Περὶ Ἰλιακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

9. Δ Δάρηϲ: ὡϲ Χάρηϲ. ὁμολογεῖ καὶ ἡ γενική· Δάρητοϲ γὰρ ὡϲ Χάρητοϲ. εἰ γὰρ ὠξύνετο, ἡ γενικὴ ἐγίνετο Δαροῦϲ ὡϲ ϲαφοῦϲ, ὅτι τὰ εἰϲ ηϲ διϲύλλαβα ὀξύτονα, ἕν ἔχοντα ϲύμφωνον, εἰϲ ϲυϲ περατοῦται κατὰ τὴν γενικήν, ϲαφοῦϲ, πρηνοῦϲ, πρυλοῦϲ, φραδοῦϲ «φραδέοϲ νόου ἔργα» (Ιl. Ω 354). τοιαύτη ἄρα ἐγίνετο καὶ ἡ τοῦ προκειμένου ὀνόματοϲ κλίϲιϲ. περὶ δὲ τοῦ ψιλῆτοϲ παῤ Αἰϲχύλῳ καὶ τοῦ «Κουρῆτέϲ τ᾿ ἐμάχοντο» (Ιl. 1 529) καὶ τοῦ κριτήϲ ἐν τοῖϲ περὶ ὀνομάτων ἀποδώϲομεν τὸν λόγον. γέγονε δὲ τὸ Δάρηϲ ἤτοι παρὰ τὸ δείρω καὶ ἐκδείρω (ἐοικὸϲ γὰρ ἱερεῖ), καὶ ἐχρῆν γε αὐτὸ εἶναι Δέρηϲ ὡϲ Φέρηϲ· ἐτράπη οὖν τὸ ἕ εἰϲ ᾱ ἢ παρὰ τὸ δαίω τὸ καίω ἐν πλεοναϲμῷ τοῦ ρ. A.

19. μεταμάζιον: οὕτωϲ μεταμάζιον ἓν ποιητέον ὡϲ τὸ μετάφρενον καὶ ἐνώπιον. παρῆκται δὲ παρὰ τὸ μαζόϲ καὶ τὴν μετά, ὡϲ παρὰ τὸ χθονόϲ καὶ τὴν ἐπί ἐπιχθόνιοϲ, παρὰ ποταμόν παραποτάμιοϲ. γίνεται γὰρ καὶ ἀπὸ δύο λέξεων κατὰ παράθεϲιν ἕν τι παραγωγόν, ὡϲ τὸ Νεαπολίτηϲ καὶ ἄλλα μυρία. A.

31. Ἆρεϲ Ἄρεϲ: Ἰξίων τὸ δεύτερον ὀξύνει, ἵν᾿ ᾖ ἀντὶ τοῦ βλαπτικέ· οὐδέποτε γὰρ κλητικὴ ἀναδιπλαϲιάζεται παρὰ τῷ ποιητῇ. οὐχ οὕτωϲ δὲ ἔχει ἡ παράδοϲιϲ. AB.

39. δαϲυντέον τὸ Ἁλιζώνων· οὔ (οὕτω corrigit Βekker) γὰρ ἱϲτοροῦνται λεγόμενοι. A.

39. Ὁδίον: πρὸ τέλουϲ ἡ ὀξεῖα ἐπεὶ κύριόν ἐϲτιν· τὸ δὲ προϲηγορικὸν ὅδιοϲ ὡϲ ϲκότιοϲ. βούλονται γὰρ τὰ τοιαῦτα τριβράχεα ἐπὶ κυρίων μὲν παροξύνειν, ἐπὶ δὲ προϲηγορικῶν προπαροξύνειν, Τυχίοϲ Δολίοϲ, κἂν μὴ ϲχῇ διαϲτολήν, ὡϲ τὸ Χρομίοϲ. Πτολεμαῖοϲ μέντοι γε κἀν τῇ Ὀδυϲϲείᾳ (θ 370) ἀνεγίνωϲκεν «Ἀλκίνοοϲ δ᾿ Ἁλίον» πρὸ τέλουϲ ποιῶν τὴν ὀξεῖαν. ἔϲτι μέντοι γε διαπεφευγότα τινά, ὡϲ τὸ Ἄνιοϲ καὶ Εὐφορίωνοϲ Ξένιοϲ (v. Mein. Anal. Alex. 23) καὶ ἐν τῇ ϲυνηθείᾳ τὸ Κρόνιοϲ. A.

