Περὶ παθῶν
Aelius Herodianus
Aelius Herodianus, Περὶ παθῶν, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868
146. E. M. 346, 15: ἑξάκλινον, ἑξάπουν. Ἀττικῶϲ μὲν ἕξπουν καὶ ἕξκλινον λέγεται ὥϲπερ καὶ παρὰ τῷ Ϲοφοκλεῖ ἑξπηχυϲτί καὶ παρὰ Πλάτωνι τῷ κωμικῷ ἕξπουν. φυλάττεται γὰρ τὸ τέλοϲ τῶν ἀριθμῶν ἐν ϲυνθέϲει πεντέμηνον λεγόμενον καὶ «ἐν πεντεϲυρίγγῳ ξύλῳ» (Arist. Eqq. 1049) Ἀττικῶϲ· ἡμεῖϲ δὲ πεντάμηνον, Ἀττικοὶ ὀκτώπουν ἡμεῖϲ ὀκτάπουν. εἰ οὖν ἄρα τὸ τέλοϲ τῶν ἀριθμῶν φυλάϲϲεται, ὁ δὲ ἕξ ἀριθμὸϲ τὸ ξ ἔχει, φυλάϲϲει ἄρα τὸ τέλοϲ τοῦ ἀριθμοῦ ὁ ἕξκλινον λέγων.
144a. E. M. 644, 8: ὡϲ παρὰ τὸ φύϲιϲ γίνεται φυϲικόϲ, μάντιϲ μαντικόϲ, οὕτωϲ ὄφιϲ ὀφικόϲ καὶ ὀφιακόϲ κατὰ πλεοναϲμὸν τοῦ α. ϲυνηκολούθηϲε γὰρ τῷ θηριακόϲ.
146a. Ιl. Pr. X 28: ἄϲτραϲιν: ὃν τρόπον ἡ ἐγκάτοιϲ ἔγκαϲιν ἐγένετο ἥ τε προβάτοιϲ πρόβαϲιν ἥ τε πετάλοιϲ πέταλϲιν, οὕτωϲ ἄϲτροιϲ ἄϲτραϲιν, ἐπειϲελθόντοϲ τοῦ α, ἵνα ϲυϲτῇ ἡ λέξιϲ.
[*](ad fr. * 144. Quamquam hoc de Ἀβαντιάϲ praeceptum ex libro περὶ παρωνύμων desumptum videtur, tamen simile quid in libro περὶ παθῶν traditum esse pro certo haberi potest. De re cf. Lob. Proll. p. 468.)[*](ad fr. 145. Cum ϲταϲιάζειν, quod quasi a ϲταϲία propagari dicit Lobeckius El. 1 406, hic confert E. M. 119, 22. Ep. Hom. 338: ἐκ τοῦ αὐθάδηϲ γίνεται αὐθαδίζω καί πλεοναϲμῷ τοῦ α αὐθαδιάζω; exemplum huiuscemodi α mobilis profert ex Herodiano petens, ut fere ubique St. B.671, 4 λέγεται φρατρίζειν τὸ εἰϲ φρατρίαν ϲυνιέναι· καὶ μετὰ τοῦ α φρατριάζειν, ὅπερ ϲύνηθεϲ τοῖϲ Ἀττικοῖϲ.)