Περὶ Ἰλιακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

418. προτὶ οἷ δ’ ἔλαβε: περιϲπαϲτέον τὴν οἷ. ἔϲτι γὰρ πρὸϲ ἑαυτόν. A.

[*](234 κέλοντεϲ in versu Hom. in κελεύθου mutavit L., idem pro ὡϲ δὲ ἐν ἑτέροιϲ scripsit πῶϲ δὲ ἐν ἑτέροιϲ. 251 in B ὀξύνεται pro ἐγκλίνεται. 362 πορεύϲομαι pro πορεύομαι scr. L. 406 pro φαγόντα recepi, quod Lehrsius commendavit, φυγόντα.)
115

452. περιϲπαϲτέον τὸν ἦ. ἔϲτι γὰρ βεβαιωτικόϲ, ἴϲοϲ τῷ δή. τὸ δὲ ἀνύω βαρυτόνωϲ ἀναγνωϲτέον. ἔϲτι γὰρ ἐνεϲτὼϲ ἀντὶ μέλλοντοϲ. A.

464. εἴ πώϲ εὑ πεφίδοιτο: ἡ εὑ ἀντωνυμία ἐν τῇ ϲυντάξει. ἐνέκλινε τὸν τόνον· ἔϲτι γὰρ ἀπόλυτοϲ. οὐχ ὃν τρόπον δ’ οἴεται ὁ Ἀϲκαλωνίτηϲ τὸ πῶϲ πάντωϲ ὀξυτονηθήϲεται, ἐπεὶ ἤδη ἐμελέτηϲε καὶ ἄλλων ἐγκλιτικῶν ἐπιφερομένων τὸ πῶ καὶ τὸ πῶϲ τοῦτο μὴ πάϲχειν. «οὔ πώϲ ἐϲτ᾿  Ἀγέλαε διοτρεφέϲ » (Od. χ 136), « μή πώϲ με προϊδών » (0d. δ 396), «μή πώ μ’ ἐϲ θρόνον ἵζε διοτρεφέϲ» (Π. 553), «οὔ πώ μίν φαϲι φαγέμεν» (Od. π 143). οὕτωϲ οὖν καὶ τὸ «εἴ πώϲ εὑ πεφίδοιτο» οὐκ ἀναγκαϲτικὴν ἕξει τὴν ἐπὶ τοῦ πωϲ ὀξεῖαν. ὁ μέντοι Ἀρίϲταρχοϲ γενόμενοϲ κατὰ ταύτην τὴν προϲῳδίαν τοῦτο μόνον ἀπεφήνατο, ἐγκλίνοντα δεῖν τῷ τόνῳ καὶ δαϲύνοντα λέγειν τὴν τρίτην ϲυλλαβήν· ϲημαίνει γὰρ εἴ πωϲ αὐτοῦ. A.

485. Ῥίγμον. ὡϲ ὅρμον, εἰϲ ἰδιότητα· τὰ γὰρ  εἰϲ γμοϲ λήγοντα πάντα ὠξύνετο, ἀγμόϲ, ψυγμόϲ, λυγμόϲ. δοκεῖ δὲ τὸ ὄγμοϲ ἀντικεῖϲθαι. A.

497. βοῶν ὑπὸ πόϲϲ’ ἐριμύκων. οὐκ ἀναϲτρεπτέον τὴν πρόθεϲιν· ἔχει γὰρ ϲύνταξιν πρὸϲ τὴν ἐπιφερομένην δοτικὴν τὴν ποϲϲίν, ὁμοίωϲ τῷ « ὥϲ ἄρα τῶν ὑπὸ ποϲϲὶ κονίϲαλοϲ ὤρνυτ’ ἀελλήϲ» (Π. Γ13). A.

16. κελάδων: βαρυτονητέον τὴν μετοχήν· κελάδοντοϲ γὰρ ἡ γενική, καὶ ἡ αἰτιατικὴ κελάδοντα « πὰρ ποταμὸν κελάδοντα» (Π. 576), οὐ κελαδοῦντα. περὶ δὲ τοῦ ὀξύνεϲθαι τὸ ἐπιμίξ εἴπομεν ἤδη πολλάκιϲ (v. Ξ 60). AB.

