομα κύριον ὁ ἐρώμενοϲ Ἀνακρέοντοϲ, οὕτω καὶ παρὰ τὸ Ἀριϲτοκλῆϲ Ἀρίϲτυλλοϲ. οὕτωϲ Ἡρωδιανὸϲ εἰϲ τὴν Ἀπολλωνίου εἰϲαγωγὴν ἢ περὶ παθῶν.