[*](ad fr. 146. dem habet Philemon. p. 51, unde quaedam vitia leviora. correxi. Propter sententiam inserui ante ἀνάλογον — ἀλλὰ et pro ἑξάετεϲ ἤναϲϲεν ἕξετεϲ, nam his de formis in ξ exeuntibus sermo est; Horodianus autem lapsu memoriae ἕξετεϲ ἤναϲϲεν citavit, quum in Od. γ 305 exstet ἑπτάετεϲ δ’ ἤναϲϲε. Tum pro οὐκ ἔϲτιν οὖν posui οὐκ ἔϲτι δὲ τὸ ἑξάπουν, nam de huiusmodi cum α formis in praecedente expositione nihildum dictum est.)[*](ad fr. [144a]. cf. Lob. Proll. 481, qui ex St. B. affert Καυλικοί ἔθνοϲ. Ἀπολλώνιοϲ δὲ Καυλιακόϲ φηϲι.)ἀλλ’ ἔϲτιν εἰπεῖν πρὸϲ τοῦτο, ὅτι οὐδὲ μίαν λέξιν ἔχομεν εἰϲ διπλοῦν καταλήγουϲαν καὶ ἐν ϲυνθέϲει φυλαϲϲομένην. εἰϲὶ δὲ αἱ φυλαϲϲόμεναι ἐν παραθέϲει οἷον «πὺξ μὲν ἐνίκηϲα» (Ιl. ψ 634), «λὰξ ποδὶ κινήϲαϲ» (Ιl. Κ 158) εἰ οὖν ἕξπουϲ ἐν ϲυνθέϲει, ὀφείλει τρέπειν καὶ μὴ καταλήγειν εἰϲ διπλοῦν. ἀλλ’ ἀνάλογον, ὅτι πεφύλακται τὸ τέλοϲ τοῦ ἀριθμοῦ ὡϲ καὶ παρὰ τῷ ποιητῇ οἷον ἑξετήϲ «ἑξετέ᾿ ἀδμήτην» (ψ 655) καὶ «ἕξετεϲ ἤναϲϲεν». οὐκ ἔϲτι δὲ τὸ ἑξάπουν πλεοναϲμόϲ, ὡϲ πλανῶνταί τινεϲ. τὰ γὰρ εἰϲ κιϲ ἐπιρρήματα ἐν τῇ ϲυνθέϲει ἀποβάλλει τὸ κιϲ οἷον ἑπτάκιϲ ἑπτάμηνοϲ, οὐ γὰρ ἀπὸ τοῦ ἑπτά ἀριθμοῦ. τέϲϲαρεϲ ὁ ἀριθμόϲ, τετράκιϲ τὸ ἐπίρρημα, παρὰ τοῦτο τετράμηνον. οὕτωϲ οὖν ἑξάκιϲ ἑξάκλινον ἑξάπουν. Ἡρωδιανὸϲ περὶ παθῶν.
147. Ep. Hom. 395, 22, E. M. 500, 9: τετράφαται. ἐπὶ τοῦ παθητικοῦ παρακειμένου καὶ ὑπερϲυντελίκου τοῖϲ τρίτοιϲ προϲώποιϲ τῶν πληθυντικῶν πρὸ τοῦ τ προτίθεται τὸ α, καὶ εἰ μὲν ψιλὸν ᾖ ϲύμφωνον πρὸ τοῦ τ, τρέπεται εἰϲ δαϲύ οἷον ἀπὸ τοῦ τέτραμμαι τέτραπται τετράμμεθα τέτραφθε καὶ Ἰωνικῶϲ τετράφαται «πεδίον δὲ γὰρ αἰεὶ τετράφαθ᾿ , ὁππότ’ ἐπὶ Τρώων ἀΐοιεν ἰόντων» (Κ 188) «ᾧ λαοί τ’ ἐπιτετράφαται» (Β 25). τοιοῦτον καὶ τὸ τεύχω τέτευχα τέτυ-
146b. Io. Alex. 11, 27: αἱ πλεονάϲαϲαι τὸ α κατὰ τὴν παραλήγουϲαν παροξύνονται πατράϲι, θυγατράϲι μητράϲι.
