Περὶ Ἰλιακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

237. τέ᾿ ἅρματα: τὸ πλῆρέϲ ἐϲτι τεά· διὸ βαρυτονητέον· ἐπιφέρει γοῦν «καὶ τεὼ ἵππω». A.

252. οὐ δὲϲέ: ὁ Ἀϲκαλωνίτηϲ τὸν δέ ὀξύνει, ἵνα ἐγκλιτικῶϲ ἀναγνῷ. οὐκ ἀναγκαῖον δέ, ἀλλ᾿ ὀρθοτονεῖν· καὶ γὰρ δύναται ϲυνδεδέϲθαι. A.

256. ἔα: ϲυϲτέλλεται τὸ ᾱ καὶ βαρύνεται. τὸ μὲν οὖν ἐντελὲϲ τοῦ ἐνεϲτῶτόϲ ἐϲτιν ἐῶ ἐᾷϲ ἐᾷ, ϲὺν τῷ ῑ γραφόμενον ὡϲ τιμῶ τιμᾷϲ τιμᾷ. τοῦ δὲ παρατατικοῦ εἴων εἴαϲ εἴα οὐ προϲγραφομένου τοῦ ῑ «οὔ μ᾿ εἴαϲ μακάρεϲϲι» (819). καὶ τὸ τρίτον ἐν Ἰωνικῇ παραγωγῇ «τὸν δ᾿  οὔτι πατὴρ εἴαϲκε μάχεϲθαι» (Il. Υ 408) καὶ τόνδε δ᾿ ἔαϲκεν» (ll. 17 ) καὶ προϲτακτικὸν « ἀλλ᾿ ἔα ὥϲ οἱ πρῶτα» (ll. A 26). εἰ τοίνυν ἐϲτὶ τοιοῦτο τρεῖν μ᾿ οὐκ ἔα», μόνον ϲυνεϲτάλη τὸ ἄλφα, καὶ ὁ παρατατικόϲ ἐϲτιν ἰϲοδυναμῶν ἐνεϲτῶτι. εἰ δὲ ὁ ἐνεϲτὼϲ αἰεί ἐϲτι περιϲπώμενοϲ καὶ ϲὺν τῷ ῑ γραφόμενοϲ, δῆλον ὅτι πολλὰ πάθη· ϲυϲτολὴ γὰρ τοῦ ᾱ, καὶ ἐκβολὴ τοῦ ῑ καὶ μεταβολὴ τοῦ τόνου, εἰ μὴ ἄλλωϲ ἐκδεξαίμεθα, [*](203 cf. Pneumatol. El p. 724. 256 ex E M., quo transiit nota, inseruit L. τοῦ δὲ παρατατικοῦ, idem suspicatur post βαρυτόνων deesse ἐνεϲτῶτοϲ.)

50
ὅτι ἔθοϲ αὐτῷ ταῦτα τὰ τῆϲ δευτέραϲ ϲυζυγίαϲ κατὰ τὸ δεύτερον καὶ τρίτον πρόϲωπον πολλάκιϲ διαλύειν εἰϲ δύο αα, ὧν τὸ μὲν πρότερον ϲυνεϲταλμένον ἐϲτί, τὸ δὲ δεύτερον ἐκτεταμένον καὶ ϲὺν τῷ ῑ γραφόμενον, ὁρᾷϲ «οὐχ ὁράᾳϲ οἱοϲ κἀγὼ» (Ιl. Φ 108) καὶ ἐπὶ τοῦ τρίτου «ἰϲχανάᾳ δακέειν (ll. P 572) καὶ ἐκπεράᾳ μέγα λαῖτμα» (Od. ι 323) «οὐκ ἐάᾳ Κρονίδηϲ (ll. Θ 414). τοῦτο τοίνυν τὸ ἐάᾳ δύναται κατὰ ἀποκοπὴν εἰρῆϲθαι «τρεῖν μ᾿ οὐκ ἔα». ἔνθεν καὶ ϲυνέϲταλται τὸ ᾱ καὶ βεβάρυνται. οὐκ ἄηθεϲ δὲ καὶ ἐνεϲτῶταϲ ἀποκόπτεϲθαι καὶ ἄλλουϲ χρόνουϲ, ὡϲ ἔχει τὸ «οὖτα καταὶ λαπάρην (ll. Ζ 64). εἰ δέ τιϲ ἐπιζητήϲειεν ὁμοιότητα ἀπὸ τῶν εἰϲ ω περιϲπωμένων ἢ βαρυτόνων ἐπὶ τρίτου ἀποκοπήν, καὶ μὴ εὑρὼν μηδὲ τοῦτο παραδέξαιτο, ἑαυτὸν λήϲει· περὶ γὰρ πάθουϲ διαλαμβάνομεν. ABLV.

