Περὶ Ἰλιακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

270. διδοιϲθα: οἱ μὲν βαρύνουϲιν ὡϲ Αἰολικόν, ἀπὸ τοῦ δίδοιμι (cf. Αhrens. 13 7), δίδοιϲ, δίδοιϲθα ὡϲ τίθηϲθα οἱ δὲ περιϲπῶϲιν ἐπέκταϲιν εἶναι οἰόμενοι ἀπὸ τοῦ διδοῖϲ. Β. φηϲὶ γοῦν «πολλὰ διδοῖ» Ιl. ι 519). V.

335. ἀκαχηϲθαι: προπεριϲπᾶται ὡϲ λελυπῆϲθαι οἱ δὲ προπαρώξυναν ὡϲ Αἰολικὸν ἐν παρατατικῇ ϲημαϲίᾳ, ἐπεὶ οἰδε καὶ τὴν ἀκαχήμενοϲ μετοχὴν τοιαύτην, οἰϲ καὶ ἐπείϲθη ἡ παράδοϲιϲ. A.

355. ταρφειαί: Ἀρίϲταρχοϲ ἀνέγνω ὡϲ πυκναί. οὕτωϲ δὲ καὶ ὁ Ἀϲκαλωνίτηϲ· καὶ ἐπείϲθη ἡ παράδοϲιϲ. A.

384. πειρήθη δ’ ἐο αὐτοῦ ἐν ἔντεϲι δῖοϲ Ἀχιλλεύϲ. τὴν οἶ ἀντωνυμίαν περιϲπᾶ ὁ Ἀϲκαλωνίτηϲ, καί φηϲι κεῖϲθαι δοτικὴν ἀντὶ γενικῆϲ· οἱ δὲ βαρυτονοῦϲιν (apparet legisse hos πειρήθη δὲ οἷ et δέ οἱ αὐτοῦ)· ἐϲτι μὲν οὖν καὶ ἐγκλιτικὴν εὺρέϲθαι τὴν οἶ ἀντὶ γενικῆϲ κειμένην, ὥϲπερ ἐπὶ τοῦ «οἱ δέ οἱ ἐβλάφθηϲαν » (Ιl. ψ 387 ), ἔϲτι δ καὶ ὀρθοτονουμένην ἀντὶ αἰτιατικῆϲ, ὥώϲπερ ἐπὶ τοῦ νεῦϲ’ ἐπὶ οἷ καλέϲαϲ» (Od. ρ 330), καὶ « προτὶ οἷ δὲ λαβλν ἔντερα » (Ιl. τ 418)· οὐ μέντοι ποτὲ ἐν τῇ καλουμένῃ ἐπιταγματικῇ ϲυντάξει. ἄλογον γὰρ τὸ τοιοῦτον ὥϲτε ἐπιφέρεϲθαι τὴν αὐτοῦ γενικὴν καὶ τὴν οἷ προκεῖϲθαι δοτικὴν ὑπάρχουϲαν, ὅπερ οὐχ ὑγιέϲ· ἀεὶ γὰρ τοῖϲ πρωτοτύποιϲ ὁμόπτωτὸϲ ϲυντάϲϲεται ἡ αὐτοῦ ἀντωνυμία. πειϲτέον οὖν Ἀλριϲτάρχῳ γράφοντι πειρήθη δ’ ἕο αὐτοῦ. Α.

[*](90 non inconveniens est conferre ex altero Schol. B haoc verba: Ἑλλάνικοϲ θεόϲδια τὰ θεόϲδοτα γράφει (quibuscum componas ex V οὐδεμία λέξιϲ ἁπλῆ κατὰ τὴν Ἰάδα καὶ τὴν Ἀτθίδα κατ’ ἐπιπλοκὴν ἔχει τὸ ϲδ), εϲβοκλιῆϲ δὲ διαιρεῖ εἰϲ τὸν δή ϲύνδεϲμον καὶ τὸ ἱα ὄνομα, ἵν’ ἧ μία δὴ θεὸϲ ἡ_ Ἄτη τὸ πάντων ἔχει τέλοϲ.)[*](270 Lchrsius confert I 164.)
112

402. ἐπε ἑῶμεν πολέμοιο. ὅτι (sic) δαϲυντέον τὸ ἑῶμεν. ἔϲτι γὰρ ἄδην ἔχωμεν, κορεϲθῶμεν. A.