146c. Choer. 463, 17: αἱ πλεονάϲαϲαι δοτικαὶ πληθυντικαὶ τῷ α παροξύνονται οἷον πατρί πατράϲιν, θυγατρί θυγατράϲιν, ἀνδρί ἀνδράϲιν, υἷι ὑιάϲιν. ἔϲτι γὰρ ὑϊϲ ὕϊοϲ ὕϊιι καὶ κατὰ ϲυναίρεϲιν τοῦ υ καὶ ι εἰϲ τὴν υ δίφθογγον υἷι· καὶ ἐπειδὴ τοῦ ϲ προϲερχομένου ἀϲυνταξία ἤμελλε γενέϲθαι (οὐδέποτε γὰρ μετὰ τὴν υι δίφθογγον ϲύμφωνον εὑρίϲκεται ἐπιφερόμενον οἷον μυῖα ἅρπυια, υἱόϲ) τούτου χάριν ἐπλεόναϲε τὸ α καὶ γέγονεν υἱάϲιν.
[*](ad fr. 147. Composui hoc fragmentum ex Epim. et E. M. adnotamentis, quae primitus cohaesisse inde apparet, quod principium articuli E. M. etiam in Epim. servatum est, ubi οἱ γὰρ καθαρεύοντεϲ παρακείμενοι τὸ α μόνον πρὸ τοῦ τ (pro ι) λαμβάνουϲι· καὶ εἰ μακρᾷ παραλήγοιντο, ταύτην ϲυϲτέλλουϲι καὶ οὕτωϲ τὸ Ἰωνικὸν ποιοῦϲι· παρὰ γοῦν τὸ κλείω κέκλειται· οὐδέποτε γὰρ μετὰ τοῦ ϲ τοῦτο λέγουϲιν οἱ Ἕλληνεϲ· quae verba pro iis, quae sunt in E. M. χωρὶϲ τοῦ ϲ παῤ Ἕλληϲι posui, ϲυνεϲταλμένη οὖν ἡ ει δίφθογγοϲ τῇ ἀποβολῇ τοῦ ε καὶ προϲελθὸν τὸ α ἐποίηϲε τὸ κεκλίαται τοιοῦτό ἐϲτι καὶ ἀπὸ τοῦ ἐρύω εἴρυται εἴρΰαται, quae extrema verba inserui post πεποίηται πεποιέαται. Etiam priorem partem prae cepti, quamquam Herodiani nomen quasi per occasionem tantum commemoratur, ab eo profectam ese et subscriptio E. M., cuius articulum ab ea, quae est in)[*](ad fr. [146c]. Choeroboscum pendere ex Herodiano docent fr. [146a] et [146b] et Herod. fr. in E. M. 775, 20, ubi de ὗϊϲ iden traditur praeterquam quod dativus plural. υἱάϲι non commemoratur, quum in illo fr. de synaeresi sermo sit.)