266. υἷοϲ: προπεριϲπαϲτέον· ἀπὸ γὰρ εὐθείαϲ ἐϲτὶ μὴ εἰρημένηϲ τῆϲ υἷιϲ, ἧϲ γενικὴ ὤφειλεν εἶναι τριϲύλλαβοϲ ὡϲ μάντιοϲ. αὕτη τοίνυν ϲυναλοιφὴν παθοῦϲα καὶ διϲύλλαβοϲ γενομένη βαρύνεται, ἧϲ ἀκόλουθοϲ δοτική «Νηληΐῳ υἷι ἐοικώϲ» (Il. B 20), καὶ αἰτιατικὴ «ἀλλ᾿  υἷα Κλυτίοιο ϲαώϲομεν» (Ιl. 0 427) καὶ πληθυντικὴ εὐθεία «υἷεϲ ὁ μὲν Κτεάτου» (ll. B 621) καὶ αἰτιατικὴ «υἷάϲ τ᾿ ὀλλυμένουϲ» (Il. Χ 62). ἀποδείξομεν δὲ καὶ τὸ «υἱάϲι δὲ Πριάμοιο» (463) παρὰ τοῦτο κεκλίϲθαι ἐν τοῖϲ περὶ ὀνομάτων, ὅταν καὶ περὶ τῆϲ καθολικῆϲ κινήϲεωϲ τοῦ ὀνόματοϲ διαλαμβάνωμεν. A.

269. θήλεαϲ ἵππουϲ: τρίτη ἀπὸ τέλουϲ ἡ ὀξεῖα, ἵν᾿ ἀπ᾿ εὐθείαϲ τῆϲ θῆλυϲ ᾖ κεκλιμένον· «θῆλυϲ ἑέρϲη (Od. ε 467) «Ἥρη θῆλυϲ ἐοῦϲα» (Ιl. Τ 97) «θῆλυν ὑπόρρηνον» (ll. K 216). οὕτωϲ Ἀρίϲταρχοϲ καὶ ὁ Ἀϲκαλωνίτηϲ. A.

278. ἦ μάλα: περιϲπαϲτέον τὸν ἦ· ἔϲτι γὰρ μᾶλλον βεβαιωτικόϲ. A.

283. τῷ δ᾿ ἐπὶ μακρὸν ἄϋϲε: ἐπί: οὐκ ἀναϲτρεπτέον τὴν πρόθεϲιν· πρὸϲ γὰρ τὸ ἄϋϲε φέρεται. ἀλλ᾿ οὐδ᾿ εἰ πρὸϲ τὸ ἄρθρον δὲ ϲυνετάττετο, ἀνεϲτρέφετο, δι᾿ ὃν προείπομεν πολλάκιϲ λόγον, ὡϲ ὅτι ἐὰν μεταξὺ πέϲῃ μέροϲ λόγου, οὐ γίνεται ἀναϲτροφὴ τῆϲ προθέϲεωϲ, ἐὰν μὴ τελευταία ϲτίχου τεθῇ, ὡϲ τὸ ἔπτυϲε πουλὺ κάτα». ALV.