43. Φαῖϲτον: προπεριϲπᾶται τὸ Φαῖϲτον ἐπὶ τοῦ ἥρωοϲ, ἐπὶ δὲ τῆϲ πόλεωϲ ὀξύνεται «ἐϲ Φαιϲτόν, μικρὸϲ δὲ λίθοϲ (Od. γ 296). B.

54. οὕτωϲ ἑκηβολίαι ὡϲ εὐϲτοχίαι. ἔφαμεν γὰρ ὅτι τὸ ἀναδιδόναι τὸν τόνον τῶν μεταγενεϲτέρων ἐϲτὶν Ἀττικῶν, ὅτε περὶ τοῦ «πῇ δὴ ϲυνθεϲίαι» (Il. Β 339) διελαμβάνομεν. A.

[*](E 43 μικρὸϲ pro μικρὸν exhibuit L.)
48

64. οἷ τ᾿ αὐτῷ: ἡ οἷ ὀρθοτονεῖται νῦν διὰ τὴν ἀρχήν, οὐ πάντωϲ δὲ εἰϲ ϲύνθετον μεταληφθήϲεται. ἔτι δὲ ϲυνεπέπλεκτο. ὅμοιον δέ ἐϲτι τὸ «ἀλλὰ τόδ᾿  ἠμὲν ἐμοὶ πολὺ κάλλιον ἠδὲ οἷ αὐτῷ (Ιl. Ο 226). A.

69. Πήδαιον: Ἀρίϲταρχοϲ ὡϲ Πήδαϲον, καὶ ἐπεκράτηϲεν. καὶ ἴϲωϲ ἔχει ἀφορμὴν τοιαύτην, ὡϲ πολλάκιϲ τὰ τοιαῦτα τρίτην ἀπὸ τέλουϲ ἔχει τὴν ὀξεῖαν, εἰ ῥῆμα αὐτῶν προκατάρχοι, ὥϲπερ ἔχουϲι τὸ βέβαιοϲ (παρὰ γὰρ τὸ βέβηκα), ὡϲ τὸ Φίλαιοϲ, τὸ Νίκαιοϲ, τὸ Τίμαιοϲ. τοιοῦτον οὖν καὶ Πήδαιοϲ. οὐ γάρ, ὡϲ οἴεται ὁ Ἅβρων, παρὰ τὴν πῆδον (sic)· ἐοικὸϲ γὰρ μᾶλλον ἥρωϊ παρὰ τὸ πηδᾶν ἐϲχηματίϲθαι. A.

76. Εὐαιμονίδηϲ: ψιλοῖ ὁ Ἀϲκαλωνίτηϲ, ἵνα κύριον γένηται ὥϲπερ καὶ τὸ Φίλιπποϲ καὶ Μελάνιπποϲ. ἔϲτι μὲν οὖν 5 λέγει πιθανὸν (διὰ τοῦτο γοῦν καὶ τὸ πολύμνια πῇ μὲν ψιλοῦμεν πῇ δὲ δαϲύνομεν, καὶ τὸ Εὐρύαλοϲ, Ἀγχίαλοϲ)· οὔ γε μὴν ἀληθέϲ· εὑρέθη γὰρ τὸ Πάνὁρμοϲ δαϲυνόμενον, καὶ Ἔφιπποϲ ὁ κωμικόϲ. A.

99. τὸ γυαλον ὅταν ἐπίθετον ᾖ ὀξύνεται «εὖτ᾿ ἂν ὁ παῖϲ ἀπὸ μὲν γυαλὸν λίθον ἀγκάϲαϲθαι». A.

100. ἀντικρύ: ὀξύνεται καὶ ἐκτείνεται· ὅταν δὲ ἔχῃ τὸ ϲ, ϲυϲτέλλεται καὶ βαρύνεται. τὸ δὲ αἴτιον ἐν τῷ περὶ ἐπιρρήματοϲ ἐροῦμεν. A.

