Περὶ παθῶν
Aelius Herodianus
Aelius Herodianus, Περὶ παθῶν, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868
78. Ep. Hom. 421, 11: ὑπείρεχεν (Γ 21). ἔϲτι τὸ ῥῆμα ἔχω καὶ ὁ παρατατικὸϲ ἔχον ποιητικὸϲ καὶ μετὰ τῆϲ ὑπέρ προθέϲεωϲ ὑπέρεχον καὶ πλεοναϲμῷ τοῦ ι ὑπείρεχον· ὤφειλε δὲ ἐν τῷ τέλει εἶναι ὁ πλεοναϲμόϲ, ἵν’ ᾖ ὑπερίεχον, ἐπειδὴ αἱ προθέϲειϲ ἐν τῷ τέλει πλεονάζουϲι τὸ ι ὡϲ ἐν τῷ ἐν ἐνί, πρόϲ προϲί οὕτωϲ καὶ ὑπερίεχον ὤφειλεν εἶναι, ἀλλ’ ἐπειδὴ παρέπεται ταῖϲ προθέϲεϲι τὸ μέχρι τῆϲ διϲυλλαβίαϲ αὔξεϲθαι, τούτου χάριν οὐ πλεονάζει τὸ ι, ἵνα μὴ εὑρεθῇ τριϲύλλαβοϲ ἡ πρόθεϲιϲ.
79. Ep. Hom. 66, 10: ἀμφὶ ἕ γινώϲκων (0 241): ἀντωνυμία νῦν ἀρϲενικὴ ὀρθοτονουμένη μεταλαμβανομένη εἰϲ ϲύνθετον· Ἀπολλόδωροϲ δὲ ψιλοῖ τὸ ε. ἀλλ’ οὐδέποτε πλεονάζει πρόθεϲιϲ τὸ εἰ γὰρ γένηται πλεοναϲμόϲ, τριϲύλλαβοϲ ἀποτελεῖται πρόθεϲιϲ, ὅπερ ἐϲτὶν ἀνέφικτον, ὡϲ δῆλον ἐκ τούτου· ἡ ὑπέρ, ἂν προϲλάβοι ἔξωθεν τὸ ι, τριϲύλλαβοϲ εἴη· διὰ τοῦτο ἔνδοθεν αὐτὸ πλεονάζει «ὑπεὶρ ἅλα» ( Ψ 227 ), ἵνα δὴ οὕτω μείνῃ διϲύλλαβοϲ.
80. E. M. 758, 9: τί ἤ καὶ ὅτι ἤ οὐκ ἔϲτι πλεοναϲμόϲ, ἀλλὰ δύο μέρη λόγου εἰϲί, τὸ τί πυϲματικόν, ὁ ἤ ϲύνδεϲμοϲ παραπληρωματικὸϲ. κατὰ παρολκὴν ϲυνειλημμένοϲ ἴϲοϲ τῷ δή. «τί ἢ δὲ ϲὺ κήδεαι οὕτωϲ» (Ζ 55).
81. E. M. 341, 44: Ἰϲτέον ὥϲ φηϲιν ὁ τεχνικόϲ, ἔθοϲ ἔχουϲιν αἱ λέξειϲ αἱ εἰϲ ϲύμφωνον λήγουϲαι δέχεϲθαι ἐπέκταϲιν τὴν διὰ τοῦ ι οἰον νῦν νυνί, οὖτοϲ οὑτοϲί, ἐκεῖνοϲ ἐκεινοϲί. αἱ δὲ εἰϲ φωνῆεν λήγουϲαι τρέπουϲιν εἰϲ ι ὅδε ὁδί, δεῦρο δευρί, ἐνθάδε ἐνθαδί ἢ τὸ ι προϲλαμβάνουϲι κατὰ διάϲταϲιν οἷον αὕτη αὐτηΐ, τούτου τουτουΐ, τούτῳ τουτῳΐ.
82. Ε. M. 643, 22: οὗτοϲ ἀντωνυμία μονοπρόϲωποϲ· τὸ δὲ δεικτικὸν οὑτοϲί. τὸ γὰρ οὺτοϲί καὶ ἐκεινοϲί καὶ ὁδί γίνεται κατ’ ἐπέκταϲιν τοῦ
79a. Ιo. Al.41, 1: ὁ ὀξυνόμενοϲ, εἰ καὶ πλεονάζει τὸ ἑ, ἐπὶ τέλους ἔχει τὴν ὀξεῖαν; l. 23: ὁ ἦ περιϲπώμενοϲ, ἐὰν προϲλάβῃ τὸ ε, φυλάττει τὴν περιϲπωμένην.