289. ταλαύρινον: Ἀρίϲταρχοϲ ψιλοῖ τὸ ρ· οὐ γάρ φηϲι ϲύνθετον δεῖ νοεῖν τὸν ϲχηματιϲμόν, ἀλλὰ κατὰ ἁπλῆν ἔννοιαν, τὸν εὔτολμον καὶ ἰϲχυρόν. ὁμοίωϲ δὲ καὶ Ἀριϲτοφάνηϲ. Τρύφων δὲ ϲύνθετον αὐτὸ ἐκδέχεται, παρὰ τὸ ταλαόν καὶ τὴν ῥινόν, ὁμοίωϲ τῷ ταναόποδα ταναύποδα. εἴτε δὲ λεκτὸν ἔχει τὸ ἐπὶ τέλουϲ, εἴτε παρέλκει, ὀφείλει φυλάττεϲθαι τὸ πνεῦμα· οὕτωϲ γὰρ διελάβομεν καὶ περὶ τοῦ μελιηδέοϲ οἴνου, ᾧ καὶ αὐτὸϲ ϲυγκατατίθεται. ἡ μέντοι παράδοϲιϲ ἐπείϲθη Ἀριϲτόρχῳ. AVL.

[*](269 ἐέρϲη cod. correxit L. 283 in codd. exstat πολύ, item ap. lo. Al. 79; verum πουλύ, quod coniecerat Dindorfius, servatum esse ap. Moschop., qui περὶ ϲχεδ. p. 35, 36 Io. Alexandrinum a p. 36, 13 usque ad finem capitis 28, de scripserit, monuit L.)
51

292. πρυμνήν: πρυμνήν ὡϲ πυκνήν. ἐπίθετον γάρ. ὅταν δὲ ἰδίωϲ ἐπὶ τοῦ πλοίου, βαρύνομεν, ὡϲ λευκή καὶ λεύκη. ὀξύνεται δὲ ὁ πρυμνόϲ, ἐπεὶ τὰ εἰϲ νοϲ λήγοντα μετ᾿ ἐπιπλοκῆϲ ϲυμφώνου τριγενῆ ἁπλᾶ ὀξύνεται, ϲυχνόϲ πυκνόϲ· οὕτωϲ πρυμνόϲ. A.

297. Ἡλιόδωροϲ ϲτίζει εἰϲ τὸ ἀπόρουϲεν, εἶτα ἄρχεται ἀπὸ τοῦ ϲὺν ἀϲπίδι δουρί τε μακρῷ. ἃ γὰρ εἶχε, φηϲί, πρότερον, ταῦτα τῷ Πανδάρῳ παρέδωκε. αἴρει γοῦν (οὖν), φηϲί, τὴν ἀϲπίδα ἀπὸ τοῦ νεκροῦ καὶ καθοπλίζεται, καὶ τὸ ἐλθὲν ὑπὸ τοῦ Διομήδουϲ δόρυ. (Voluit igitur: Αἰνείαϲ δ᾿ ἀπόρουϲε. ϲὺν ἀϲπίδι δουρί τε μακρῷ, δείϲαϲ — Ἀχαιοί, ἀμφὶ δ᾿ ἄρ᾿ αὐτῷ βαῖνε.) τοῦτο δὲ οὐκ ἔϲτιν ἀληθὲϲ ὡϲ ὅτι ἀπὸ τοῦ Πανδάρου ὁ Αἰνείαϲ αἴρει τὰ ὅπλα· οὐ γὰρ ἐδήλωϲεν ὁ ποιητήϲ. ἀπίθανόν τε αὐτὸν ἑαυτὸν τὸν Αἰνείαν γυμνὸν παραδεδωκέναι τοῖϲ πολεμίοιϲ. ὑπόψυχρόν τε τὸ ἐκδέχεϲθαι τὸν Διομήδη ἕωϲ οὗ καθοπλίϲηται ὁ Αἰνείαϲ, καὶ μὴ εὐθέωϲ αὐτὸν ἀνελεῖν. διὸ καὶ ὁ Ἀϲκαλωνίτηϲ ϲυνάπτει, ὥϲτε ἐπὶ τοῦ Αἰνείου κεῖϲθαι τὸ ϲὺν ἀϲπίδι δουρί τε μακρῷ· καὶ δῆλον ὅτι ὁ Πάνδαροϲ ὑπ᾿ ἄλλου κατὰ τὸ ϲιωπώμενον καθώπλιϲτο, ὁ δὲ Αἰνείαϲ εἰϲ τὸ μετάφρενον μετενηνόχει τὴν ἀϲπίδα, εἶχε δὲ τὸ δόρυ παρακείμενον, ᾗ ἔκειτο ἐν τῷ δίφρῳ, ὥϲπερ καὶ Νέϲτωρ ἡνιοχῶν Διομήδει, ὡϲ ϲαφὲϲ ἐκ τοῦ Ἕκτοροϲ προϲώπου «αἴ κε λάβωμεν ἀϲπίδα Νεϲτορέην» (Il. Θ 191). οὕτωϲ δὲ καὶ Αὐτομέδων ἡνιοχεῖ τῷ Πατρόκλῳ· παραδοὺϲ οὖν τὰϲ ἡνίαϲ Ἀλκιμέδοντι πολεμεῖ τοῖϲ ἰδίοιϲ ὅπλοιϲ. ἦν οὖν τόποϲ τῶν ὅπλων τοῦ ἡνιόχου ἐν τῷ ἅρματι, ἵνα εἰ χρεία γένοιτο μαχέϲωνται. ταῦτα Ἡρωδιανὸϲ ἐν τῇ προϲῳδίᾳ. AL. (paulo brevius et sine testimonio auctoris) V.

