Περὶ Ἰλιακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

2. μετὰ δέ ϲφιϲι. τὸ ϲφιϲι κατ᾿ ἔγκλιϲιν ἀναγνωϲτέον νῦν, ἱνα εἰϲ ἁπλῆν ἀντωνυμίαν ἡ μετάληψιϲ γένηται. τοῦτο δὲ τὸ παρατήρημα οἱ ἀπ᾿ Ἀριϲτάρχου παραγγείλαντεϲ διηνεκῆ τὴν ἀνάγνωϲιν οὐκ ἐφύλαξαν. ἀληθὲϲ γάρ ἐϲτιν, ὅτι ἡ ϲφίϲιν ἐγκλιτικὴ οὖϲα εἰϲ ἁπλῆν μεταλαμβάνεται, ὥcπερ καὶ ἐπὶ τοῦ «ἔτι γάρ ϲφιϲι κῦδοϲ ὀρέξω» (Ιl. Ρ 453). οὐ μὴν ὀρθοτονουμένη πάντωϲ εἰϲ ϲύνθετον· ἔϲτι γὰρ ὅτε καὶ εἰϲ ἁπλῆν. εἰϲ μὲν οὖν ϲύνθετον οὕπτωϲ «αἵ ἑ μετὰ ϲφίϲιν εἶχον» (Ιl. X 474), εἰϲ ἁπλῆν δὲ οὕτωϲ· «τοὺϲ δ᾿ ἄναγον ζωοὺϲ ϲφίϲιν ἐργάζεϲθαι» (Od. ξ 272), «ϲφίϲι δ᾿ αὐτοῖϲ δαῖτα πένεϲθαι» (Od. δ 683). οὐ γὰρ δὴ καὶ οἱ αἰχμάλωτοι ἄγονται ἑαυτοῖϲ ἐργάζεϲθαι, ἀλλ᾿ αὐτοῖϲ τοῖϲ ἄγουϲιν· οὐδὲ οἱ μνηϲτῆρεϲ τὰ πρὸϲ τὴν δαῖτα ἑαυτοῖϲ παρεϲκεύαζον, ἕτεροι δὲ αὐτοῖϲ. AB.

3. νέκταρ ἐᾠνοχόει: διαφόρουϲ δόξαϲ ἐκτίθεται ἐν τῇ προϲψδίᾳ ὁ Ἡρωδιανόϲ, ᾗ δὲ ἀρέϲκεται, αὕτη ἐϲτίν. ἔθοϲ ἐϲτὶ τῷ ποιητῇ ἀποβάλλειν πολλάκιϲ τὸ κατ᾿ ἀρχὴν ε ἐπὶ τῶν παρῳχημένων, ἔϲθ᾿ ὅτε δὲ καὶ πλεονάζειν. πρόδηλοι δὲ αἱ χρήϲειϲ· «ϲτῆϲε δ᾿ ἐν Ἀμνιϲῷ» (Od. τ 188) «ϲκῆπτρον μέν τοι δῶκε» (Il. 38) τὸ γὰρ ἐντελὲϲ «τῷ δ᾿ ἕτερον μὲν ἔδωκεν» (Il. Π 250). οὕτωϲ οὖν καὶ ἐκ τοῦ ἐναντίου· τὸ μὲν γὰρ ἀκόλουθόν ἐϲτι κίνημα ἀπὸ τοῦ οἴγω ᾦγεν κατὰ παρατατιόν «τὴν δ᾿ οὐ θεὸϲ ἄλλοϲ ἀνῷγεν᾿» (Ιl. Ξ 168) ἀλλὰ τὸ κατὰ πλεονοϲμὸν τοῦ ε· «χηλοῦ δ᾿ ἄπο πῶμ᾿ ἀνέῳγεν» (ΙΙ. Π 221). καὶ ἀπὸ τοῦ ἁνδάνω ἥνδανεν «ἀλλ᾿ οὐκ Ἀτρείδῃ Ἀγαμέμνονι ἥνδανε» (Il. A 24) [*](Δ 3 ἐν ante τῇ προϲῳδίᾳ inseruit L.)