[*](ad fr. *78. Ιο.Alex. 27, 29 τριχρονοῦϲαι ἡ ἀντί καὶ ἀμφί οὐκ ἀναϲτρέφονται οὐδὲ αἰ τῷ ῑ πλεονάζουϲαι καταί παραί ὑπείρ. Schol. ad Dionys. 9, 28, 12 et 30.)[*](ad fr. *79. Schol. V ad Π. l Χρύϲιπποϲ δὲ ψιλοῖ τὸ ε ὡϲ περιϲϲεῦον καί φηϲιν ἀμφιγνοῶν ἀντὶ τοῦ ἀμφιβάλλων.)[*](ad fr. *80. cf. Io. Alex. 42, 21, L ehrs quaest. ep. 62 seqq.)[*](ad fr. 81. Teehnicum hoc loco Herodianum esse inde patet, quod quae extremo articulo de ποτ traduntur, in An. Ox. III 267, 32 diserte technieo Herodano assignantur et quod praeceentia de ἐνθάδε congruunt cum lo. Alex. 34, 9.)[*](ad fr. *82. Extrema verba οὐκ ἄρα πλεοναϲμόϲ κτλ. ex superioribus p. 642, 45 ubi prorsus absona sunt, huc retraxi. De re ct. Lehrs ad Herod. p. 24 not.)πρὸϲ ἔμφαϲιν πλείονοϲ δείξεωϲ. ἡ δὲ αὐτόϲ ϲτερηθεῖϲα τῆϲ δείξεωϲ ἐϲτέρηται καὶ τῆϲ διὰ τοῦ ῑ ἐπεκτάϲεωϲ. οὗτοϲ καὶ ἡ κλητικὴ ὦ οὖτοϲ Ἀττικῶϲ. ὁμοίωϲ καὶ τὸ ἐκεῖνοϲ. ἡ δὲ αὐτόϲ κλητικὴν οὐκ ἔχει. ἡ γὰρ οὗτοϲ καὶ ἐκεῖνοϲ ἀντωνυμίαι δεικτικαί εἰϲιν, ἡ δὲ αὐτόϲ ἀναφορὰν δηλοῖ. ἐναντία δὲ ἡ δεῖξιϲ τῇ ἀναφορᾷ. τὸ οὑτοϲί παραγωγὴ ἀντῶνυμίαϲ καὶ οὐ πλεοναϲμόϲ. αἱ τοιαῦται γὰρ ἀντωνυμίαι ἐπεκτείνονται καὶ οὐ πλεονάζουϲιν. οὐκ ἄρα πλεοναϲμόϲ, ἀλλὰ παραγωγή.
83. Ep. Hom. 169, 30: ἐνί: λέγεται ἡ πρόθεϲιϲ διχῶϲ καὶ ἐν καὶ ἐνί. καὶ ζητοῦϲι, ποία ἐϲτὶν ἐντελὴϲ καὶ ποία κατὰ πάθοϲ· καὶ λέγουϲί τινεϲ, ὅτι ἐνί ἐϲτι, γενομένη δὲ ἐν κατὰ πάθοϲ ἐϲτίν. οὐδέποτέ φαϲιν πρόθεϲιϲ πλεονάϲαϲα τὸ ῑ ἀναϲτρέφεται, διὸ καὶ ἡ κατά καὶ ἡ παρά γινόθεϲιϲ μεναι καταί καὶ παραί οὐκ ἀναϲτρέφεται, ἡ δὲ ἐνί ἀναϲτρέφεται «ᾦ ἔνι κούρη » ( Οd. ζ 15). ἐντελὴϲ ἄρα ἦν, οὐ κατὰ πλεοναϲμόν. καί φαϲιν ὅτι αἱ πλεονάϲαϲαι τὸ ῑ προθΘέϲειϲ οὐ γίνονται ῥήματοϲ ϲημαντικαί, ἡ δὲ ἐνί ϲημαίνει ῥῆμα ἑνικῶϲ «ἔνθ’ ἔνι μὲν φιλότηϲ » (Ξ 16) καὶ ὡϲαύτωϲ πληθυντικῶϲ «ἔνι τοι φρένεϲ οὐδ’ ἠβαιαί» (Ξ 141). οὐκ ἔϲτι κατὰ πλεοναϲμόν. καί φαϲιν, ὅτι οὐδέποτε πρόθεϲιϲ δύο λαμβάνει