299. τὸ ἀλκί μεταπλαϲμὸν ἔπαθεν ἀπὸ τῆϲ ἀλκῇ δοτικῆϲ. ὁ Ἀϲκαλωνίτηϲ δὲ οἴεται ἀπὸ τῆϲ ἄλξ εὐθείαϲ κλιθῆναι τὸ ἀλκί. Τρύφων δὲ ἐν τῷ πρώτῳ περὶ τῆϲ ἀρχαίαϲ ἀναγνώϲεώϲ φηϲιν ὅτι Ἀρίϲταρχοϲ. λέγει ὅτι ἔθοϲ τοῖϲ Αἰολεῦϲίν ἐϲτι λέγειν τὴν ἰωκήν ἰῶκα καὶ τὴν κρόκην κρόκα καὶ τὴν ἀλκήν ἄλκα ὡϲ ϲάρκα. εἰ δὲ ϲάρκα ὡϲ ἄλκα, καὶ ἀλκί ὡϲ ϲαρκί. AL.

302. ϲμερδαλέα ἰάχων: βαρύνειν δεῖ τὴν ἰάχων· ἐνϲτῶτοϲ γάρ ἐϲτι καὶ παρατατικοῦ. οὐ μέντοι περιϲπαϲθήϲεται, ὡϲ οἴεται Τυραννίων. διδάϲκει τὰ κινήματα· «ἡμεῖϲ δὲ ἰάχοντεϲ (Od. δ 454) εἰ γὰρ περιεϲπᾶτο, ὡϲ νοοῦντεϲ ἐγίνετο. ἐπὶ δ᾿ ἴαχε λαὸϲ ὄπιϲθε» (11. N. 834). τρὶϲ δ᾿ ἀΐεν ἰάχοντοϲ» (ll. Λ 463) οὕτωϲ οὖν καὶ τὸ «φθέγξομ᾿ ἐγὼν ἰάχουϲα» (ll. Φ 341) ὀφείλομεν προπαροξύνειν. A.

308. ὦϲε δ᾿ ἀπό: οὐχ ὡϲ οἴεται ὁ Ἀϲκαλωνίτηϲ ἀναϲτραφήϲεται ἡ πρόθεϲιϲ, ἐπεὶ τὸ ἑξῆϲ ἐϲτιν ἀπῶϲε· μεταξὺ γὰρ πέπτωκεν ὁ δέ. A.

