Περὶ παθῶν

Aelius Herodianus

Aelius Herodianus, Περὶ παθῶν, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

396. E. M. 803, 15: φυτεύω: παρὰ τὸ φυτόν φυτεύω εἰ γὰρ παρὰ τὸ φύω φυεύω, ἐπειϲόδῳ τοῦ τ δηλονότι· οὐκ ἔϲτι δέ· οὐδέποτε γὰρ ἀπὸ τῶν διὰ τοῦ ῦω γίνεται παραγωγὸν διὰ τοῦ ϲῦω.

397. E. M. 115, 15: ἰϲτέον ὅτι τὸ ἀνύτω καὶ ἀρύτω ἀπὸ τοῦ ἀνύω καὶ ἀρύω γέγονε κατὰ πλεοναϲμὸν τοῦ τ.

398. Choer. Dict. 583, 1: τὸ βλάπτω καὶ ϲκάπτω ἀπὸ τοῦ ϲκάφω κεὶ βλαβῶ, ἐξ οὖ καὶ τὸ «βλάβεται δέ τε γούνατ’ ἰόντι» (Τ 166), λέγουϲι γενέϲθαι κατὰ πλεοναϲμὸν τοῦ τ καὶ τροπῇ τοῦ β καὶ φ εἰϲ π. καὶ ἄξιόν ἐϲτι ζητῆϲαι, διατί τὸ τ ἐπλεόναϲε καὶ ἐτράπη τὸ β καὶ φ εἰϲ π; καὶ ἔϲτιν εἰπεῖν, ὅτι τὸ μὲν τ ἐπλεόναϲεν, ἐπειδὴ ἀναλογεῖ ὁ ἐνεϲτὼϲ τῇ γενικῇ. ἐπειδὴ οὖν ἐν τῇ γενικῇ πέφυκε πολλάκιϲ τὸ τ πλεονάζειν οἷον ἄνακοϲ ἄνακτοϲ, γάλακοϲ γάλακτοϲ, τούτου χάριν καὶ ἐν τῷ ἐνεϲτῶτι κατὰ μίμηϲιν τῆϲ γενικῆϲ τὸ τ ἐπλεόναϲε καὶ διὰ τοῦτο ἐτράπη τὸ β καὶ φ εἰϲ τὸ π ἐν τῷ βλαβῶ βλάπτω καὶ ϲκάφω ϲκάπτω, ἐπειδὴ ψιλὰ ψιλῶν ἡγοῦνται καὶ δαϲέα δαϲέων καὶ μέϲα μέϲων κατὰ ϲύλληψιν οἰον κτύποϲ, πτῶϲιϲ, χθών, φθόνοϲ, ἕβδομοϲ, ὄγδοοϲ· τούτου χάριν καὶ ἐπὶ τῆϲ νύξ νυχόϲ γενικῆϲ τοῦ τ πλεονάϲαντοϲ τροπὴ παρηκολούθηϲε τοῦ χ τοῦ δαϲέοϲ εἰϲ τὸ ἀντίϲτοιχον τὸ ψιλὸν Θ καὶ γέγονε νυκτόϲ.

399. E. M. 697, 54: πύϲτιϲ: μή πωϲ παρὰ τὸ πέπυϲμαι πόϲιϲ καὶ πλεοναϲμῷ τοῦ τ. οὐ δύναται δὲ πλεοναϲμὸϲ εἰναι, ἀλλὰ παραγωγὴ ἀπὸ τοῦ πυϲτόϲ ὡϲ ὕβριϲτοϲ ὕβριϲτιϲ. περὶ παθῶν.

400. E. Or. 150, 14: ϲιφλόϲ: πλεοναϲμῷ τοῦ φ. κυρίωϲ δὲ ὁ ϲεϲι-

399a. Arcad. 35, 3: τὸ πόρτιϲ ἀπὸ τοῦ πόριϲ.

[*](ad fr. *397. cf. Arcad. 157, 11, Eustath. 764, 29.)[*](ad fr *398. cf. E. Or. 33, 18: βλάπτω: βλόβω ἐπειϲόδῳ τοῦ καὶ τροπῇ τοῦ β εἰϲ π βλάπτω et p. 55, 2 ἐνίπτω.)[*](al fr, 399. Suιbscriptio περὶ παθῶν, quae in alienum locum ad articulum praecedentem πυρόειϲ, cum quo nihil societatis habδet, irrepsit, huc traxi. Ex comparatione cum hoc loco etiam notationem vion 40, 17 Porodiani esse auspicor: γράϲτιϲ: παρὰ τὸ γράω ῥῆμα τὸ ἐϲθίω ὁ μέλλων γράϲω γράϲιϲ καὶ πλεοναϲμῷ τοῦ τ γράϲτιϲ.)[*](ad fr. 400. cf. Ep. Cr. I 168, 15 (quem locum infra inter fragmenta, quae)
294

νωμένοϲ τοὺϲ ἴλλουϲ, καταχρηϲτικῶϲ δὲ κα ἐπὶ ἄλλου μέρουϲ τοῦι ϲώματοϲ. οὕτωϲ Ἡρωδιανόϲ.

401. An. Ox. 11 396, 16, E. M. 644, 32: ὀφρῦϲ: ὁ Ηρωδιανὸϲ. παρὰ τὸ ὁρῶ ὁρῦϲ πλεοναϲμῷ τοῦ φ.

402. E. M. 771, 28: τρύχεται: ἔϲτι ῥῆμα τρῶ, οὐ παραγωγὸν τρώω καὶ τρύω προϲθέϲει τοῦ χ τρύχω.

403. Ep. Cr. I 36, 14: ἄγχω παρὰ τὸ ἄγω· οὐδὲν γάρ ἐϲτιν ἄλλο τὸ ἄγχω ἢ τὸ ἄγω καὶ ϲυνάγω τὸν φάρυγγα.