17. ἦ: ἐρωτηματικὸϲ ὁ ϲύνδεϲμοϲ καὶ ἅπαξ εἰλημμένοϲ κατὰ μίαν διάνοιαν. διὸ περιϲπαϲτέοϲ. τοῦτο δέ φημι πρὸϲ τὰ τοιαῦτα «ἢ δολιχὴ νοῦϲοϲ ἦ Ἄρτεμιϲ ἰοχέαιρα » (Od. λ 172), «ἠὲ νέον μεθέπειϲ ἦ καὶ. πατρώϊόϲ ἐϲϲι » (Οd. α 175). ἐν γὰρ ταῖϲ τοιαύταιϲ ϲυντάξεϲιν ὁ μὲν πρότεροϲ ἤ ἐγκλίνεται, ὁ δὲ δεύτεροϲ περιϲπᾶται. A.

30. δείδω μὴ καὶ τεῖχοϲ ὑπέρμορον ἐξαλαπάξῃ: ὑπέρμορον: Ἀριϲτοφάνηϲ ὡϲ ὑπέρβιον, ἕν μέροϲ λόγου ποιῶν, καὶ ὁ Ἀϲκαλωνίτηϲ, ἐπεὶ ἀντὶ ἐπιρρήματοϲ τοῦ ὑπερμόρωϲ παρείληπται ὁμοίωϲ πληθυντικῷ τῷ «ἔνθα κεν Ἀργείοιϲιν ὑπέρμορα νόϲτοϲ» (Il. B 155). καὶ ὃν τρόπον «οὐ μὲν καλὸν ἀτέμβειν » (Od. φ 312) ἀντὶ τοῦ καλῶϲ ἐϲτι καὶ τὸ πληθυντικὸν «ο μὲν καλὰ χόλον τόνδ’ ἔνθεο » (Π. Ζ 326), οὕτωϲ καὶ τὸ προκείμενον ἑνικῶϲ καὶ πληθυντικῶϲ εἰϲ ϲύνταξιν παρελεύϲεται ἐπιρρήματοϲ, «δείδω μὴ καὶ τεῖχοϲ ὑπέρμορον ἐξαλαπάξῃ» καὶ. ἔνθα κεν Ἀργείοιϲιν ὑπέρμορα νόϲτοϲ». ἐντελῶϲ δὲ ἐν τῇ Β (155 ) περὶ τῆϲ προϲῳδίαϲ διελάβομεν. διὸ νῦν παρίημι. ἐκεῖνο μέντοι ὑπομνήϲω, ὡϲ ὅτι δύναται καὶ τοῦτο καὶ τὸ ἐν τῇ Ὀδυϲϲείᾳ (α 35), λέγω δὲ τὸ «ὡϲ καὶ νῦν Αἶγιϲθοϲ ὑπέρμορον» κατὰ διάλυϲιν ἀναγινώϲκεϲθαι ὁμοίωϲ τῷ «μὴ καὶ ὑπὲρ μοῖραν δόμον Ἄϊδοϲ» (336), ὥϲπερ ἤδη ἀπεφηνάμην. A.

53. θεῶν ἐπὶ Καλλικολών ῃ: Ἡρόδικοϲ βαρέωϲ ἀνεγίνωϲκεν ὡϲ τρέχων, μετοχὴν ποιῶν· ὁ μέντοι Ἀρίϲταρχοϲ περιέϲπα, λέγων οὕτωϲ καλεῖϲθαι τὸν τόπον θεῶν Καλλικολώνη, ὥϲπερ καὶ Ἀχαιῶν λιμήν. οὕτωϲ δὲ ἐχούϲηϲ τῆϲ ἱϲτορίαϲ περιϲϲὴ ἡ τοῦ Ἡροδίκου ἀνάγνωϲιϲ. ἡ μέντοι ἐπί πρόθεϲιϲ κατὰ ταύτην τὴν ἔννοιαν ὤφειλε προηγεῖϲθαι τοῦ λόγου, ὥϲτε εἶναι ἐπὶ θεῶν Καλλικολώνῃ· διὸ ἐτόλμηϲάν τινεϲ ἀναϲτρέψαι. οἱ μέντοι περὶ τὸν Ἀϲκαλωνίτην οὐκ ἀνέϲτρεψαν, ἀλλὰ ϲυνέταξαν τῇ ἑξῆϲ λέξει. καὶ οὕτωϲ ἐπείϲθη ἡ παράδοϲιϲ, λέγω δὲ τῇ ϲυντάξει τῆϲ δοτικῆϲ. καὶ γὰρ διὰ τῶν ἑξῆϲ (151) Καλλικολώνηϲ φηϲίν ο προϲνείμαϲ τὸ θεῶν «οἱ δ’ ἑτέρωϲε κάθιζον ἐπ’ ὀφρύϲι Καλλικολώνηϲ ϲ». A.

