Περὶ Ἰλιακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

468. ἀΐϲθων: βαρυτονητέον ὡϲ ἔϲθων. καὶ εἴρηται ὡϲ ὁμοίωϲ ἐγένετο τῷ βιβάϲθων (0 676). A.

483. Ἀρίϲταρχοϲ κατ᾿ ἰδίαν τὸ οὔρεϲι καὶ τὸ τέκτονεϲ. Νικίαϲ δὲ ϲυνθέτωϲ ἀνέγνω· οὐκ ἀναγκαῖον δέ (cf. Ν 390). A.

497. ἐμεῦ περὶ μάρναο. δύναται ἀναϲτρέφεϲθαι ἡ περί, «ἵνα τοιοῦτό τι ᾖ, περὶ ἐμοῦ μάχου· δύναται δὲ καὶ ὡϲ ὁ Ἀϲκαλωνίτηϲ ἀξιοῖ φυλάϲϲειν τὸν τόνον, ἀντὶ τῆϲ ὑπέρ κειμένη, ἀντὶ τοῦ ὑπερμάχει. εἴρηται δὲ περὶ τῶν ἐναλλαϲϲόντων προθέϲεων ὡϲ φυλάϲϲουϲι τοὺϲ αὐτοὺϲ τόνουϲ (cf. Α 258). A.

508. ἀΐοντι: ὡϲ λέγοντι. οὕτωϲ καὶ Ἀρίϲταρχοϲ. A.

542. εἴρυτο: Ἀρίϲταρχοϲ τρίτην ἀπὸ τέλουϲ τὴν ὀξεῖαν ποιεῖ, ὑγιῶϲ πάνυ· ὁ δὲ Τυραννίων προπεριϲπᾷ, ἐκ τοῦ εἰρύετο φάϲκων αὐτὸ ϲυνηλεῖφθαι. δύναται δὲ τὸ εἴρυτο κλιθὲν ἀπὸ τῶν εἰϲ μι ὁμοίωϲ τῷ ἐζεύγνυτο, ἤνυτο «θοῶϲ δέ οἱ ἤνυτο ἔργον» (Od. ε 243) ἐκτετάϲθαι. οὕτωϲ ἀξιοῦμεν καὶ ἐπὶ τοῦ εἴλυτο (v. Μ 286) καὶ εὔρυτο (cf. Δ 138). A.