Περὶ Ἰλιακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

292. ὅϲ τε οἱ αὐτῷ: ἐγκλιτικῶϲ ἀναγινώϲκουϲι τὴν οἱ ἐπεὶ εἰϲ ἁπλῆν ἡ μετάληψίϲ ἐϲτιν,ὁμοίωϲ τῷ «ἀλλά οἱ αὐτῷ Ζεύϲ» (Od.δ667 ).A.

316. μόρφνον: ὡϲ ὕπνον. καὶ οὕτωϲ ἔχει ἡ ἀνάγνωϲιϲ. εἶτε μορόφονόϲ ἐϲτιν (sic accentus eduntur), εἴτε παρὰ τὴν ὄρφνην ἐϲχημάτιϲται, πλεονάϲαντοϲ τοῦ μ κατ’ ἀρχήν, ἵνα ϲημαίνηται ὁ μέλαϲ, εἴτε παρὰ τὸ μάρπτω μάρφνοϲ ἐϲτὶ καὶ μόρφνοϲ ὁ ϲυλλαμβάνων, ἐξ οὗ ϲημαίνεται ὁ ταχύϲ, κατὰ πάντα τρόπον ὀφείλει βαρύνεϲθαι διά τε τοὺϲ ϲχηματιϲμοὺϲ καὶ τὸν χαρακτῆρα. τὰ γὰρ εἰϲ οϲ λήγοντα διϲύλλαβα, μὴ ἔχοντα παραϲχηματιϲμὸν θηλυκοῦ γένουϲ, ἔχοντα πρὸ τέλουϲ τὴν ορ ϲυλλαβὴν πάντα βαρύνεται, ὑπεϲταλμένων τῶν εἰϲ μο ϲ ληγόντων, οἷον χόρτοϲ, φόρτοϲ, ὅρκοϲ, Ὄρθοϲ τὸ μονογενέϲ, πόρνοϲ. οὐ γὰρ θηλυκὸν αὐτοῦ τὸ πόρνη. οὕτωϲ δὲ θέλει καὶ τὸ πτόρθοϲ. οὕτωϲ μόρφνοϲ. παρεφύλαξα δὲ τὰ εἰϲ μοϲ διὰ τὸ κορμόϲ, φορμόϲ. τὸ μέντοι [*](235 verba ἀπαρεμφάτου κλίϲεωϲ Lehrsio suspecta sunt, quem etiam tenor orationis in ultimis verbis offendit. cf. Prosod. Cathol. p. 292,13. 292 Lehrsius adnotat reliquam partem, ubi contrarium defenderet Herod., excidisse, coll. O226 q quaest. ep. 117. 316 in E. M. 519, 25 — 30 transiisse monet L.)

127
περκνόϲ ὀξύνεται ὁμοίωϲ τῷ πυκνόϲ. οὕπτωϲ καὶ ὁ Ἀϲκαλωνίτηϲ, μεταλαμβάνων εἰϲ τὸν μέλανα. καὶ ἐμοὶ δὲ δοκεῖ οὕτωϲ ἔχειν ὑγιῶϲ, ἐπεὶ οὐδὲ παραλήγεται τῇ ορ ϲυλλαβῇ ὡϲ καὶ τὰ προκείμενα. ὁ μέντοι Ἀρίϲταρχοϲ ἀετοῦ εἶδοϲ καὶ βαρύνει, ἀλλ’ ἐπείϲθη ἡ παράδοϲιϲ τοῖϲ ὀξύνουϲιν. A.

