Περὶ Ἰλιακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

80. βυϲϲόν: ἐπεκράτηϲε τὸ ὀξύνεϲθαι τῷ τὰ εἰϲ οϲ λήγοντα ὀνόματα διϲύλλαβα, ἀρχόμενα ἀπὸ ϲυμφώνου ἢ ϲυμφώνων, δεδιπλαϲιαϲμένον ἔχοντα τὸ ϲ, ὀξύνεϲθαι θέλειν, κιϲϲόϲ, πεϲϲόϲ. ἀντιπίπτει τὸ μέϲϲοϲ. A.

82. τὸ ὠμηϲτῇϲιν ὡϲ ὀρχηϲτῇϲιν. προείρηται δέ ( 454). A.

84. Ἀριϲτοφάνηϲ τὸ εἵατο δαϲέωϲ, Ἀρίϲταρχοϲ δὲ ψιλοῖ. προείπομεν δὲ περὶ τῆϲ λέξεωϲ (0 10). A.

94. ψιλῶϲ τὸ ἔϲθοϲ καὶ ἐϲθήϲ οὐ μόνον διὰ τὴν ϲυναλοιφήν e. g. ἔν τ’ ἐϲθῆτι ω 67), ἀλλὰ καὶ καθ’ ὃν λόγον ἡμεῖϲ προείπομεν ἀναϲκευάϲαντεϲ τοὺϲ ὑπὸ τῶν πρὸ ἐμοῦ εἰρημένουϲ. τὰ γὰρ φωνήεντα ψιλοῦϲθαι θέλει ἐπιφερομένου τοῦ ϲ ἔχοντοϲ ἓν τῶν δαϲέων, ὀϲφῦϲ, ὀϲφραίνεϲθαι, ἀϲφόδελοϲ, ἀϲφάραγοϲ, ἀϲχάλλω, ὀϲχεόϲ, ἴϲχω, ἰϲχύϲ, ἀϲθενήϲ, ἐϲθλόϲ, ἄϲθμα, ἔϲθω· οὕτωϲ ἄρα καὶ ἔϲθοϲ καὶ ἐϲθήϲ. A.

134. ἑέ: Καλλίϲτρατοϲ (cf. v. 213) καὶ Ἀρίϲταρχοϲ δαϲύνουϲι τὸ πρῶτον ε τῆϲ ἀντωνυμίαϲ. τῷ δὲ τόνῳ ὡϲ ἐμέ. A.

202. ἔκλε᾿: τὴν κλε ϲυλλαβὴν ὀξυτονεῖ ὁ Ἀϲκαλωνίτηϲ, ἡγούμενοϲ τὸ πλῆρεϲ εἶναι ἐκλέου. οὐκ ἔϲτι δέ, ἀλλ’ ἐκλέεο τετραϲυλλάβωϲ. καὶ δῆλον ὅτι εἴτε ϲυγκέκοπται ἡ ὀξεῖα εἴτε ἡ βαρεῖα ἡ μετὰ τὴν ὀξεῖαν, ὀφείλει πάλιν τρίτη ἀπὸ τέλουϲ ἡ ὀξεῖα φυλάττεϲθαι οὐδὲ γὰρ χαρακτὴρ κωλύει. τὸ μέντοι «ϲὺ δ’ αἴδεο καὶ μ’ ἐλέηϲον» (Ιl. φ 74) καὶ τὰ τοιαῦτα, πρώτηϲ ὄντα ϲυζυγίαϲ τῶν περιϲπωμένων, ἄλληϲ ἀναλογίαϲ ἔχεται, ὡϲ ἐν ἑτέροιϲ εἴρηται. A.

213. τότ’ ἄντιτα ἔργα γένοιτο: Ἀπολλόδωροϲ καὶ Καλλίϲτρατοϲ τιτά, ὥϲτε τρία εἶναι, ἐπίρρημα τὸ τότε καὶ ϲύνδεϲμον τὸν ἄν καὶ ὄνομα τὸ τιτά. ὁ δὲ Ἀϲκαλωνίτηϲ ἄντιτα παραλαμβάνει, μεταλαμβάνων εἰϲ τὸ ἀντέκτιτα· οὕτω καὶ οἱ πλείουϲ, ὁμοίωϲ τῷ ἄτιτα (Π. Ξ 484). ἔχεται μὲν οὖν ἡ κατὰ ϲύνθεϲιν ἀνάγνωϲιϲ ἐμφάϲεωϲ καὶ μᾶλλον τοῦ νοητοῦ. μελλήϲει δὲ λείπειν τὸ ἄν ἐν τῇ ϲυντάξει ἐπιζητοῦντοϲ τοῦ γένοιτο εὐκτικοῦ τὸ τοιοῦτο· παραφυλακτέον δὲ ὅτι καὶ ϲυλλαβὴ λείπει ἡ τι, τοῦ ἐντελοῦϲ ὄντοϲ ἀντίτιτα. A.