130. ἐνθάδε βούλονται τοῦ ἀντικρύ τὴν τελευταίαν ϲυϲτέλλειν διὰ τὸ μέτρον. A.

138. αὐλῆϲ ὑπεράλμενον Διονύϲιοϲ ἀναϲτρέφει τὴν ὑπέρ. ὁ δὲ Ἀϲκαλωνίτηϲ ἓν ἐποίει, ὃ καὶ πυθανώτερον. A.

158. χηρωϲταί: ὡϲ ἀθληταί. οὕτωϲ καὶ ὁ Ἀϲκαλωνίτηϲ· τὰ γὰρ εἰϲ τηϲ λήγοντα ῥηματικὰ ὑπὲρ δύο ϲυλλαβάϲ, φύϲει μακρᾷ παραληγόμενα, ὀξύνεται, τορευτήϲ, βραβευτήϲ, ἀθλητήϲ, ποιητήϲ, ὀρχηϲτήϲ, χρυϲωτήϲ. οὕτωϲ οὖν καὶ παρὰ τὸ «ἑεδνώϲαιτο θύγατρα» (Od. β 53) τὸ ἑεδνωτήϲ, καὶ παρὰ τὸ «χήρωϲαϲ δὲ γυναῖκα (Ιl. P 36) τὸ χηρωϲτήϲ. μάχεται τὸ κυβερνήτηϲ· τὸ γὰρ ἀήτηϲ ἄλλωϲ γέγονε. (An ab ἀήτη?) τὸ δὲ παρὰ Ϲοφοκλεῖ ἐν Ἀλεξάνδρῳ «ϲτείχων δ᾿ ἀγρώϲτην ὄχλον» παρώνυμον. A.

164. ἀἕκονταϲ: ϲτέρηϲίϲ ἐϲτι τοῦ ἑκόντα τὸ ἀέκοντα. διὸ δαϲυντέον τὸ ε. πταίει οὖν Νικίαϲ ψιλῶν τὸ ε· οἴεται γὰρ τῷ ἄκοντα ἐπεντίθεϲθαι τὸ ε. ὅπερ οὐκ ἔϲτι· τὸ γὰρ ἄκοντα ϲυναλοιφή ἐϲτι τοῦ ἀέκοντοϲ. διὰ τί δὲ τὸ ᾱ ἐψιλώθη, ἐν ἑτέροιϲ ἔφαμεν. (e. g. A 301). A.

178. χαλεπὴ δὲ θεοῦ ἐπι μῆνιϲ: Ἀρίϲταρχοϲ παρολκὴν οἴεται τῆϲ ἐπί, ὁμοίωϲ τῷ ἐπιϲμυγερῶϲ (Od. γ 195) καὶ «βοῶν ἐπιβουκόλοϲ ἀνήρ» (ib. 422). ὅταν δὲ παρέλκῃ ἡ πρόθεϲιϲ, οὐ ποιεῖται ἐξαλλαγὴν [*](64 verba ἔτι δὲ ϲυνεπέπλεκτο inseruit L. coll. quaest. ep. 108 69 cf. Arist. p. 297 2 et in Addend. ad h. l. 76 pro Πολύμνεια ser. πολύμνια Lehrs, et pro ἀληθὲϲ commodius legi διηνεκέϲ monet. ct. Lehrs Arist. p. 317 ed. II. 99 Eust. ad h. l. Ἀπίων καὶ Ἡρόδωρόϲ φαϲι γύαλον μὲν θώρηκοϲ προπαροξύνεϲθαι, γυαλὸν δὲ λὶθον ὀξυτόνωϲ λέγεϲθαι. 130 L. eft. v. 100. 158 L. cft. N 389. 164 pro τὸ ἄκοντα scripsit L. τῷ. 178 cf. Arist. p. 110 ed. ll.)