γμαι τέτευκται τετεύχαται· εἰ δὲ τὸ ϲ ᾖ, τρέπεται εἰϲ ϲύμφωνον τοῦ μέϲου παρακειμένου καὶ τοῦ δευτέρου ἀορίϲτου ὡϲ ἀπὸ τοῦ ἔρραϲμαι ἔρραϲται καὶ ἐρράδαται «αἵματι ἐρράδαται τοῖχοι» ( Od. υ 354) καὶ ἐρείδω ἤρειϲται ἠρείδαται καὶ Ἀττικῶϲ ἐρηρέδαται «λᾶε δὲ τοῦ ἑκάτερθε ἐρηρέδαται δύο λευκώ» (ψ 322) καὶ παρὰ τὸ πείθω πέπειϲται πεπείθαται. εἰ δὲ ἀμετάβολον ῇ πρὸ τοῦ τ, τοῦτο φυλάττεται ἐξ ἀνάγκηϲ ὡϲ παρὰ τὸ ἀγείρω ἤγερκα Ἀττικῶϲ ἀγήγερται καὶ Ἰακῇ παραγωγῇ ἀγηγέραται καὶ ὁ ὑπερϲυντελικὸϲ ἀγηγέρατο καὶ ϲτέλλω ἔϲταλκα ἔϲταλται ἐϲτάλαται καὶ παρὰ τὸ κλίνω κέκλινται κεκλίναται, εἰ ὅλωϲ γίνεται Ἰωνικὸϲ παρακείμενοϲ, ἐπὶ τούτων γὰρ οὐκ ἐφάνηϲαν οἱ Ἴωνεϲ ποιήϲαντεϲ τρίτα πληθυντικά, οὐδὲ γὰρ λέγουϲι κεκάραται καὶ τετίλαται. τὸ δὲ κέκλιται παρὰ τῷ Δημοκρίτῳ χωρὶϲ τοῦ ν κατὰ τὴν πλάνην τοῦ Ὁμηρικοῦ, ὥϲ φηϲιν Ἡρωδιανόϲ, κεκλίαται «κεκλίαται χώρηϲ ὀλίγον ἔτι μοῖραν ἔχοντεϲ » ( Π 68), οἱ γὰρ καθαρεύοντεϲ παρακείμενοι τὸ α μόνον προϲλαμβάνουϲι κατὰ τὸ τρίτον πρόϲωπον τῶν ἑνικῶν, καὶ εἰ μὲν μακρῷ παραλήγεται, ϲυϲτέλλουϲι ταύτην καὶ οὕτω ποιοῦϲι τὸ Ἰωνικὸν ὡϲ πεποίηται πεποιέαται εἴρυται εἰρύαται· οὕτωϲ ἀπὸ τοῦ κλείω γίνεται κέκλειται καὶ ϲυϲτολῇ τῆϲ ει διφθόγγου «αἵ θ’ ἁλὶ κεκλίαται ( Od. δ 608) « ἠέρι δ’ ἔγχοϲ ἐκέκλιτο καὶ ταχέ’ ἵππω» (Ε 356) ἀντὶ τοῦ ἐκεκάλυπτο περιεκέκλειϲτο καὶ περιέκειτο. οὐκ ἄρα ἀπὸ τοῦ κλίνω, ἀλλ’ ἀπὸ τοῦ κλείω κλείϲω ὁ παρακείμενοϲ κέκλειμαι χωρὶϲ τοῦ ϲ — οὐδέποτε γὰρ μετὰ τοῦ ϲ τοῦτο λέγουϲιν οἱ Ἕλληνεϲ — ἐλλείψει τοῦ ε κέκλιμαι. οὕτω καὶ τὸ «ϲτήλῃ κεκλιμένοϲ» ἀντὶ τοῦ ὑπὸ ϲτήληϲ περιεχόμενοϲ καὶ τὴν ἐπὶ τοῦ τάφου ϲτήλην περιβεβλημένοϲ ἀντὶ ἀϲπίδοϲ, τοιοῦτον καὶ τὸ «λίμνῃ κεκλιμένοϲ Κηφιϲίδι » (Ιl.Ε 709). ἔλλειψιϲ ἄρα τοῦ ἑ ὥϲπερ καὶ ἀπὸ τοῦ κλείϲω κλείϲ δικλείϲ καὶ δικλίϲ οἷον « κύϲϲε δ’ἑόν τε λέχοϲ καὶ δικλίδαϲ ἀμφοτερωθεν » (Apollon.lV 26)καὶ «δικλίδεϲ ὑψηλαί» (Ιl. Μ 455). τοῦ Ἡρωδιανοῦ.