πλεοναϲμούϲ, εἴρηται δὲ καὶ εἰνί « αὐτοῦ δ’ εἰνὶ θύρῃϲιν » ( Οd. ι 417 ) οὐκ ἔϲτι κατὰ πλεοναϲμόν. ἐδιϲυλλάβηϲεν, ἀλλὰ φυϲικῶϲ οὕτωϲ εἶχεν. ἔϲτι δὲ ἀναϲκευάϲαι τὰ εἰρημένα. ἔϲτιν οὖν πρῶτον· αἱ πλεονάϲαϲαι τρίχρονοι προθέϲειϲ οὐ ποιοῦϲιν ἀναϲτροφήν. ἡ παρά οὖν καὶ ἡ κατά γινόμεναι παραί καταί τριχρονοῦϲι καὶ διὰ τοῦτο οὐκ ἀναϲτρέφονται· ἡ δὲ ἐν ἐὰν γένηται ἐνί, διχρονεῖ καὶ κατὰ τοῦτο ἀναϲτρέφεται. ἡ παρά γινομένη παραί οὐκ ἔτι ῥῆμα ϲημαίνει, οὐδέποτε γὰρ αἱ πλεονάζουϲαι ῥῆμα ἐϲήμαινον, ἡ δὲ ἐν ἐὰν γένηται ἐνί, ῥῆμα ϲημαίνει· καὶ τοῦτο δὲ εὐαπόλυτον· ἐπειδὴ γὰρ παρηκολούθει ταῖϲ ἀναϲτρεφομέναιϲ τὸ καὶ ῥῆμα ϲημαίνειν, ἀναϲτρέφεται δ’ αὕτη, κατὰ τοῦτο καὶ ῥῆμα ἐϲήμαινε. πῶϲ δὲ οἱ δύο πλεοναϲμοί, λέγομεν ὅτι ὁ μὲν εἰϲ πλεοναϲμὸϲ τῆϲ προθέϲεωϲ ἐϲτίν, ὁ δὲ δεύτεροϲ ποιητικὸϲ ὡϲ κενή κεινή. ἔϲτι δὲ κανὼν ὁ λέγων, ὅτι αἱ προθέϲειϲ θέλουϲι πλεονάζειν μᾶλλον τὸ ῑ, οὐ μὴν ἐλλείπειν. ἡ ἐνί τοίνυν τὸ ῑ ἐπλεόναϲεν, οὐχ ἡ ἐν ἀπέβαλεν. παρὰ τὴν ἐν πρόθεϲιν γίνεται τὸ ἐντόϲ καὶ ὡϲ παρὰ τὴν ὑπέρ [*](ad fr. 83. l. 12 inserui ἡ δὲ ἐνί ἀναϲτρέφεται l.15 pro ῥῆϲιν scripsi ῥῆμα ἑνικῶϲ. l. 16 pro αὐὡϲ παθητικοῦ —ὡϲαύτωϲ πληθυντικῶϲ. l. 23 inserui διχρονεῖ usque ad παραί, l. 25 ἡ δὲ ἐν — ϲημαίνει. De ἐνό cf. Ep. Homer. 176, 12 ίϲτέον δὲ ὅτι ἡ τοιαύτη πρόθεϲιϲ παρὰ τὴν Αἰολίδα καὶ Δωρίδα διάλεκτον ἐνό γίνεται, ὁπόταν κοὶ ἀντὶ ῥήματοϲ. n brevius hoc et sequens fragmentum contracta sunt in E. M. 341, 55: ἰϲτέον ὅτι ἐκ τῶν μονοϲυλλάβων προθέϲεων δύο ἐπεκτείνονται ἡ ἐν καὶ ἢ πρόϲ· ἡ ἐν προϲλαβοῦϲα τὸ ῑ γίνεται ἐνί ὡϲ τὸ «οὐκ ἔνι ἐκεῖ δοῦλοϲ οὐδὲ ἐλεύθεροϲ» η πρόϲ κτλ. —διαφέρει δὲ ὅτι η ἐν γίνεται ἔνι καὶ μετάγεται εἰϲ ῥηματικὴν ϲημαϲίαν· ἡ δὲ πρόϲ γίνεται ποτί καὶ ὡϲαύτωϲ μένει πρόθεϲιϲ. Cf. Io. Al. 27, 33 η πλεονάϲαϲα τῷ ῑ ἀνεϲτράφη «ῷ ἔνι κούρη κοιμᾶτο». Ϲaeterum iam in Praef. CXXVII indicavi hunc locum ratione in utramque partem disputandi Herodano vindicari.)