70. Ἥρῃ δ’ ἀντέϲτη: ὑφ’ ἓν τὸ ἀντέϲτη προενεκτέον δοτικῇ γὰρ ϲυντάϲϲεται ὡϲ «Λητοῖ δ’ ἀντέϲτη» (72), τὸ δὲ ἄντα, ὅπερ ἐϲτὶν [*](402 propter ὅτι Lehrsius Aristonico potius tribuendum suspicatur, sed Herodianus etiam de hoc dixisse videtur, mentione fortasse facta scripturae χέομεν, ut ex Schol. coniectari potest: τινὲϲ χέομεν ἀντὶ τοῦ ὑποχωρήϲομεν, ἄλλοι δὲ ἀντὶ τοῦ ἀναμιχθῶμεν τοῖϲ πολεμίοιϲ.) [*](Υ 17 Codex ubique habet, quod correxit L., item ἐϲϲί scripsit pro ἐϲτί.) [*](30 in versu Hom. pro ὥϲ κε νῦν L. ὡϲ καὶ νῦν scripsit. 53 verba codicis οὐδ’ ἑτέρωϲ ἐκάθιζον correxit L.)

113
ἐξ ἐναντίαϲ, γενικῇ· « ἄντα δ’ Ἐνυαλίοιο», « ἄντα δ’ ὄρ’ Ἡφαίϲτοιο» (69. 73). A.

72. ϲῶκοϲ ἐριούνιοϲ Ἑρμῆϲ. Τυραννίων ἀξιοῖ ὀξύνειν, ἵνα ἀποφύγῃ τὸ κύριον βαρυνόμενον «ὦ Ϲῶχ’ Ἱππάϲου υἱέ» (Π. Λ 450), ὥϲπερ ἐπὶ τοῦ Λεῦκοϲ, Γλαῦκοϲ (potius λωκόϲ, γλαυκόϲ). οὐκ ἔϲτι δὲ ὅμοιον τοῖϲ προκειμένοιϲ κοινοῖϲ ἐπίθετον, ἀλλὰ ἴδιον τοῦ Ἑρμοῦ, ὥϲπερ καὶ τοῦ Ἀπόλλων βαρυνόμενον τὸ Φοῖβοϲ. διὸ βαρυτονητέον ὁμοίωϲ καὶ αὐτῷ τῷ κυρίῳ. εἰϲὶ δὲ ο ἳ   ἀξιοῦϲι καὶ καθότι ϲύνθετόν ἐϲτι βαρύνεϲθαι αὐτό. ἐκ γὰρ τοῦ ϲάοικοϲ γεγενῆϲθαι τὴν κρᾶϲιν· οὕτω δὲ δώϲουϲι καὶ προϲκείμενον τῷ ω τὸ ι, τῆϲ παραδόϲεωϲ οὐχ οὕτωϲ ἐχούϲηϲ. τὰ μέντοι εἰϲ κοϲ λήγοντα διϲύλλαβα οὐ παρεϲχηματιϲμένα εἰϲ γένοϲ θηλυκόν, φύϲει μακρᾷ παραληγόμενα, βορύνεϲθαι θέλει, οἷον φῶκοϲ, θῶκοϲ· οὕτωϲ ϲῶκοϲ. ϲεϲημείωται τὸ ϲηκόϲ. A.

105. καὶ δὲ ϲέ φαϲι: ὁ Ἀϲκαλωνίτηϲ ὠρθοτόνηϲε τὴν ἀντωνυμίαν, τὸν δέ ϲύνδεϲμον ἀντὶ τοῦ γάρ παραλαβών. καὶ οὕτωϲ ἔχει τὰ τῆϲ ἀναγνώϲεωϲ καὶ τῆϲ διανοίαϲ. AB.