Περὶ Ἰλιακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

683. Χρομίον παροξυτόνωϲ, Ἅλιον προπαροξυτόνωϲ εἴπομεν (ὁ Δίων — immo Ἡρωδιανὸϲ — φηϲί V) τὰ τοιαῦτα τριβράχεα ἐπὶ κυρίων παροξύνεϲθαι καὶ ἐϲημειούμεθα τὸ Ἅλιοϲ, Ξένιοϲ, Κρόνιοϲ (B 495). ἐπεκράτηϲε δὲ καὶ κατὰ τὴν Ὁμηρικὴν ἀνάγνωϲιν τὸ Ἅλιοϲ προπαροξυνόμενον. ABV.

736. ἡ: δαϲυντέον τὸ η· ἄρθρον γάρ ἐϲτιν ἀντωνυμικόν. τινὲϲ δὲ ψιλοῦϲι ϲύνδεϲμον ἐκδεχόμενοι τὸν ἠδέ, κακῶϲ. A.

739. ἣν πέρι μὲν πάντῃ φόβοϲ ἐϲτεφάνωται: ἀναϲτρεπτέον τὴν πρόθεϲιν, ἵνα πρὸϲ τὸ ἥν ϲυντάττηται. A.

759. ἕκηλοι: δαϲυντέον· παρὰ γὰρ τὸ ἑκών ἐγένετο. ὅπερ ἐϲτὶ ϲημαντικὸν τοῦ ὑποχωρῶν καὶ ἡϲυχάζων ὁ δὲ ὑποχωρῶν καὶ ἡϲυχάζει. ἄλλωϲ τε τὸ πρὸ τοῦ κ δαϲύνεται μὴ ὂν ἐκ κλίϲεωϲ ἢ προθέϲεωϲ ἢ μεμελετηκὸϲ ἀφαιρεῖϲθαι (ut ἐκεῖνοϲ) οἷον ἑκάϲ Ἑκάτη. οὕτωϲ ἄρα καὶ ἕκηλοϲ. μάχεται τὸ ἐκεχειρία, ὅπερ οὐκ ἔχει γνήϲιον τὸ κ, ἀπὸ τοῦ ἔχειν γενόμενον. AB.

784. ϲτᾶϲ᾿: περιϲπαϲτέον· ἔϲτι γὰρ τὸ πλῆρεϲ ϲτᾶϲα. A.

[*](656 in B legimus οἱ δὲ περὶ Ἡρωδιανὸν περιϲπῶϲι καὶ προϲγράφουϲι τὸ ῑ.)[*](759 ἑκὼν pro εἴκων scr. L.)
53

787. ἐλέγχεα: ὡϲ τείχεα· οὐ γὰρ νῦν ἐπιθετικόν. A.

798. ἴϲχων: ὡϲ λέγων ἔχων· οὐδὲ γὰρ δύναται ὀξύνεϲθαι ὡϲ δευτέρου ἀορίϲτου· ἄνευ γὰρ τοῦ ῑ ἐλέγετο ἂν ϲχών. A.

800. ἦ ὀλίγον ο παῖδα ἐοικότα γείνατο Τυδεύϲ. τὸν περιϲπαϲτέον· βούλονται γὰρ αὐτὸν ἰϲοδυναμεῖν τῷ δή καὶ βεβαιωτικὸν εἶναι· τοιοῦτοϲ γὰρ ὁ κατ᾿ ἀρχὴν η. τὴν δὲ ἀντωνυμίαν ὀρθοτονοῦϲιν, ἐπεὶ εἰϲ ϲύνθετον μεταλαμβάνεται. A.

812. νύ ϲε: ὁ ἤ ὀξύνεται· διαζευκτικὸϲ γάρ. φυλάϲϲεται δὲ ἡ ὀξεῖα διὰ τὸ ἐπιφερόμενον νύ ἐγκλιτικόν, ὃ καὶ αὐτὸ ἔϲχεν ὀξεῖαν διὰ τὴν ϲέ ἐγκλιτικὴν οὖϲαν. A.

824. μάχην ἀνὰ κοιρανέοντα: ἀνά: οἱ μὲν ἀνέϲτρεψαν, ἵνα γένηται ἀνὰ τὴν μάχην. Ἀρίϲταρχοϲ δὲ παρῃτήϲατο τὴν ἀνά ἀναϲτρέψαι, ὁπότε μὴ ϲημαντικὴ εἴη τοῦ ἀνάϲτηθι, ἵνα μὴ ϲυνεμπέϲῃ τῷ «Ζεῦ ἄνα Δωδωναῖε» (Il. Π 233). ἔϲτι δὲ καὶ νῦν ἐκεῖνον προϲθεῖναι τὸν λόγον, ὡϲ ὅτι ὅταν πρόθεϲιϲ ἀντὶ ἑτέραϲ προθέϲεωϲ παραλαμβάνηται οὐκ ἀναϲτρέφεται. «ἀλλ᾿ ὅδ᾿ ἀνὴρ ἐθέλει περὶ πάντων ἔμμεναι (ll. A, 287) «θεῖναι Ἀθηναίηϲ ἐπὶ γούναϲι (Il. Z 92). οὕτωϲ οὖν κἀνθάδε ἡ ἀνά ἀντὶ τῆϲ κατά. A.