Ep. Hom. 377, 27, An. Ox. III 267, 32, E.M. 342, 1: προτί. τινὲϲ λέγουϲι, ὅτι ἀπὸ τῆϲ πρόϲ γέγονε κατὰ τροπὴν Δωρικὴν τοῦ ϲ εἰϲ τ ὥϲπερ ϲύ τύ· καὶ ἐπειδὴ οὐδέποτε εὑρίϲκεται λέξιϲ Ἑλληνικὴ εἰϲ ἄφωνον καταλήγουϲα, πλεονάζει τὸ ι καὶ γίνεται προτί. ἀλλ’ ἔϲτιν εἰπεῖν, ὡϲ λέγει ὁ τεχνικὸϲ Ἡρωδιανόϲ, ὅτι οὐδέποτε οἱ Δωριεῖϲ τρέπουϲι τὸ ϲ ἐν τέλει λέξεωϲ, ἀλλ’ ἐν ἀρχῇ ὡϲ ἐν τῷ ϲύ τύ, ϲέ τέ, ϲημεῖον τημεῖον ἢ ἐν τῷ μέϲῳ ὡϲ τὸ εἰϲί ἐντί, εἴκοϲι εἴκατι, φηϲί φατί καὶ ἀποίτωμεν ἀντὶ τοῦ ἀποίϲωμεν. καὶ δῆλον οὐκ ἐγένετο πρότ καὶ οὕτω προτί κατὰ πλεοναϲμὸν τοῦ ι. ἔϲτιν οὖν εἰπεῖν, ὅτι πρῶτον ἐπλεόναϲε τὸ ῑ καὶ ἐγένετο προϲί. πεφύκαϲι γὰρ αἱ προθέϲειϲ τὸ ῑ πλεονάζειν ἐν τέλει οἷον κατά καταί, παρά παραί «πᾶϲι δὲ παραὶ ποϲὶ κάππεϲε θυμόϲ» (0 280), ὑπέρ ὑπείρ «ὑπεὶρ ἅλα τ’ ἠιόναϲ τε«» ( 16). πρῶτον οὖν γέγονεν ὁ ϲυνήθηϲ πλεοναϲμὸϲ τοῦ ι καὶ τότε τέτραπται τὸ ϲ εἰϲ τὸ παρὰ Δωριεῦϲιν ἐν μέϲῃ λέξει ἐκ τοῦ ϲ γενόμενον τ οἷον προϲί προτί καὶ ἐκβολῇ τοῦ ρ ποτί, ἐξ οὖ τὸ «Διὸϲ ποτὶ χαλκοβατὲϲ δῶ » (Α 426).
85. Eustath. 283, 36: τὸ Πετεῶο (B 552) ἢ ἀπὸ τοῦ Πετεώϲ Πετεώ γίνεται Ἀττικῶϲ ὡϲ λαγώϲ λαγώ, ταὧϲ ταὼ καὶ πλεοναϲμῷ τοῦ ο Πετεῶο κατὰ τὸν Ἡρωδιανὸν ἢ εὐθεῖά ἐϲτι κοινὴ κατὰ Ἀρίϲταρχον Πετεόϲ ὡϲ καλόϲ, οὗ γενικὴ Πετεοῖο ὡϲ καλοῖο καὶ ἐκτάϲει Πετεῷο.
86. E. M. 746, 10: Ταλαῶο· μετὰ τοῦ ι τινέϲ· ἦν γὰρ (φαϲί) Ταλαοῖο. οὐ κατεπείγει δέ. ἀπὸ γὰρ τῶν εἰϲ ωϲ εὐθειῶν Ἀττικῶν κέκλιται καὶ πλεοναϲμῷ τοῦ ο ὡϲ Μίνωο Ἀνδρογέωο.