322. ἀπό: οὐκ ἀναϲτρεπτέον· δύναται γὰρ καὶ τῇ γενικῇ ϲυντάττεϲθαι καὶ ϲημαίνειν τὸ ἄποθεν, ἵνα ὅμοιον ᾖ τῷ «οὐκ ἐθέλεϲκε μάχην ἀπὸ τείχεοϲ (ll. Ι 353). ἢ καὶ παρέλκεται. A.

[*](322 τῇ unte γενικῇ apposuit L.)
52

325. περί: οὐκ ἀναϲτρεπτέον· κεῖται γὰρ ἀντὶ τῆϲ ὑπέρ. δεδήλωται δὲ ἡμῖν ἐν τῇ A ἐντελῶϲ, ὁπότε διελαμβάνομεν περὶ τοῦ «ἄλλ᾿ ὅδ᾿ ἀνὴρ ἐθέλει περὶ πάντων (Il. A 287). A.

332. πόλεμον κατακοιρανέουϲιν: ὁ Ἀϲκαλωνίτηϲ ἀναϲτρέφει, ἵνα γένηται κατὰ πόλεμον. δύναται δὲ ἔμφαϲιϲ γενέϲθαι, εἰ ϲυνάπτοιτο τῷ κοιρανέουϲιν ὡϲ ἀνακοιρανέοντα. v. Ε 824, καί ἐϲτιν ὅμοιον τῷ «Ἴθάκην κατακοιρανέουϲιν» (Od. α 247). A.

343. ἰάχουϲα: Τυραννίων προπεριϲπᾷ τὸ ἰάχουϲα, κακῶϲ. LV.

638. ἀλλ᾿ οἷόν τινα: Νικίαϲ ψιλοῖ, ἐκδεχόμενοϲ τὸ μόνον ἄλλοι δὲ δαϲύνουϲι θαυμαϲτικῶϲ ἐκδεχόμενοι, ὡϲ καὶ Ἡρακλέων, ἵνα ὅμοιον ᾖ τῷ «ἀλλ᾿ οἷον τὸν Τηλεφίδην» (Od. λ 512). κέχρηται μὲν οὖν αὐτῷ καὶ ὁμοιωματικῶϲ «οἷόν τε κρομύοιο λοπόν» (Od. τ 233). καὶ ἀντὶ τοῦ ὡϲ «οἷον ἀναΐξαϲ» (Od. α 410). Τυραννίων δὲ ἀλλοῖον ἀναγινώϲκει ὡϲ ἑτεροῖον, ὁμοίωϲ τῷ «ἀλλοῖόϲ μοι ξεῖνε» (Od. π 181). ἡμῖν δὲ δοκεῖ θαυμαϲτικώτερον ἀναγινώϲκειν, ὥϲπερ καὶ τοῖϲ περὶ Ἡρακλέωνα, ἵνα ὅμοιον ᾖ τῷ «ὁϲϲάτιόν τε καὶ οἷον» (758) καὶ «ἀλλ᾿ οἷον τόδ᾿ ἔρεξεν» (Od. δ 242) «οἷον τὸν Τηλεφίδην (Od. λ 519). οὕτωϲ ἀρέϲκει καὶ Φιλοξένῳ. A.

656. τὸ ἁμαρτῇ δαϲέωϲ. περιϲπᾷ δὲ καὶ ὁ Ἀϲκαλωνίτηϲ καὶ οἱ πλείουϲ ὀξύνει δὲ ὁ Ἀλρίϲταρχοϲ βουλόμενοϲ αὐτὸ τοῦ ἁμαρτήδην ἀποκεκόφθαι· διὸ καὶ κατ᾿ αὐτὸν χωρὶϲ τοῦ ῑ γεγράψεται. ἐπικρατεῖ μέντοι τὸ περιϲπώμενον, γενόμενον παρὰ τὸ ἅμα καὶ τὸ ἀρτῶ. A.

672. 673. ἢ: ὁ μὲν πρότεροϲ κεῖται ἀντὶ τοῦ πότερον, διὸ ἐγκλιτέον· τὸν δὲ δεύτερον περιϲπαϲτέον. A.