43
τὸ δὲ κατὰ πλεοναϲμόν, «οὐδ᾿ Ἀγαμέμνονι πάμπαν ἑήνδανε᾿» (d. γ 143). καὶ πάλιν «ἕϲϲατο δ᾿ ἔκτοϲθεν (Ιl. Κ 334)· εἶτα ἐν ἑτέροιϲ «ἑέϲϲατο δέρμα» (Ιl. K 177). ἀπὸ δὲ τοῦ ὤθω βαρυτόνου τὸ «ὦϲα παρέξ» (Od. ι 488) καὶ ὦϲε τὸ τρίτον. ὃ ἐν πλεοναϲμῷ φηϲι « κὰδ δ᾿ ἄρ᾿ ἐπὶ ϲτόμ᾿ ἔωϲεν» (Il. Π 410). οὕτωϲ οὖν ἐπὶ τούτου. ἐν ἑτέροιϲ γάρ φηϲιν «ᾠνοχόει δ᾿ υἱὸϲ Μενελάου» (Od. o 141), ὅπερ κατὰ πλεοναϲμὸν τοῦ ε ἀκολούθωϲ πάλιν ἀπεφήνατο «νέκταρ ἐῳνοχόει». A.

26. πῶϲ ἐθέλειϲ ἅλιον: δαϲυντέον τὸ ἅλιον· παρὰ γὰρ τὴν ἁλόϲ γενικὴν κτητικῶϲ μετήχθη. ϲημαντικὸν δέ ἐϲτι τοῦ ματαίου, ἐπεὶ οὐκ εὔχρηϲτον εἰϲ πόϲιν τὸ θαλάϲϲιον ὕδωρ. τὸ γοῦν ἐναντίον πότιμον καὶ ποταμόϲ λέγεται. A.

27. ἱδρῶθ᾿: αἰτιατική ἐϲτι κατ᾿ ἔκθλιψιν εἰλημμένη· ἔνθεν προπεριϲπῶμεν ὀξύνεται γὰρ ἡ εὐθεῖα ὁμοίωϲ τῷ εὐρώϲ. τὸ δὲ ἴδ ρωϲα οὐκ ἀναγκαῖον ϲυϲτέλλειν· δύναται γὰρ ἐκτείνεϲθαι καὶ μηδὲν λυμαίνεϲθαι τῷ μέτρῳ. ἔφαμεν δὲ τὸν ποιητὴν ἀδιαφόρωϲ καὶ φυλάϲϲειν τὸν χρόνον τῶν παρῳχημένων καὶ ἀποβάλλειν. δύναται μέντοι καὶ ἱδρῶ τε εἶναι τὸ πλῆρεϲ, ἐπεὶ ϲύνηθεϲ αὐτῷ οὕτωϲ τὴν αἰτιατικὴν προφέρεϲθαι «ἱδρῶ ἀπεψύχοντο» (Il. Λ 621). A.

43. ἐγὼ ϲοί: ὀρθοτονητέον τὴν ϲοί. δύναται γὰρ ἀντιδιαϲτολὴ εἶναι. A.

46. περὶ κῆρι: περιϲϲῶϲ τῷ κέαρι. τὸ περί φυλάϲϲει τὸν τόνον, ὅτε ϲημαίνει τὸ περιϲϲῶϲ, ὁμοίωϲ τῷ «ὡϲ περὶ μὲν νόον ἐϲτί, περὶ δ᾿ ἱρὰ θεοῖϲιν» (Od. α 66). τὸ δὲ κῆρι οὐδέτερον ὅταν ᾖ, προπεριρεϲθαιπᾶται. ἐκ γὰρ τοῦ κέαρι ϲυνήλειπται, ὅταν δὲ θηλυκὸν ᾖ, ὀξύνεται. ἐνθάδε δὲ οὐδέτερόν ἐϲτι. προπεριϲπαϲθήϲεται ἄρα. A.

53. πρὸ τέλουϲ ἡ ὀξεῖα τοῦ διαπέρϲαι, ἵν᾿ ᾖ ἀπαρέμφατον ἀντὶ προϲτακτικοῦ. A.