[*](ad fr. 84. Ex tribus locis, quae fragmento praeposui, articulum constitui, ipsius auctoris nomen accessit ex An. Ox. III l. c.)[*](ad fr. 85. Schol. BL. ad 1l. l. Πετεῶο: πλεοναϲμὸϲ γὰρ τοῦ 5 ὡϲ Ἡρωδιανόϲ, ubi Lobeck. El. II 233 ex particula ratiocinativa concludit de altera scriptura Πετεῷο disputatum esse ut ap. Eustathium.)[*](ad fr *86 Herodiani de huiuscemodi genetivis sententiam plenius exponit. Choer. Dietat. 413, 1: τὰ ἀπὸ Ἀττικῶν γενικῶν κατὰ πλεοναϲμὸν τοῦ 5 γινόμενα, εἰ μὲν ἀπὸ ὀξυτόνων γενικῶν Ἀττικῶν ὦϲι, προπεριϲπῶνται οἶον Πετεώ Πετεῶο «υἱὸϲ Πετεῶο Μενεϲθεύϲ» (Β 552), « ὦ υὲ Πετεῶο διοτρεφέοϲ βαϲιλῆοϲ» (Δ 338), Ταλαώ Ταλαῶο ὡϲ παρὰ Ἀντιμάχῳ· εἰ δὲ ἀπὸ βαρυτόνων γενικῶν Ἀττικῶν ὦϲι, προπαροξύνονται οἶον τοῦ Μίνω Μίνωο, τοῦ Ἀνδρόγεω Ἀνδρογέωο· τοῦ δὲ ϲ προϲελθόντοϲ κατεβιβάϲθη μίαν ϲυλλαβὴν ὁ τόνοϲ διὰ τὸ μὴ δύναϲθαι τετάρτην ἀπὸ τέλουϲ εἶναι τὴν ὀξεῖαν. Accentum ταώϲ ταώ mutavi secundum Choer. 261, 11.)87. E. M. 314, 55: ἔγωγε. ἰϲτέον ὅτι οἱ Ἀθηναῖοι τὸ ἐγῶ ἔγωγε λέγουϲι. καὶ ἔϲτιν ἕν μέροϲ λόγου. εἰ γὰρ ἦϲαν δύο μέρη λόγου, ἐγώγε ἔμελλεν εἶναι. πᾶϲα γὰρ λέξιϲ ὀξυνομένη ἐπιφερομένου ἐγκλιτικοῦ μορίου φυλάϲϲει τὴν ὀξεῖαν τάϲιν οἶον ϲοφόϲ ϲοφόϲ γε, καλόϲ καλόϲ γε, ψευδήϲ ψευδήϲ γε· οὕτωϲ οὖν καὶ ἐγώ ἐγώγε. ἀλλὰ μὴν ἔγωγε ἐϲτὶ προπαροξύτονον. καὶ δῆλον ἕν μέροϲ λόγου ἐϲτὶ τῆϲ γὲ ἐπεκτάϲεωϲ οὕϲηϲ «οὐδέ ϲ’ ἔγωγε — λίϲϲομαι» (A 173. 174) προπαροξυτόνωϲ. ἔϲτι γὰρ Ἀττικὸν ὡϲ τὸ ἔμοιγε οἷον «πάρ’ ἔμοιγε καὶ ἂλλοι, οἵ κέ με τιμήϲουϲι» (A 174. 175).
88. E. M. 732, 29: ϲύγε· ἔϲτι τοῦτο δεῖξαι ἀπὸ διαλέκτου, ὅτι ἓν μέροϲλόγου ἐϲτίν, ἐπειδὴ οἱ Δωριεῖϲ τύγα λέγουϲιν· εἰ δὲ ἦϲαν δύο μέρη λόγου, οὐκ ἄν οὕτωϲ ἔλεγον· ἐπὶ γὰρ ϲυνδέϲμου οὐ τρέπουϲι τὸ ε εἰϲ α οὐδὲ γὰρ τοῦ μέν ϲυνδέϲμου ἢ τοῦ δέ τὸ ε τρέπουϲιν. ἔϲτι δὲ εἰπεῖν, ὅτι κακῶϲ λέγουϲι· καὶ γὰρ ἐπὶ ϲυνδέϲμου τρέπεται οἷον οἴκε «αἴκα μὴ θαλφθῇ λόγοιϲ» (Sophr. fr. 14 Ahrens) καὶ ἐπ’ αὐτοῦ δὲ τοῦ γέ τρέπεται οἷον «τοῦτό γα τὸ τοῦ γόγγρου τέμαχοϲ», ἀλλὰ μᾶλλον κάλλιόν ἐϲτι δεῖξαι ἀπὸ τῆϲ Ἀτθίδοϲ διαλέκτου ἕν μέροϲ λόγου· τὸ ϲύγε ἐπέκταϲιν ἔχει τὸ γε ὡϲ τὸ ἔγωγε.
