Περὶ Ἰλιακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

94. τλαίηϲ κεν Μενελάῳ ἐπιπροέμεν ταχὺν ἰόν: ἐπιπροέμεν: Ἀρίϲταρχοϲ ἀναϲτρέφει, ἴνα τὸ ἑξῆϲ γένηται ἐπὶ Μενελάῳ, ὡϲ καὶ ἐπ᾿ ἐκείνου «ἦ καὶ ἐπ᾿ Ἀντινόῳ ἴθυνεν» (Od. χ 8). Μενεκράτηϲ δὲ ὁ Μιλήϲιοϲ ὑφ᾿ ἕν, ἐπιπροέμεν, ὁμοίωϲ τῷ ἐπιπροΐηλε καὶ ἐπιπροέηκε, ἵν᾿ ἔμφαϲιϲ μᾶλλον γένηται. A.

97. τοῦ κεν δὴ πάμπρωτα παῤ ἀγλαὰ δῶρα φέροιο. πάμπρωτα παῤ ἀγλαά: τινὲϲ ἀναϲτρέφουϲι τὴν παρά, κακῶϲ· οὐδέποτε γὰρ ἀναϲτρέφεται πρόθεϲιϲ γενικῇ ϲυνταϲϲομένη πτώϲει· ἔϲτι γὰρ τὸ ἑξῆϲ παραφέροιο. AL.

99. πυρῆϲ ἐπιβάντ᾿: οὐκ ἀναγκαῖον ἀναϲτρέφειν, ἵνα γένηται τὸ ἑξῆϲ ἐπὶ πυρῆϲ βάντα· ἔμφαϲιϲ γὰρ γίνεται, τῇ μετοχῇ εἰ ϲυνταγείη ἡ πρόθεϲιϲ. A.

[*](46 pro ϲυνείληπται Lehre scripsit ϲυνήλειπται. 97 notam sic fere supplendam dixit Lehrs q. ep. 78: οὐδέποτε γὰρ ἀναϲτρέφεται πρόθεϲιϲ ϲυναληλιμμένη. ἀλλ᾿ οὐδὲ ἐϲτι νῦν τῇ γενικῇ ϲυνταϲϲομένη πτώϲει ἔϲτι γὰρ κτλ.)
44

109. De quantitato in κέρα hic ampla Herodiani nota fuit, ut. intelligitur ex Λ 385.

126. ἐπιπτέϲθαι: παροξυτονητέον· ἔϲτι γὰρ μέϲοϲ δεύτεροϲ ἀόριϲτοϲ, ὁμοίωϲ τῷ «τότ᾿ ἂν οὔ τοι ἀποϲχέϲθαι» (Od. ι 211), καὶ τὸ ἁπλοῦν αὐτοῦ ἐϲτὶ πτέϲθαι. πᾶν δὲ ἀπαρέμφατον ϲυντιθέμενον φυλάϲϲει τὸν αὐτὸν τόνον. A.

138. τὸ ἔρυτο ψιλοῦται καὶ προπαροξύνεται· οὕτωϲ Ἀρίϲταρχοϲ, καὶ ἐπείϲθη αὐτῷ ἡ παράδοϲιϲ. δύναται δὲ καὶ προπεριϲπᾶϲθαι. ἔϲτι γάρ τι ῥῆμα ἐρύω. τούτου ὁ παρατατικὸϲ παθητικὸϲ γίνεται εἰρυόμην, τὸ τρίτον εἰρύετο, ὃ ἐν ϲυναλοιφῇ καὶ ἐνδείᾳ τοῦ ῑ ἐγένετο ἐρῦτο. A.

151. ὡϲ δὲ ἴδεν νεῦρόν τε: ἴδεν: ϲυϲταλτέον τοῦ ἴδὲ τὸ ῑ, ὁμοίωϲ τῷ «οὐκ ἴδον, οὐ πυθόμην» (Od. ψ 40). εἰϲὶ δὲ οἳ ἀναγινώϲκουϲιν «ὡϲ δ᾿ εἶδεν νεῦρόν τε», ὁμοίωϲ τῷ «ὡϲ εἶδεν δύο φῶτε» (Il. E 572), οὐχ ὑγιῶϲ. ἐνθάδε γὰρ οὐκ ἄλλωϲ δυνάμεθα ἀναγνῶναι ἢ φυλάϲϲοντεϲ τὴν ει δίφθογγον. ἐπὶ δὲ τούτων παραφύλαξαι, ὅτι ὅταν ἡ προκειμένη λέξιϲ εἰϲ τὸ ε καταλήγῃ, ἤτοι διαϲτέλλει τὸ ῑ ἀπ᾿ αὐτῆϲ μετὰ ϲυϲτολῆϲ, ἢ ἔκθλιψιν ποιεῖται τοῦ ε, ἔκθλιψιν μὲν οὕτωϲ «τὸν δ᾿ ἴδεν Αἰνείαϲ» (Ιl. E 166) καὶ «νῦν δ᾿ ἴδεν ὃϲ μέγ᾿ ἄριϲτοϲ (Ιl. B 82), διαϲτολὴν δὲ οὕτωϲ μετὰ ϲυϲτολῆϲ «τὴν δὲ ἴδεν προμολοῦϲαν» (Ιl. 382) καὶ «τὸν δὲ ἴδεν Κάδμου θυγάτηρ» (Od. ε 333). οὕτωϲ οὖν καὶ ἐνθάδε. A.