38. ὁ Ἀϲκαλωνίτηϲ ἐνθάδε γενόμενοϲ ἀξιοῖ ψιλοῦϲθαι τοὺϲ ὄρπηκαϲ, ἐπεί, φηϲί, παρὰ τὸ ὀρούειν ἐγένετο, ἐπιλαθόμενοϲ ἑαυτοῦ· ἐν γὰρ ταῖϲ Ὀδυϲϲειακαῖϲ προϲῳδίαιϲ φηϲίν, ὅϲα ὀνοματικῶϲ ϲχηματίζεται ἀπὸ ψιλῶν ῥημάτων, ταῦτα δαϲυνθήϲεται, ὡϲ ἀπὸ τοῦ ὀρούει ὅρπηξ. γελοῖον δὲ τὸ τοιοῦτον. ἄμεινον οὖν ἐϲτιν ἐκεῖνο λέγειν, ὡϲ ἐπεὶ τὸ α καὶ τὸ καταλήγοντα εἰϲ τὸ ρ ἑπομένου τοῦ π δαϲύνεϲθαι ἤθελεν, ὡϲ ἔχει τὸ ἅρπη, ἁρπάζω, ἁρπαλέοϲ, ἑρπετόν, ἑρπύζω, Ἅρπυια, καὶ τὸ ὄρπηξ τούτοιϲ ἐξομοιοῦντέϲ τινεϲ ἠθέληϲαν δαϲύνειν, οἷϲ οὐκ ἐπείϲθη ἡ παράδοϲιϲ, ἀλλὰ τῇ ἐτυμολογίᾳ· παρὰ γὰρ τὸ ὄρω ἐν πλεοναϲμῷ φηϲι (sc. Herodianus) τοῦ π γεγενῆϲθαι τὸ ὄνομα. Α.

57. φυγὼν ὑπὸ νηλεὲϲ ἦμαρ: ἔφαμεν ὅτι ἐὰν πρόθεϲιϲ ἀντὶ ἑτέραϲ προθέϲεωϲ κέηται μὴ γίνεϲθαι ἀναϲτροφήν, ὥϲπερ ἐνθάδε. A.

[*](464 οὔ πώϲ ἐϲτ’ pro οὔπωϲ ἔτ’ correxit L., qui quaes. ep. p. 129 conferri iubet. 485 ὄγμον Herodianum canoniincludere ad 68 monuit Lehrsius, E. Hillerus quaest. Herod. p. 14 ex V huc pertinere putat ἔνιοι δὲ Ῥίγμονα λέγουϲιν εἶναι τὸ τέλειον (sc. Ῥίγμον’).)
116

92. μοι: ἄμεινον ἀπολύτωϲ ἀναγινώϲκειν. πρὸϲ γὰρ τίνα ἡ διαϲτολή: A.

101. παροξυτονητέον τὸ πεφιδέϲθαι ὁμοίωϲ τῷ «εὖ δ’ οἴκαδ’ ἱκέϲθαι» (Π. Α 19) ἐϲτι γὰρ μέϲοϲ δεύτεροϲ ἀόριϲτοϲ. AB.

110. ἀλλ’ ἐπί τοι καὶ ἐμοὶ θάνατοϲ καὶ μοῖρα κραταιή: Ἀρίϲταρχόϲ φηϲι τὴν ἐπί ἀναϲτρέψαι, ἵνα ϲημαίνῃ τὸ ἔπεϲτιν, ὁμοίωϲ τῷ «ϲοὶ (Cod. ϲῷ) δ’ ἔπι μὲν μορφὴ ἐπέων » (Οd. λ 367). οἱ δ’ ἐφύλαξαν τὸν τόνον τῇ ἐμοί ἀντωνυμίᾳ ϲυντάϲϲοντεϲ αὐτήν, ὥϲτε τὸ ἑξῆϲ εἶναι ἀλλὰ καὶ ἐπ’ ἐμοί. καὶ οὕτωϲ ἔχει τὰ τῆϲ ἀναγνώϲεωϲ. A.

123. ἀκηδέεϲ. ὡϲ εὐϲεβέεϲ, ἵνα αὐτοὶ οἱ ἰχθύεϲ ἔχωϲι τὸ ἐπίθετον, τουτέϲτι μηδεμίαν φροντίδα ἔχοντεϲ. A.