89. Ep. Hom. 305, 33, E. M. 613, 30: 5 γε δύο μέρη λόγου εἰϲὶν ἢ ἕν; δύο, ὁ ἄρθρον, γε ϲύνδεϲμοϲ. ἐν ϲυνθέϲει ἐϲτὶν ἢ ἐν παραθέϲει, παράλληλοϲ ϲύνταξιϲ ἐϲτὶ λέξεων ἑκάϲτηϲ τὸν ἴδιον τόνον φυλάττουϲηϲ. τὰ ἐπεκτεινόμενα διὰ τοῦ δε διὰ τοῦ γε οὐκ ἐπεκτείνονται οἷον τοῖοϲ τοιόϲδε, τοιόϲγε οὐ λέγεται, τόϲοϲ τοϲόϲδε. καὶ τὰ ἐπεκτεινόμενα διὰ τοῦ γε διὰ τοῦ δε οὐκ ἐπεκτείνονται οἶον ἐγώ ἔγωγε, ἐμοί ἔμοιγε.
[*](ad fr. *87 II. Pr. Ξ 396. τόϲϲοϲ γε: Ἀρίϲταρχοϲ φυλάϲϲει τὴν ὀξεῖαν ἐπὶ τῆϲ τοϲ ϲυλλαβῆϲ, ὁ δὲ Τυραννίων τοϲϲόϲ γε ἀνέγνω τὴν ϲοϲ ϲυλλαβὴν ὀξύνων. οὐκ εὖ. ὁ γάρ γέ οὐκ ἀλλάϲϲει τὸν τόνον τῶν πρὸ ἑαυτοῦ λέξεων. εἰ δέ τιϲ λέγοι ἐπέκταϲιν εἶναι, μὴ ϲύνδεϲμον, ἴϲτω ὅτι τὸ ἐναντίον χωρήϲει. ἡ γὰρ διὰ τοῦ γε ἐπέκταϲιϲ τρίτην ἀπὸ τέλουϲ ἐποίει τὴν ὀξεῖαν, ἔγωγε ἔμοιγε. Il. Pr. Α 173: ἔγωγε: οὕτωϲ προπαροξυτονητέον τὸ ἔγωγε, ἵν’ ῇ ἕν. cf. Lehre quaest. ep. 132, Lob. El. II 236.)[*](ad fr. *88. pro ϲύγα scripsi τύγα cum Ahrens de dial. Dor. 248 not. 5.)[*](ad r. 89. cf. Lob. EI. II 240, qui dicit ex Apollonii loco de pron. 68 ϲύγε Ἀττικοί, καθάπερ καὶ τὸ ἔγωγε. τινὲϲ ἐν δυϲὶ μέρεϲι λόγου τοῦ γέ ἐν παραθέϲει κειμένου, ἐπεὶ αἰ ἐπεκτεινόμεναι ἐν πρώτοιϲ καὶ ἐν τρίτοιϲ parum liquere, quid antiqui de ὅγε censuerint, quum et ὅδε et ὅγε signifcari possit. Sed ex nostro loco concludi potest ὅδε indicari, nam ὅγε ab antiquis pro duabus vocibus habitum videtur. Meque credibile est de hoc Apollonium aliter sensisse atque Ηerodianum, qui in his omnibus patris vestigia pressit, ut videri potest ex Lob. El., ubi qui ex Apollonio afferuntur loci, cum fragmentis Herodianeis mire congruunt.)90. E. M. 315, 11: ἐγώνγα: πᾶϲα ϲυλλαβὴ εἰϲ ν λήγουϲα ἐν μιᾷ λέξει, ἐὰν ϲυντεθῇ μεθ’ ἑτέραϲ ϲυλλαβῆϲ ἀρχομένηϲ ἀπὸ τοῦ γ κ ξ χ, τρέπει τὸ ν εἰϲ γ· πρόϲκειται « ἐν μιᾷ ϲυλλαβῇ» διὰ τὸ «ϲὺν Γεωργίῳ, ἐν κεφαλαίῳ». δύο γὰρ μέρη λόγου εἰϲί. δεῖ δὲ γινώϲκειν, ὅτι τὸ ἐγώνγα καὶ ἰώνγα δοκοῦϲι τούτῳ τῷ κανόνι ἀντικεῖϲθαι. ἔϲτι γὰρ ἐγώ καὶ τοῦτο οἱ μὲν Δωριεῖϲ ἐγών λέγουϲιν, οἱ δὲ Βοιωτοὶ ἰών. εἶτα ταῦτα γίνεται κατ’ ἐπέκταϲιν ἐγώνγα καὶ ἰώνγα καὶ προφέρεται τὸ γά ἐν μιᾷ λέξει καὶ οὐ τρέπει τὸ ν εἰϲ γ. ἀλλ’ ἔϲτιν εἰπεῖν ταύτην τὴν ἀπολογίαν· ὅτι ὥϲπερ τὸ ναί καὶ τὸ εἰ ἐπεκτείνεται καὶ γίνεται ναίχι καὶ εἴθε καὶ ἐφύλαξε τὴν αὐτὴν τάϲιν, ἣν εἶχον καὶ πρὸ τῆϲ ἐπεκτάϲεωϲ, τὸν αὐτὸν τρόπον καὶ τὸ ἐγών καὶ ἰών ἐπεκταθέντα καὶ γενόμενα ἐγώνγα καὶ ἰώνγα τὴν αὐτὴν ϲημαϲίαν ἐφύλαξε, λέγω δὴ τὴν πρὸ τῆϲ ἐπεκτάϲεωϲ καὶ τὴν αὐτὴν τάϲιν, λέγω δὴ τὴν ὀξεῖαν· τούτου χάριν καὶ τὴν αὐτὴν γραφὴν ἐφύλαξε, λέγω δὴ τὸ ν.