318. ἐüκλήιϲ ἀραρυῖα: Ἀρίϲταρχοϲ ἐüκλήϊϲ ὡϲ ἐυκνήμιϲ, ϲύνθετον ποιῶν τὴν λέξιν, οὕτωϲ καὶ ὁ Ἀϲκαλωνίτηϲ. εἰϲὶ δὲ οἳ διεῖλον «ἐ?? κληῖϲ’ ἀραρυῖα », οἷϲ ϲυγκατατίθεται καὶ Τρύφων, οὐκ εὖ· ἄμεινον γὰρ ἐπιθετικῶϲ ἀκούειν καὶ μὴ πάθοϲ ἐκδέχεϲθαι πληθυντικῆϲ δοτικῆϲ, λέγω δὲ τὸ τῆϲ ἐκθλίψεωϲ. ὃ δέ φημι, τοιοῦτόν ἐϲτιν, ὡϲ ὅτι ἐκθλίβεται μὲν τὸ ι τῆϲ δοτικῆϲ παρὰ τῷ ποιητῇ καὶ ἑνικῆϲ ὑπαρχούϲηϲ καὶ πληθυντικῆϲ, κερκίδ’ ὕφαινε» (Od.ε 62) «χέρϲ’ἐρετάων» (Od. ν 115) καὶ νήεϲϲ’ ἡγήϲατ’ Ἀχαιῶν » (Π. Α 71), οὔ γε μὴν τὸ ἀπὸ τῶν εἰϲ ιϲ ἐκτεταμένον θηλυκῶν. εἰ δ’ ἡ προκειμένη λέξιϲ κρίϲεωϲ δεῖται κατὰ τὴν ἀνάγνωϲιν, δῆλον ὅτι ϲυνθέτωϲ ἀναγνωϲόμεθα, ὅπωϲ μὴ πληθυντικοῦ δῶμεν τὴν χρῆϲιν παρὰ τὴν ϲυνήθειαν τοῦ ποιητοῦ καὶ ἔκθλιψιν ϲημειώδη. εἰ δὴ ϲύνθετόν ἐϲτι τὸ εὐκλήϊϲ, καὶ παροξύνειν δεῖ αὐτό, μακρὸν γὰρ τὸ ι καὶ ἐν τῇ ϲυνθέϲει, ὡϲ ἐν τῷ κ′ τῆϲ καθόλου φηϲὶν ὁ αὐτόϲ· ἀπὸ γὰρ τοῦ χρόνου τὸν τόνον ἐϲτήϲαμεν. καὶ ἐν τῷ τρίτῳ δὲ τῶν ὀνοματικῶν περὶ τῆϲ ἐκτάϲεωϲ αὐτῶν ταῦτά φηϲιν· κἄλλωϲ τε εἰ ἐπιζητοῦϲιν ἐκτεταμένον τὸ ι, ἔχουϲιν ἐν τῷ ἐϋκνήμιϲ, μελαμψήφιϲ· καὶ εἰ τοῦτο, φηϲί, δῆλον ὅτι παροξύνεται». A.

343. τὴν ῥάβδον ϲυϲταλτέον κατὰ τὴν πρώτην ϲυλλαβήν, οὐχ ὅτι παρὰ τὸ ῥάπτω ἐγένετο, ἔνθεν καὶ τὸ ῥαπίζω, ἀλλ’ ὅτι καὶ τὸ α πρὸ τοῦ β ϲυϲτέλλεϲθαι θέλει, ἁβρόϲ, Ἄβδηροϲ, Ἀβαρβαρέη, ἐπιγράβδην.  οὕτωϲ οὖν ἐχέτω καὶ ἡ ῥάβδοϲ. διὸ τὸ ἄβαλε καὶ κατὰ τοῦτο ἐϲημειοῦτο. A.

388. ἔνιϲπεϲ: ὡϲ ἔδραμεϲ. ἔϲτι γὰρ ὁριϲτικὸν ἐκ τοῦ ἤνιϲπεϲ τὴν ἄρχουϲαν ϲυϲτείλαντοϲ. τὸ μέντοι προϲτακτικὸν πρὸ τέλουϲ ἔχει τὴν ὀξεῖαν «ϲὺ δ’ ἀληθὲϲἐνίϲπεϲ (Od. γ 247) ὁμοίωϲ τῷ ἐπίϲχεϲ. καὶ δῆλον ὅτι ὅπου μὲν τὸ ι ἐϲτὶ τῆϲ προθέϲεωϲ, ὅπου δὲ τοῦ ῥήματοϲ. τὸ μέντοι ἄνευ τοῦ ϲ προϲτακτικὸν προπαροξύνεται. λέγω δὲ τὸ «νημερτέϲ μοι ἔνιϲπε» (Od. δ 642).

540. παναὥριον: οἱ μὲν ἐδάϲυναν, ἵνα ἐκδέξωνται τὸν κατὰ πάντα ἄὡρον, οἱ δὲ ἐψίλωϲαν ἐκδεχόμενοι τὸν εἰϲ πάντα πεφροντιϲμένον ἄμεινον δὲ τὸ πρότερον. τοῦτο γὰρ ἐθέλει ϲημαίνειν. A.

557. ἐπεί με πρῶτον ἕαϲαϲ: δαϲύνει Δίδυμοϲ τὸ ἕαϲαϲ ἐν πρώτῳ διορθωτικῶν, ὁμοίωϲ καὶ Ἑρμαππίαϲ, μεταλαμβάνοντεϲ εἰϲ τὸ ἥδυναϲ. ὁ δὲ Ϲιδώνιοϲ γράφει ἐπεί με πρῶτ’ ἐλέηϲαϲ. Ἀρίϲταρχοϲ δὲ οὐδὲν ἀποφαίνεται ἢ μόνον ἀθετεῖ τοὺϲ ϲτίχουϲ. δύναται δὲ [*](318 pro ἐρέται scr. ἐρετάων. 343 de ἄβαλε cf. Dichr. 297, 1 et Pros. Cath p. 521 , 29. 388 ἀληθέϲ pro ἀληθῶϲ correxit L., qui ὅπου μὲν ὅπου δὲ ex Herodiano sic se meminisse negat.)