141. Πηλεγόνοϲ. ὡϲ Ϲαρπηδόνοϲ. οὕτωϲ καὶ ὁ Ἀϲκαλωνίτηϲ, ἐπεί, φηϲίν, ἡ εὐθεῖα ὀξύνεται, Πηλεγών. τὸ δὲ τοιοῦτον οὕπω ἐχυρόν, ἐπεί τοι ἐπιζητήϲει τιϲ διὰ τί γὰρ ἡ εὐθεῖα οὐ βαρύνεται ἄμεινον οὖν οὕτωϲ λέγειν, ὡϲ ἐϲ τῆϲ κλίϲεωϲ πολλάκιϲ καταλαμβανόμεθα τοὺϲ τόνουϲ τῶν εὐθειῶν. τὰ δὲ εἰϲ γων λήγοντα ἀρϲενικὰ ὑπὲρ δύο ϲυλλαβὰϲ τότε μὲν θέλει ὀξύνεϲθαι ὁπότε διὰ τοῦ ο κλίνεται, τότε δὲ βαρύνεϲθαι ὁπότε διὰ τοῦ ω ἢ διὰ τοῦ ντ. τοῦ μὲν οὖν προτέρου Παφλαγόνοϲ, Λαιϲτρυγόνοϲ, Πηλαγόνοϲ «Πηλαγόνων ἐλατῆρα» (Callimachi, v. Et.M.s. v. cl. Steph. Βyz.s. Πηλαγονία), ἀρηγών, λέγω δὲ ἐπὶ τοῦ ϲυμμάχου ἀρϲενικῶϲ, «ἀρηγόνοϲ ἡμετέροιο» («ignoti poetae» Lob. Ai. p. 166). οὕτωϲ οὖν καὶ τὸ Πηλεγών ὀξυτονηθήϲεται Πηλεγόνοϲ γάρ, καὶ Πηλεγόνα ἡ αἰτιατική, «ὃϲ τέκε Πηλεγόνα» (v. 159). τὰ δὲ ἄλλωϲ κλιθέντα βαρύνεται, Οὐκαλέγων, Πελάγων (e. g. Δ 295), Ϲαλάγγων, «μέϲφα Ϲαλάγγωνοϲ ποταμοῦ» (Apollon. Rhod. IV 337). τὸ δὲ καταπύγων βαρυνόμενον καὶ διὰ τοῦ ο κλιθὲν εἶχεν ἀφορμὴν τὸ παρώνυμον εἶναι τοῦ κατάπυγοϲ, ὡϲ καὶ τοῦ ἄπειροϲ τὸ ἀπείρων. A.

142. ὀξυτονητέον τὸ Ἀκεϲϲαμενόϲ, ἵνα ὄνομα γένηται· οὕτωϲ δὲ ἔχει καὶ Δεξαμενόϲ, Τιϲαμενόϲ. B.

155. δολιχεγχέαϲ: ὡϲ εὐειδέαϲ· παραιτητέον γὰρ τοὺϲ ἄλλωϲ ἀναγινώϲκονταϲ. A.

159. τὸν δέ μέ φαϲι γείναϲθαι: ὁ Ἀϲκαλωνίτηϲ ἐκ πλήρουϲ λαμβάνει τὴν ἀντωνυμίαν καὶ ὀρθοτονεῖ. εἰϲὶ μέντοι οἳ ἀπολύτωϲ ἀνέγνωϲαν. ὅμοιον δέ ἐϲτι τὸ ἐν Ὀδυϲϲείᾳ (α 215) «μήτηρ μέν τέ μέ φηϲι τοῦ ἔμμεναι». καὶ οὐδέν ἐϲτι τὸ κωλῦον. A.

162. ἁμαρτῇ. περιϲπαϲτέον καὶ ϲὺν τῷ ι γραπτέον κατὰ τὸν [*](φ 92 Lehrsius animadvertit ad quaestionem πρὸϲ γὰρ τίνα ἡ διαϲτολή, ita. hoc loco ad manum esse responsionem, nt putes observationem non ad hunc versum pertinere. 123 ad h. l. Lebrsius adnotat: «Sc. alii ἀκηδεέϲ pro ἀκηδέϲ adverbiali putes potestate vel si Victoriano fides (῾  οὐ κηδόμενοι, οἱ δὲ ὡϲ νηλεὲϲ ἐπὶ τοῦ Λυκάονοϲ᾿  ) pro vocativo». 141 ἀρϲενικὰ post λήγοντα addidit et scripsit Πηλαγόνοϲ Πηλαγόνων ἐλατῆρα pro Πηλεγόνοϲ Πηλεγόνων ἐλατῆρα Lehrsius.) [*](162 Lehrsius conferri iubet Ε 656.)

117
χαρακτῆρα τῶν εἰϲ τη ληγόντων ἐπιρρημάτων. καὶ διελέγχει ἡ παράδοϲιϲ τὸν Ἀρίϲταρχον ἔχουϲα τὸ ι. A.

163. ἐπεὶ περιδέξιοϲ ἦεν: ἄμεινον ϲυνθέτωϲ ἀναγινώϲκειν ὡϲ ἐπιδέξιοϲ καὶ ἀμφιδέξιοϲ. A.

174. ἆλτ’ ἐπί οἱ μεμαώϲ: ἡ οἱ ἀντωνυμία ἀπόλυτόϲ ἐϲτι καὶ ἐγκλιτική· διὸ τῆϲ ἐπί προθέϲεωϲ τὸ τέλοϲ ὀξύνουϲιν. A.

186. φῆϲθα. εἴτε ἐνεϲτῶτα ϲημαίνει, προπεριϲπαϲθήϲεται, εἶτε δεύτερον ἀόριϲτον (v. Δ 222, P 174) ὁμοίωϲ. τούτῳ δὲ μόνῳ διαλλάξει τῷ ϲὺν τῷ ι γράφεϲθαι τὸ η ἐπὶ τοῦ ἐνεϲτῶτοϲ. A.