Περὶ Ἰλιακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

24. ϲκότιον: ὡϲ λόγιον· τὸ γὰρ χόριον πρὸ τέλουϲ ἔχει τὴν ὀξεῖαν. A.

56. ἦ: περιϲπαϲτέον τὸν ἦ· διαπορητικὸϲ γάρ ἐϲτι. BL.

90. τὴν ὅϲ ὀξυτονητέον διὰ τὴν οἱ ἀντωνιμίαν, ἥτιϲ νῦν ἐγκλιτική ἐϲτιν. ABL.

92. ἐπί: οὐκ ἀναϲτρεπτέον τὴν πρόθεϲιν. A.

135. βουπλῆγι: προπεριϲπωμένωϲ· ἡ γὰρ εὐθεῖα ὀξύνεται, βουπλήξ· τὰ γὰρ παρὰ παρακείμενον ϲυντιθέμενα ἐπιθετικὰ φιλεῖ ὀξύνεϲθαι. ὁπότε καὶ μίαν ϲυλλαβὴν ἀποφέρεται τοῦ ῥήματοϲ, ἀδμήϲ ἡμιθνήϲ κυαμοτρώξ. οὕτωϲ καὶ μεθυπλήξ. ὕϲπληξ δὲ καὶ ἀντίπηξ. A.

146. τοίη δέ: δύο μέρη λόγου τὸ τοίη δέ, τοίη καὶ δέ· διὸ οὐ περιϲπαϲτέον τὸ τοιηδε. A.

149. ἠμὲν — ἠδ᾿ : ἀντὶ τοῦ καί. δύναται δὲ καὶ ἄρθρα εἶναι βέλτιον δὲ τὸ ϲύνδεϲμον παραλαβεῖν. A.

150. Ἀρίϲταρχοϲ περιϲπᾶ εἰδῇϲ καὶ οὕτωϲ ἐπεκράτηϲεν ἡ προϲῳδίᾳ ἦν γὰρ καὶ λόγον ἔχουϲα. A.

152. ἔϲτι πόλιϲ Ἐφύρη: τὸ ἔϲτι ἐπὶ τῆϲ πρώτηϲ ϲυλλαβῆϲ ἔχει τὴν ὀξεῖαν, ὅταν ἄρχηται «ἔϲτι δέ τιϲ προπάροιθε πόλιοϲ (ll. B 811), καὶ ὅταν ὑποτάϲϲηται τῇ οὐ ἀποφάϲει «ὡϲ οὐκ ἔϲθ᾿ ὅδε μῦθοϲ (Od. ψ 62) εἰ μέντοι γε μὴ εἴη τὸ τοιοῦτο. οὐκέτι ἐπὶ τῆϲ πρώτηϲ ϲυλλαβῆϲ ἔχει τὴν ὀξεῖαν, οἷον «ὃ δῂ τετελεϲμένον ἐϲτίν». A.

160. προπεριϲπαϲτέον τὸ δῖα, καὶ τὸ Ἄντεια προενεκτέον ὡϲ Κράτεια. ἔνιοι δὲ ὑπονοήϲαντεϲ ἀτόπωϲ ἔχειν τὸ δῖα Διάντειαν ὑφ᾿ ἓν ἀνεγίγνωϲκον, κακῶϲ. τὸ δῖα κατὰ κόϲμον ποιητικὸν προϲέρριπται, ὡϲ καὶ ἐπὶ τοῦ δῖα Κλυταιμνήϲτρη» (Od. γ 266). A.

201. τὸ Ἀλήϊον οἱ μὲν ἐψίλωϲαν ἀπὸ τῆϲ ἄληϲ τοῦ Βελλεροφόντου, οἱ δὲ ἐδάϲυναν ἀπὸ τοῦ τοὺϲ ἅλαϲ ἐκεῖ πήγνυϲθαι βέλτιον δὲ τὸ πρότερον. A.

[*](λεμοϲ Lehrsius scribendum proposuit λέγεται «τοίη — φυγοπτόλεμοϲ. — ἀπήρτιϲε pro ἀπήρτηϲε ex Hekkeri coniectura recepit L. qui confort O 463.)[*](l. 4 καθαρὰ addendum suspicatus est L.)[*](Z 92 διὸ seclusit initio L. Idem 135 addit ἐπιθετικὰ et in fine verba δὲ καὶ ἀντίπηξ. 160 Διάντειαν ὑφ᾿ ἕν ἀνεγίγνωϲκον, κακῶϲ. τὸ δῖα inseruit Lehrs consulto Scholio BL. τινὲϲ δὲ Διάντεια ὁμοῦ ἀναγινώϲκουϲι, κακῶϲ, ἀγνοοῦντεϲ, ὅτι τὸ δῖα πολλαχῶϲ παῤ Ὁμήρῳ νοεῖται.)
55

202. πάτον: ὡϲ λόγον τὰ γὰρ εἰϲ τοϲ λήγοντα διϲύλλαβα, βραχείᾳ παραληγόμενα. μονογενῆ βαρύνεται, κρότοϲ, κότοϲ, μίτοϲ, νότοϲ, πότοϲ. οὕτωϲ ἄρα καὶ πάτοϲ. δοκεῖ ἀντικεῖϲθαι τὸ ϲτρατόϲ· τὸ γὰρ βροτόϲ κατὰ δύο τρόπουϲ ἀποφεύγει ὅτι καὶ κοινὸν καὶ ἔχει ἀντέμφαϲιν. A.

205. ἔκτα· ἀποκοπὴ τοῦ «ἔκταν᾿ ἐπὶ προμάχων» (ll. Ϲ 456). A.

229. δύνηαι: ὡϲ λέγηαι καὶ φέρηαι· «ϲὺ δέ κεν κακὸν οἶτον ὄληαι (ll. Γ 417). Τυραννίων δὲ προπεριϲπᾶ· καὶ δῆλον ὅτι καὶ τὸ πρῶτον αὐτοῦ πρόϲωπον δώϲει δυνῶμαι ὡϲ νικῶμαι· ἀλλ᾿ εἰ ἅπαξ ἐϲτὶ τὸ ὁριϲτικὸν κατὰ χρῆϲιν, δύναμαι δύναϲαι, καὶ ὁμολογεῖται ἀπὸ τῶν εἰϲ μι, ὁμοτονήϲει τούτοιϲ καὶ τὰ ὑποτακτικά· οὕτωϲ καὶ Ἀρίϲταρχοϲ καὶ οἱ ἄλλοι. A.