856. ἔγχεϊ: εἴρηται περὶ τῶν τοιούτων δοτικῶν πότε κατὰ διάϲταϲιν, ὡϲ νῦν, καὶ πότε κατὰ ϲυναλοιφήν, καὶ ὅτι τὸ μέτρον πολλάκιϲ αἴτίον· καὶ τὰ ἀντικείμενα, καίτοιγε μέτρου μὴ ἐμποδίζοντοϲ, ὡϲ τὸ «πλήθει πρόϲθε βαλόντε (Il. ψ 639). A.

862. βαρυτονητέον τὴν ὑπό· παρέλκεται γάρ. A.

885. 887. — ἤ: διαζευκτικοὶ ἀμφότεροι· διὸ ὀξύνονται διὰ τὰ ἐπιφερόμενα ἐγκλιτικά, χωρὶϲ εἰ μὴ ὁ δεύτεροϲ βεβαιωτικόϲ· καὶ γὰρ τοῦτο μᾶλλον αἰτεῖ ἡ διάνοια. A.

887. ζώϲ: τὸ ζώϲ ὁ Ἀϲκαλωνίτηϲ ἀξιοῖ περιϲπᾶν, οὐχ ὑγιῶϲ· μόνον γὰρ τὸ ϲῶϲ ἐϲτι περιϲπώμενον μονοϲύλλαβον εἰϲ ωϲ λῆγον ἀρϲενικόν (sc. exclusis propriis), γεγονὸϲ ἢ ἐκ τοῦ ϲόοϲ, ὡϲ οἴεται Φιλόξενοϲ, ἢ ἐκ τοῦ ϲάοϲ, ὅπερ κρεῖττον. εἰ δὲ ὁ Ἀϲκαλωνίτηϲ ἀξιοῖ αὐτὸ ἐκ τοῦ ζωόϲ, ἴϲτω ὅτι τὸ μὲν προκείμενον βαρύτονον ἦν, ἔνθεν περιεϲπᾶτο τὸ ϲῶϲ τὸ δὲ ζώϲ ἐξ ὀξυνομένου, ὥϲ φηϲι. τοῦ ζωόϲ γενόμενον δεῖ ὀξύνειν, ἐγκλίνειν δὲ ἐν ταύτῃ τῇ ἀναγνώϲει, ἡ μέντοι κλίϲιϲ αὐτοῦ ἰϲοϲύλλαβοϲ εὑρέθη. A.

τὸ ἔα Ἰωνικόν ἐϲτιν ἐκ τοῦ ἦν γεγονόϲ· διὸ ϲυϲταλτέον τὸ α ὁμοίωϲ τῷ «τοῖοϲ ἔα ἐν πολέμῳ» (Od. ξ 222), ὃ καὶ διὰ τοῦ η λέγεται «τοίη τοι ἐγὼν ἐπιτάρροθοϲ ἦα (Ε 808), οὐκ ἀποφώλιοϲ ἦα οὐδὲ [*](798 in altero Scholio cod. A. haec exstant: ζητεῖται πότερον ἰϲχων ὡϲ τρέχων ἢ ὡϲ νοῶν· εὑρέθη γὰρ ἴϲχηκα (?) ὁ παρακείμενοϲ· ἀλλὰ τοῦτο οὐδὲν ϲυμβάλλεται πρὸϲ τὴν Ὁμηρικὴν ἀνάγνωϲιν· παρ᾿ αὐτῷ γὰρ πάντα τὰ κινήματα ὡϲ ἀπὸ βαρυτόνου «ἴϲχεϲθ᾿ Ἀργεῖοι» (ΙΙ. Γ 82, ἶϲχον (?) γὰρ πυργηδόν (Ιl. Ο 618), ἥ τε πληθυντικὴ μετοχὴ «χεῖράϲ τ᾿ ἀνίϲχοντεϲ» (Il. Θ 347). 887 περιϲπώμενον ante ἀξιοῖ inseruit L. et pro ἄμεινον δὲ scripsit γενόμενον δεῖ. Idem conferri iubet Choer 243, 13 et 253, 15 Gaisf. l. 36 pro λέγεται τοῖϲ ῆα φιλοπτό)

54
φυγοπτόλεμοϲ (ξ 212). τὸ δὲ μέτρον οὐ κωλύεται ἀπήρτιϲε γὰρ είϲ μέροϲ λόγου καὶ ἐπέχει τόπον μακρᾶϲ ὁμοίωϲ τῷ «ἀμφηρεφέα τε φαρέτρην (ll. A 45). A.

τυπῇϲιν: ὡϲ πληγῇϲιν. δοκεῖ δὲ ὡϲ πρὸϲ τὴν ἀναλογίαν ϲημειοῦλεμοϲθαι· τὰ γὰρ εἰϲ πη καθαρὰ μονογενῆ διϲύλλαβα φιλεῖ βαρύνεϲθαιεἰ δὲ ὀξύνεται ἔχει πρὸ τέλουϲ ἢ ῑ ἢ ο. πωϲ οὖν τὸ τυπή μόνον ὀξυνόμενον τῷ υ παρελήχθη. A.