Περὶ Ἰλιακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

548. κατὰ κρῆθεν: Ἀρίϲταρχοϲ διϲύλλαβον ἐκδέχεται τὴν λέξιν καὶ προπεριϲπᾶ, ὑγιῶϲ πάνυ· καὶ οὐκ ἐπίϲταται ὁ ποιητὴϲ τὸ καρή ὀξυνόμενον θηλυκόν, ἀλλ᾿ οἱ ἄλλοι πάντεϲ. καὶ οὐδὲν θαυμαϲτόν. καὶ γὰρ ἄλλαϲ παραλόγουϲ φωνὰϲ ἐπίϲταται, ἀγνοῶν τὰϲ πρωτοθέτουϲ αὐτῶν λέξειϲ. τί οὖν θαυμαϲτὸν εἰ παρὰ τὸ καρή ὀξυνόμενον καρῆθεν ἐϲτὶ καὶ κρῆθεν ἐν ϲυγκοπῇ; τοῦτο δέ φημι, ἐπεὶ καὶ Ἡϲίοδοϲ (Scut. 7) οὕτωϲ ἐξεδέξατο εἰπὼν τὸ «τῆϲ καὶ ἀπὸ κρῆθεν βλεφάρων». AV.

558. ἐϲἤλατο: Ἀρίϲταρχοϲ καὶ οἱ ἀπ᾿ αὐτοῦ δαϲύνουϲι, Λυϲανίαϲ (Πορφύριοϲ V. v. Aristarch. stud. p. 307 2) δὲ ψιλοῖ, προϲνέμων τὸ ϲ τῷ η. ϲήλαϲθαι (Cod. ϲάλαϲθαι) γάρ φηϲι ϲημαίνειν τὸ ἀποϲπᾶν καὶ ϲαλεύειν. ὁ δὲ ϲαλεύϲαϲ πρῶτοϲ τὸ τεῖχοϲ Ϲαρπηδών ἐϲτιν, ὁ δὲ εἰϲπηδήϲαϲ Ἕκτωρ. φηϲὶ γοῦν «Ϲαρπηδών δ’ ἄῤ ἔπαλξιν ἑλὼν χερϲὶ ϲτιβαρῇϲιν [*](415 cf. Pro. Cath. p. 196, 5. 497 cf. Pros. Cath. 484, 15. 548 pro κάρη et κάρηθεν scr. L. καρή et καρῆθεν.)

103
ἕλχ᾿, ἡ δ᾿ ἕϲπετο πᾶϲα» (Il. Μ 397)· ἐπὶ δὲ τοῦ Ἕκτοροϲ «ῥῆξε δ᾿ ἀπ᾿ ἀμφοτέρουϲ θαιρούϲ», εἶτα ἐπιφέρει «ὁ δ᾿ ἄῤ ἔϲθορε φαίδιμοϲ Ἕκτωρ» (ibid. 462). ἄμεινον δὲ πείθεϲθαι Ἀριϲτάρχῳ δαϲύνοντι, ἐκδέχεϲθαι δὲ ἡμᾶϲ οὕτωϲ τὸ ἐϲἥλατο, ὅτι πρῶτοϲ ἐφήλατο καὶ ἐπεπήδηϲε τῷ τείχει. A.

604. Λαόγονον: τρίτη ἀπὸ τέλουϲ ἡ ὀξεῖα· κύριον γάρ. A.

635. εὐρυοδείηϲ: παραγωγὸν ἡγοῦνται τὴν λέξιν, τουτέϲτι παρολκὴν τῆϲ ἐπὶ τέλουϲ λέξεωϲ· διὸ ἐψίλωϲαν. A.

636. τὸ εὖ οὐ θέλουϲι κατ᾿ ἰδίαν προφέρεϲθαι, ἀλλ᾿ ἓν ποιεῖν εὐποιητάων, ἐπεὶ καὶ ἐν ἑτέροιϲ φηϲὶ τὴν δοτικὴν «εὐποιήτῃϲι» (Il. Ε 466) παρωνύμωϲ. κἀγὼ δὲ ϲυγκατατίθεμαι. A.