228. φωριαμῶν. Ἀρίϲταρχοϲ ὡϲ κιβωτῶν. καὶ ἔχομεν τῶν διὰ τοῦ αμοϲ παρηγμένων ὀνομάτων κανόναϲ τοιοῦϲδε, πρῶτον μὲν ὡϲ τὰ τριβράχεα μὴ ὄντα ἐπιθετικὰ βαρύνεϲθαι θέλει, κάλαμοϲ, Πρίαμοϲ. [*](80 de hoc canone cf. Pros. Cathol. p. 208, 3. 94 καὶ καθ’ ὅν λόγον emendavit Bekkerus pro καὶ ἄλογον, L. inseruit ἔχοντοϲ ἕν τῶν δαϲέων et pro ὀϲφύϲ, ὄϲχεοϲ, ἄϲθμα veros accentus restituit. 134 L. οἶϲ καὶ ἐγὼ ϲυγκατατίθεμαι addenda censet coll. Υ 171. 213 pro ἀντέκτιϲτα correxit L. ἀντέκτιτα.)

126
τὸ ποταμόϲ ἐγένετο παρὰ τὸ ποταϲμόϲ καθ’ ὑφαίρεϲιν τοῦ ϲ, τὸ δὲ ἰταμόϲ ἐπιθετικόν ἐϲτι. δεύτερον δὲ ὡϲ τὰ ἔχοντα τὴν ἄρχουϲαν μακράν, εἰ μὲν θέϲει ᾖ βαρύνεται, ὄρχαμοϲ, Τύρταμοϲ, Πέργαμοϲ· εἰ δὲ φύϲει, κύρια μὲν ὄντα βαρύνεται πάλιν, ὡϲ ἔχει τὸ Πύραμοϲ, Τεύταμοϲ, οὐχ οὕτωϲ δὲ ἔχοντα ὀξύνεται, ὡϲ ἔχει τὸ οὐλαμόϲ, χηραμόϲ. τούτῳ οὖν τῷ λόγῳ, εἴτε παρὰ τὸ τοὺϲ φῶραϲ ἀπείργειν ἢ ἀπὸ τοῦ τὰ φάρη φυλάϲϲειν ἡ προκειμένη λέξιϲ παρῆκται, ἔϲται κατ’ ὀξεῖαν τάϲιν φωραμόϲ καὶ πλεοναϲμῷ τοῦ ι φωριαμόϲ. A.

235. ἐξἑϲίην: Ἀρίϲταρχοϲ δαϲύνει τὴν δευτέραν ϲυλλαβήν· «κπαρὰ γὰρ τὸ ἵημι, φηϲίν, ἐγένετο. ἐπιφέρει γοῦν πρὸ γὰρ ἧκε πατὴρ ἄλλοι τε γέροντεϲ. παρὰ δέ τὸν ἥϲω μέλλοντα ἡ ἑϲία ἐγένετο, ὡϲ καὶ παρὰ τὸ θήϲω θεϲία, «πῇ δὴ ϲυνθεϲίαι τε» (Π. Β 339) τὸ αὐτὸ καὶ ἐπὶ τοῦ «τῶν ἕνεκ’ ἐξεϲίην » (Οd. φ 20)». οὕτωϲ δὲ καὶ Νικίαϲ. Νεοπτόλεμοϲ δὲ ὁ Παριανὸϲ λέγων παρὰ τὸ ἐξιέναι πεποιῆϲθαι τὴν λέξιν οἷον τὴν ἔκπεμψιν ἀξιοῖ ψιλοῦν. ἄμεινον δὲ τῷ Ἀριϲτάρχῳ πείθεϲθαι. ἠπίϲτατο γὰρ ὁ ποιητὴϲ καὶ τὸν ἥϲω μέλλοντα δαϲυνόμενον «ἥϲω γὰρ καὶ ἐγώ» (Ιl. P 515) παρὰ δὲ τοὺϲ μέλλονταϲ ὁριϲτικοὺϲ ἐγένετο τὰ τοιαῦτα ὀνόματα, οὐ παρ’ ἐνεϲτῶταϲ ἀπαρεμφάτου ἐγκλίϲεωϲ. θύϲω γοῦν θυϲία, ἄξω ἀξία, δώϲω δοϲία, προδώϲω προδοϲία. οὕτωϲ οὖν καὶ παρὰ τὸν ἥϲω ἑϲία καὶ ἐξἑϲία. A.

247. δαϲέωϲ δίἑπ’ παρὰ τὸ ἕπω δαϲυνόμενον. οὕτωϲ καὶ Ἀρίϲταρχοϲ καὶ οἱ πλείουϲ. οἷον διὰ τῶν ἀνδρῶν ἐπορεύετο καὶ διίϲτα αὐτούϲ. καὶ οὕτωϲ ἔχει τὰ τῆϲ ἀναγνώϲεωϲ. A.

253. κατηφόνεϲ ὡϲ Μακεδόνεϲ. A.

272. ἕϲτορι: δαϲέωϲ, ἀπὸ τῆϲ ἕϲεωϲ. τὸν γὰρ βαλλόμενον πάϲϲαλον ἐπ’ ἄκρου τοῦ ζυγοῦ νοητέον. A.