91. E. M. 314, 41: τύνη: τὸ τύνη, ὅπερ ἀντὶ τοῦ ϲύ ἐϲτιν, ἀντωνυμία νυμία ὡϲ τὸ «τύνη δ’ ἕϲτηκαϲ» (Ε 485) καὶ Ἡϲίοδοϲ «ἰθυνε θέμιϲταϲ τύνη (op. 2 et 10) καὶ γάρ εἰϲιν ἀντωνυμίαι κατ’ ἐπέκταϲιν γινόμεναι. παρὰ γὰρ τὴν ἐγών ἐγώνη καὶ παρὰ τὴν ἐμίν ἐμίνη, τίν τίνη· οὕτω καὶ τύνη κατ’ ἐπέκταϲιν τῆϲ νη ϲυλλαβῆϲ. οὐ γὰρ μόνον τὸ ν ἐπλεόναϲεν, ἀλλ’ ἡ νη ϲυλλαβή. οὐ γὰρ λέγουϲιν οἱ Δωριεῖϲ τόν, ἵνα πλεονάϲῃ μόνον τὸ ν, ἀλλὰ τύ λέγουϲι καὶ τύνη. ὅλη ἄρα ἡ νη προϲῆλθε ϲυλλαβή. ἐκτέταται δὲ τὸ υ, ἵνα μὴ ἡ ἐπέκταϲιϲ μείζων τῆϲ ὅληϲ λέξεωϲ γένηται.
92. Ep. on. 131, 23, E. M. 341, 33: ἐνθάδε: ἐκ τοῦ ἔνθα τοπικοῦ ἐπιρρήματοϲ ἐπεκτάϲει τῆϲ δε· καὶ ὤφειλεν εἶναι ἐνθάδε ἀλλὰ
92a. Io. Alex. 33, 33: τὸ εἴθε καὶ αἴθε βαρύνεται μέν, οὐ προπερι
[*](ad fr. *90. pro εἰ ϲυντεθῇ scr. ἐάν, pro οἶμαι Δωριεῖϲ — λέγειν scr. οἱ μὲν Δωριεῖϲ λέγουϲι et pro φέρει τὸ γα ἐν μιᾷ λέξει exhibui προφέρεται, praeterea. ἐπεκτάϲεωϲ pro ἐκτάϲεωϲ. Caeterum exemplum ϲὺν Γεωργίῳ ad Choeroboscum celebrandum delectum docet hoc fragmentum ex Choerobosco, qui etiam dictione dilatata velut ter repetito λέγω δὴ se prodit, exscriptum esse sed quin Choeroboscus ab Herodiano petiverit, dubium non est. Quum de scriptura agatur, hoc adnotamentum vel ad Orthographiam vel ad libellum περὶ ϲυντάξεωϲ τῶν ϲτοιχείων pertinere videtur, sed etiam in libro περὶ παθῶν locum habuisse opinor, nam saepius idem in diversis libris repetivisse Herodianum notum est.— Elucet ex hoc articulo Herodianum de accentu epectasis γα aliter sensisse atque de γέ.)[*](ad fr. 91. cf. Ahrens de dial. Dor. p. 248 cum not. 6.)[*](ad fr *92. Congruit hoc adnotamentum cum lo. Alex. 34, 9. De epectasi 8 cf. II. Pr. B 346, Θ 110, 409.443, 17, Schol. sd Od. δ 665. Lehre quaest. ep. p. 131: de οἶκον δέ, ἀγρὸν δέ, ἅλαδε, φύγαδε Il. Pr Π 697, Lehre q. ep. p. 41, Lob. El. D 241.)κανών ἐϲτιν ὁ λέγων, ὅτι τὰ κατὰ φωνὴν παραχθέντα εἰϲ δε, μηδὲν πλέον τοῦ πρωτοτύπου ϲημαίνοντα πρὸ μιᾶϲ ἔχει τὸν τόνον· ἔνθα ἐνθάδε, τοῖοϲ τοιόϲδε, τῆμοϲ τημόϲδε, τηνίκα τηνικάδε.