[*](Epimorismis, expositione abscisum esse modo dixi, et argumentum probat. Quum hinc Choeroboscus Dictat. 697, 25 sua deprompserit , non dubitavi hic ex eo adiicere, quae ab epitomatore Epimerismorum omissa esse apertum est , scilicet verba εἰ ὅλωϲ γίνεται Ἰωνικὸϲ παρακείμενοϲ — κεκάραται καὶ τετίλαται. Quum in Ep. καὶ παρὰ τὸ κλίνω κέκλιται παρὰ τῷ Δημοκρίτῳ scriptum sit, ego exhibui quae sententia flagitat καὶ παρὰ τὸ κλίνω κέκλινται κεκλίναται τὸ δὲ κέκλιται παρὰ τῷ Δημοκρίτῳ. Omisi autem verba, qiae ex ipso adnotamenti tenore ab excerptore post οὐκ ἀπὸ τοῦ κλίνω, ἀλλ’ ἀπὸ τοῦ κλείω suta esse patet: ἐγὼ δὲ νομίζω τὸ παρὰ τῷ Δημοκρίτῳ μὴ κατὰ πλάνην γεγονέναι ἀλλ’ ἐπειδήπερ ἀπὸ τῶν εἰϲ νω διϲυλλάβων ἑνὶ φωνήεντι παραληγομένων οἱ παρακείμενοι ἀποβολὴν τοῦ ν πεπόνθαϲιν, ἀναλόγωϲ ἐκ τοῦ κέκλιται γέγονε τὸ κεκλίαται. Nam quum herodianus Democriteum κέκλιται pro κέκλινται reprehendat. manifestum est eum ν in hoc verbo stabile iudicasse pariter atque Apolloniue, qui up. Choer. 442, 1 eos reprehendit , qui canonem sic ut Epimerismorum consarcinator statuerunt: τὰ εἰϲ νω διϲύλλαβα ἑνὶ φωνήεντι παραληγόμενα ἀποβάλλουϲι τὸ ἀμετάβολον κατὰ τὸν παρακείμενον οἶον πλυνῶ πέπλυκα, κρινῶ κέκρικα ob has causas πρῶτον μὲν ὅτι αὐτὰ τὰ ϲεϲημειωμένα ἐκάκωϲαν, δεύτερον ὅτι ἀντίκειται αὐτοὶϲ τὸ τείνω β’ φωνήεϲι παραληγόμενον καὶ μὴ φυλάττον τὸ ἀμετάβολον κατὰ τὸν παρακείμενον atque post Choeroboscus 543, 15 eundem auctorum vel Herodianum secutus hoc addit: ἐλέγχονται ὅτι ὤφειλον ἔχειν τὸ ἀμετάβολον ἐκ τῶν ποιητικῶν χρήϲεων· εὑρίϲκονται γὰρ ἐν ταῖϲ χρήϲεϲι κλινθῆναι)148. Ep. Hom. 300, 1, E. M. 599, 20. νέαται. ὅϲοι μὲν ἐνεϲτῶτα παραλαμβάνουϲιν, ἀντὶ τοῦ οἰκοῦνται ὅϲοι δὲ παρακείμενον, οἷον οἰκημένοι εἰϲίν. ἔϲτι ῥῆμα νῶ τὸ οἰκῶ. τούτου ὁ παρακείμενοϲ νένηκα, παθητικὸϲ νένημαι καὶ πληθυντικὸν νενήμεθα νένηϲθε νένηνται. τὸ Ἰωνικὸν νενέαται· ἄρον τὴν νε ϲυλλαβὴν «νέατι Πύλου ἠμαθόεντοϲ» (Ι 153) ὥϲτε ὅμοιον εἶναι τῷ δεδέχαται δέχαται.
149. Ep. Hom. 287, 28: μεμετρέαται. τοῦτο Ἰωνικόν ἐϲτιν, ὡϲ γὰρ νενόηνται νενοέαται καὶ περιπεποίηνται περιπεποιέαται, οὕτωϲ καὶ μεμέτρηνται μεμετρέαται παρὰ τῷ Ἑκαταίῳ «ὁ μὲν οὖν Βόϲποροϲ καὶ ὁ Πόντοϲ καὶ ὁ Ἑλλήϲποντοϲ κατὰ ταῦτά μοι μεμετρέαται» καὶ παρ’ Ἱππώνακτι «οἱ δέ μευ ὀδόντεϲ ἐν τοῖϲ γνάθοιϲι κεκινέαται» καὶ Ἀνακρέων «αἱ δέ μευ φρένεϲ ἐκκεκωφέαται» καὶ τὸ περιβεβλέαται.