Περὶ Ἰλιακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

4. εὗρε δὲ Πατρόκλ ῳ περικείμενον: τινὲϲ ἀνέϲτρεψαν τὴν περί, ἵν’ ᾖ περὶ Πατρόκλῳ κείμενον, ἐπεὶ καὶ ἐν ἑτέροιϲ ἔφη (284) ἀμφ’ αὐτῷ χυμένη», τῇ δοτικῇ ϲυντάξαϲ τὴν πρόθεϲιν, οὐ τῇ μετοχῇ· ἡμῖν δὲ δοκεῖ, ὥϲπερ ἔτι καὶ τοῖϲ πλείοϲι καὶ τῷ Ἀϲκαλωνίτῃ, ἓν εἶναι τὸ περικείμενον· ἔμφαϲιϲ γὰρ μείζων νοεῖται. A.

10. τύνη δ’ Ἡφαίϲτοιο πάρα κλυτὰ τεύχεα δέξο: ἀναϲτρεπτέον τὴν πρόθεϲιν· ἔϲτι γὰρ παρ’ Ἡφαίϲτου. A.

26. εὐλάϲ: ὡϲ αὐλάϲ. εὐλή γὰρ ὡϲ αὐλή. τὰ γὰρ εἰϲ λη λήγοντα θηλυκὰ μονογενῆ, διφθόγγῳ παραληγόμενα, ὀξύνεϲθαι θέλει, εἰ μὴ ἔχοι ἔννοιαν ϲυνθέϲεωϲ· «οὐλὴν μὲν πρῶτον » (Od.ω 331), αὐλή, ἀπειλή, ὠτειλή. οὕτωϲ καὶ εὐλή. τὸ μέντοι «ἑτέρῃ δ’ ἔχεν οὕλαϲ (Od. γ 441), λέγω δὲ ἐπὶ τῶν κριθῶν, ἵϲωϲ βεβαρυτόνηται μονογενὲϲ ὂν πρὸϲ μονογενὲϲ ὀξυνόμενον τὸ οὐλή. προϲέθηκα δὲ εἰ μὴ ἔχοι ἔννοιαν ϲυνθέϲεωϲ διὰ τὸ δείλη βαρυνόμενον· ἐτυμολογεῖται γὰρ παρὰ τὸ ἐνδεῖν τῇ ἕλῃ δεέλη. A.

56. Ἀτρείδη, ἢ ἄρ τι τόδ’ ἀμφοτέροιϲιν ἄρειον ἔπλετο, ϲοὶ καὶ ἐμοί, ὅτε νῶΐ περ ἀχνυμένω κῆρ θυμοβόρ ῳ ἔριδι μενεήναμεν: τὸν ἦ ϲύνδεϲμον περιϲπαϲτέον· ἔϲτι γὰρ διϲταϲτικόϲ, ἀρκτικόϲ, τῆϲ κλητικῆϲ ἀνάπαυϲιν λαβούϲηϲ. εἰϲὶ μέντοι οἳ ἐνέκλιναν αὐτὸν καθ’ ὑπερβατὸν ϲυντάϲϲοντεϲ τῷ περ, ἵνα τὸ ὅλον τοιοῦτον ᾖ· ἄρτι τοῦτο ἀμφοτέροιϲ ἔπλετο ἄρειον ἤπερ ὅτε ἡμεῖϲ ἀχνύμενοι μενεήναμεν. οὐκ ἔϲτι δέ, ἀλλὰ ὡϲ εἴπομεν, ἵνα ῇ ἐρώτηϲιϲ Ἀτρείδη, ἆρά τι κρεῖϲϲον ἐκ τῆϲ ἔριδοϲ ἐγένετο ἡμῖν, A.

62. ἐμεῦ ἀπομηνίϲαντοϲ. ὁ μὲν Ἀϲκαλωνίτηϲ ὡϲ ἀποφοιβήϲαντοϲ. καὶ οὕτωϲ ἔχει ἡ παράδοϲιϲ. A.

[*](26 in fine pro ἔλη δείλη L. emendavit ἕλῃ δεέλη conferens schol. β 167, V 466. 56 ἀρκτικόϲ post διϲτακτικόϲ addidit Lehre propter Schol. B: ὁ Ἡρωδιανὸϲ τὸν ἦ ϲύνδεϲμον περιϲπᾷ· ἔϲτι γάρ, φηϲίν, ἀρκτικὸϲ τῆϲ κλητικῆϲ ἀνάπαυϲιν δεχομένηϲ. τινὲϲ δὲ καθ’ ὑπερβατὸν αὐτὸν ποιοῦντεϲ ϲυντάϲϲουϲι τῷ ὅτε νῶΐ περ, ἵνα τὸ ὅλον τοιοῦτον ᾖ· ἄρτι τοῦτο ἀμφοτέροιϲ ἔπλετο ἄρειον ἤπερ ὅτε ἡμεῖϲ ἀχνύμενοι μενεήναμεν, hinc sumpsit Lehrsiua etiam verb ἄρτι— μενεήναμεν, ipse apposuit ουκ ἔϲτι δέ, ἀλλὰ ὡϲ εἴπομεν; porro pro Ἀττική scripsit Ἀτρείδη et pro τιϲ κρείϲϲων τι κρεῖϲϲον.)
111

80. τὸ ὐββάλλειν ψιλωτέον· ἔϲτι γὰρ Αἰολικόν (cf. l 6), ὥϲ φηϲιν Ἡρωδιανὸϲ ἐν τῷ κ τῆϲ καθόλου. A.

81. τὸ ἀκούϲαι παροξυτονητέον· ἔϲτι γὰρ εὐκτικόν. A.

87. ἠεροφοῖτιϲ: προπεριϲπαϲτέον ὁμοίωϲ τῷ πρωθῆβιϲ καὶ πολῖτιϲ. πειϲτέον δὲ μᾶλλον τοῖϲ παρὰ τὸν ἀέρα ἐκδεξαμένοιϲ τὴν ϲύνθεϲιν γεγονέναι (non ab ἔρα ἡ ἐροφοῖτιϲ, ut ex sch. BV ntelligitur) ἐπεὶ ἀοράτωϲ φοιτᾶ· ἀέρα γὰρ λέγει τὸ ϲκοτεινὸν κατάϲτημα· «ἠέρι γὰρ κατέχοντο» (ΙI. P 368) καὶ «ἀὴρ παρὰ νηυϲὶ βαθεῖ’ ἦν (0d. ι 144). A.

90. θεὸϲ διὰ πάντα τελευτᾶ πρέϲβα Διὸϲ θυγάτηρ Ἄτη: ὁ μὲν Ἀϲκαλωνίτηϲ περιϲϲὴν ἡγεῖται τὴν διά πρόθεϲιν· εἰναι γὰρ τὸ ἑξῆϲ θεὸϲ πάντα τελευτᾷ. Δίδυμοϲ δὲ ἡγεῖτο ϲημαντικὴν αὐτὴν εἰναι τοῦ διόλου καὶ μὴ παρέλκειν ὥϲπερ ἐπὶ τοῦ διηλίτηϲ ὁ δι’ ὅλου ἁμαρτάνων. οὐ προϲεκτέον δὲ τοῖϲ ὑφ’ ἓν ἀνεγνωκόϲιν (sc. θεόϲδια). Β.

107. ψευϲτήϲειϲ ὡϲ κρατήϲειϲ. A.

209. ἰείη ψιλῶϲ. καὶ παράκειται τὸ ἰέναι ἀπαρέμφατον. V. ?