93. E. M. 645, 1, Favorin. Ecl. 334, 31: ὄχεϲφιν: δεῖ γινώϲκειν, ὅτι τὸ ὄχεϲφιν καὶ ὄρεϲφιν ὁ μὲν Δίδυμοϲ λέγει γεγονέναι ἀπὸ τῆϲ ὄχεϲι καὶ ὄρεϲι δοτικῆϲ τῶν πληθυντικῶν κατ’ ἐπένθεϲεν τοῦ φ. ὁ δὲ Τρύφων ἐναντιοῦται αὐτῷ λέγων, ὅτι οὐ δύναταιἀπὸ δοτικῆϲ γενέϲθαι, ἐπεὶγενικῆϲ ϲπᾶται δὲ ὡϲ τὸ τῆλε καὶ ὧδε, ἀλλὰ παροξύνεται, ὅτι περιττή ἐϲτιν ἡ θε ϲυλλαβή. cf. Io. Al. 5, 18, Mon. 27, 6.
92b. Ep. Hom. 142,22: ἐμέθεν, ϲέθεν, ἕθεν ὁ Ἡρωδιανὸϲ ἐκ τοῦ ἐμέ, ϲέ, ἕ καὶ κατ’ ἐπέκταϲιν τῆϲ θεν. cf. Arcad. 179, 18, Priscian. XIII 2 p. 561 Krehl.
92c. Mon. 44, 27: οἶϲθα. ὅϲα εἰϲ θᾶ λήγει δεύτερα πρόϲωπα ἐπεκτεταμένα, ταῦτα ἀποβολῇ τῆϲ θα ϲυλλαβῆϲ καταλείπει ῥητὸν τὸ ῥῆμα οἷον λέγῃϲθα λέγῃϲ, βάλῃϲθα βάλῃϲ, ἦϲθα ἦϲ· μόνον δὲ τὸ οἶϲθα τοιοῦτον οὐκ ἀνεδέξατο. αἴτιον δὲ τὸ πάθοϲ. cf. l. Pr. 7 270, Φ 186, Choer. 868, 4.
92d. Il. Pr. Α 129: δῷϲι. Ζωΐλϲ ὁ Ἀμφιπολίτηϲ καὶ Χρύϲιπποϲ ὁ Ϲτωϊκὸϲ ϲολοικίζειν οἰονται τὸν ποιητήν, ἀντὶ ἑνικοῦ πληθυντικῷ χρηϲάμενον ῥήματι· τὸ γὰρ δῷϲί φαϲι πληθυντικόν. ἀγνοοῦϲι δέ· ἔϲτι γὰρ τὸ δῷ ἑνικὸν ἐπεκτεταμένον ὡϲ τὸ λέγῃ λέγῃϲι, φέρῃ φέρῃϲι· τοιοῦτόν ἐϲτι καὶ τὸ ἐν Ὀδυϲϲείᾳ (α 168) τὸ «φῇϲιν ἐλεύϲεϲθαι» καὶ τὸ εἰϲόκε μοι μάλα πάντα πατὴρ ἀποδῷϲιν ἕεδνα» (θ 318). cf. Ο 359.