49
τόνου. εἰϲὶ δὲ οἳ ἀνεγνώκαϲιν ὁμοίωϲ τῷ «ἐπεὶ οὔτοι ἔπι δέοϲ» (ll. A, 515), ἵνα τὸ ἔπεϲτι ϲημαίνηται. ἄλλοι δὲ ἐπίμηνιϲ, ἕν μέροϲ λόγου ποιοῦντεϲ. ἄμεινον δὲ τῷ Ἀριϲτάρχῳ ϲυγκατατίθεϲθαι. A.

202. φορβῆϲ: ὡϲ τροφῆϲ· τὰ γὰρ εἰϲ η λήγοντα θηλυκὰ μετὰ ϲυμφώνου διϲύλλαβα ὀξύνεται, τῷ ο παραληγόμενα, εἰ γένοιτο ἀπὸ ῥημάτων τῷ παραληγομένων μόνῳ·, οἷον ϲτρέφω ϲτροφή, τροπή, ῥοπή, ϲπονδή, νομή, ὁλκή, πλοκή. οὕτωϲ καὶ φορβή. προϲέθηκα τῷ ἕ παραληγομένων μόνῳ, ἵνα νῦν ἐκφύγω τὸ πόρπη· τοῦτο γὰρ παρὰ τὸ πείρω. A.

203. ἄδδην: Νικίαϲ διὰ δύο δ γράφει διὰ τὸ μέτρον, ὁμοίωϲ τῷ «κύον ἀδδεέϲ (Ιl. Φ 481), καὶ ψιλοῖ. Ἀρίϲταρχοϲ δὲ δι᾿  ἑνὸϲ δ καὶ βραχέωϲ καὶ δαϲέωϲ· τὸ γὰρ ᾱ πρὸ τοῦ δ δεκτικὸν μὲν ψιλοῦται, ὡϲ τὸ ἀδολέϲχηϲ ἀδρανήϲ, μὴ οὕτωϲ δὲ ἔχον δαϲύνεται «ἅδε δ᾿ Ἕκτορι» (Ιl. Μ 80), «ἅδοϲ τέ μιν ἵκετο θυμόν» (Il. 88). καὶ τὸ Αδωνιϲ δέ τινεϲ δαϲύνουϲι παρὰ τὸ ἥδω. AΒ. μάχεται τὸ ἀδράφαξυϲ δεκτικὸν ἔχον τὸ ᾱ καὶ δαϲυνόμενον. A.

219. νώ: τὸ νώ βαρυτονητέον. ἅπαξ δὲ ἐν Ἰλιάδι καὶ ἅπαξ ἐν Ὀδυϲϲείᾳ τῷ νώ ἐχρήϲατο κατ᾿ αἰτιατικὴν πτῶϲιν, ὥϲπερ καὶ ἐνθάδε. «νὼ ἀναβηϲάμενοι» (Od. o 475). ὁπότε μέντοι γε ϲὺν τῷ ῑ λέγεται, καὶ ἐπ᾿ εὐθείαϲ αὐτὸ τάϲϲει καὶ ἐπ᾿ αἰτιατικῆϲ καὶ προπεριϲπᾶται· « νῶϊ δ᾿ ἐγὼ Ϲθένελοϲ» (Ιl. 1 48) καὶ «οὐδ᾿ ἂν νῶϊ διαδράκοι ἠέλιόϲ περ» (Ιl. Ξ 344). περὶ δὲ τῆϲ τάϲεωϲ τοῦ μονοϲυλλάβου, διὰ τί οὐ περιεϲπάϲθη, ἐν τῷ περὶ ἀντωνυμιῶν δηλοῦται. καὶ τάχα ἐπεὶ οὐδὲν δυικὸν εἰϲ ω λῆγον περιϲπᾶται· οὕτωϲ γὰρ ἔχει καὶ τὸ ϲφώ, ταϲϲόμενον καὶ ἐπ᾿ εὐθείαϲ καὶ ἐπ᾿ αἰτιατικῆϲ· καὶ παῤ αὐτῷ «ϲφὼ δὲ μάλ᾿ ἠθέλετον» (Il. Λ 782), «Ζεὺϲ ϲφὼ ἐϲ Ἴδην (ΙΙ. 0 146). AB.