128
καὶ τὸ ψιλούμενον, ὥϲ φηϲι Τρύφων· καὶ ϲυμφωνεῖ (sc. Herodianus), εἰ μὴ πλῆρέϲ ἐϲτι κατὰ τὴν φράϲιν, ἔχειν ἀφορμήν, ὡϲ ἔτι φθεγγομένου καὶ ἔτι λαλοῦντοϲ τοῦ Πριάμου τὸν Ἀχιλλέα ἀνθυπαντῆϲαι ὑπὸ ὀργῆϲ κεκινημένον καὶ μεϲολαβῆϲαι τὴν διάλεξιν «ἀλλὰ τάχιϲτα λῦϲον ἵν’ ὀφθαλμοῖϲιν ἴδω, ϲὺ δὲ δέξαι ἄποινα πολλὰ τά τοι φέρομεν· ϲὺ δὲ τῶνδ’ ἀπόναιο καὶ ἔλθοιϲ ϲὴν ἐϲ πατρίδα γαῖαν, ἐπεί με πρῶτον ἕαϲαϲ. τὸν δ’ ἄρ’ ὑπόδρα ἰδὼν . . μηκέτι νῦν μ’ ἐρέθιζε γέρον ». τὸ δὲ ἐντελὲϲ τοῦ λόγου τοιοῦτόν τι ἔϲται· εἴαϲαϲ εἰϲ λόγουϲ ϲοι ἥκειν. A.

566. φυλακούϲ: Ἀρίϲταρχοϲ κατ’ ὀξεῖαν τάϲιν προεφέρετο ὡϲ φρουρούϲ. ἔϲτι δὲ καὶ ὁ λόγοϲ ϲυναγωνιζόμενοϲ τῇ ὀξείᾳ τάϲει οὕτωϲ, ὡϲ τὰ εἰϲ κοϲ καθαρὸν λήγοντα ὑπὲρ δύο ϲυλλαβάϲ, παραληγόμενα τῷ α, προϲηγορικὰ ἢ ἐπίθετα ὀξύνεται, ἀνακόϲ, φαρμακόϲ, φυλακόϲ· τὰ γὰρ κύρια βαρύνεται, Φύλακοϲ, Αὔλακοϲ. AV.

579. ᾕρεον: δαϲυντέον. ἔφαμεν γὰρ τὸ περιϲπώμενον αἱρῶ δαϲύνεϲθαι. A.

657. ποϲϲῆμαρ. ὑφ’ ἕν, περιϲπωμένηϲ οὕϲηϲ πρὸ τέλουϲ, ὡϲ καὶ ἐν τῷ αὐτῆμαρ καὶ ἐννῆμαρ (v. Α 53 cl. 81), ἑξῆμαρ. προείρηται δὲ ἤδη περὶ τῆϲ λέξεωϲ, ἀλλὰ καὶ ἐζήτητο ἐν ταῖϲ προτάϲεϲι. παραιτητέον οὖν τοὺϲ κατὰ διάλυϲιν ἀναγινώϲκονταϲ. A.

665. τῇ δεκάτῃ δέ κε θάπτοιμεν δαινῦτό τε λαόϲ: προπεριϲπαϲτέον, ὡϲ καὶ Φιλοξένῳ δοκεῖ, ἵνα ᾖ ἐκ τοῦ δαινύατο (ϲ 248) τοῦ ἑνικοῦ ϲυναλοιφή, ὡϲ πυθοίατο (Α 257). ὡϲ οὖν τοὺϲ νέκυαϲ νέκυϲ ἔφη, καὶ τὸ δαινύατο δαινῦτο, οὕτωϲ ἔχει καὶ τὸ «λελῦτο δὲ γυῖα ἑκάϲτου» (Od.ϲ 238) οὐδὲν δὲ θαυμαϲτὸν εἰ πληθυντικόν ἐϲτι τὸ δαινῦτο καὶ τὸ λαὸϲ ἑνικόν. τῷ γὰρ ϲημαινομένῳ ἡ ϲύνταξιϲ ἐγένετο, ὁμοίωϲ τῷ « ἀγρόμενοι πᾶϲ δῆμοϲ» (Il. Υ 166) Φιλοξένῳ δὲ ἀρέϲκει ἐν τοῖϲ εἰϲ μι λήγουϲι καὶ ἑνικὸν αὐτὸ εὐκτικὸν εἶναι ἀκολούθωϲ κεκλιμένον. A.

793. τινὲϲ ὄϲτεα προπαροξυτόνωϲ ὡϲ χάλκεα. ἄμεινον δὲ παροξύνειν. A.

[*](557 pro φέρομαι correxit φέρομεν L., qui monet versum 558 αὐτόν τε ζώειν καὶ ὁρᾶν φάοϲ ἠελίοιο Herodiano prorsus ignotum esse. 566 pro Αὔλακοϲ Lob. Proll 307 Ὕλακοϲ coniicit cf Pros. Cath. p. 149, 3.)