Περὶ Ἰλιακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

ἔμελλε γὰρ αὐτῷ θάνατον λίϲϲεϲθαι. δοκεῖ δέ μοι ἡ πλείων παράδοϲιϲ παροξύνειν οὐκ ἀπιθάνωϲ. ὅνπερ γὰρ τρόπον ἐν ἑτέροιϲ διαλαμβάνων περὶ τοῦ « μεταλλῆϲαι καὶ ἔρεϲθαι» (Od. γ 62), ἀξιούντων πάντων τὸ (Cod. τῷ) ἐρέϲθαι ὁμοίωϲ τῷ πυθέϲθαι, ἐπειδήπερ μέϲοϲ δεύτεροϲ ἀόριϲτόϲ ἐϲτιν, ἀπεφηνάμην ὡϲ ἡ παράδοϲιϲ τρίτην ἀπὸ τέλουϲ ἐποίηϲε τὴν ὀξεῖαν οὐ τῷ ϲημαινομένῳ πειϲθεῖϲα ἀλλὰ τῷ χαρακτῆρι τῆϲ φωνῆϲ, ἐπεὶ τὰ τοιαῦτα τῶν ἀπαρεμφάτων προπαρωξύνετο, ὄντα ἐνεϲτῶτοϲ, οἷον φέρεϲθαι δέρεϲθαι, ἃ (Cod. καὶ) εἶχε τὴν ρε ϲυλλαβὴν πρὸ τέλουϲ, τῆϲ ἀρχούϲηϲ ϲυλλαβῆϲ εἰϲ τὸ ε ληγούϲηϲ, — οὕτωϲ καὶ τὸ ἔρεϲθαι ἀναδεξάμενον τὸν αὐτὸν χαρακτῆρα προπαρωξύνετο, οὐ τῷ λόγῳ τοῦ ἀορίϲτου, τῇ δὲ ὁμοιότητι τῆϲ φωνῆϲ, — τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τοῦ προκειμένου. ὀφείλει γὰρ τὸ λιτεϲθαι προπαροξύνεϲθαι. τοῦτο γὰρ αἰτεῖ καὶ τὸ νοητὸν καὶ ὁ ϲχηματιϲμόϲ, παρὰ τὸ λίτομαι. ἀλλ᾿ ἐπεὶ τὰ εἰϲ ϲθαι ἀπαρέμφατα τῷ ε παραληγόμενα, οὐκ ὄντα ἀπὸ τῶν εἰϲ μι, ἔχοντα ἐν τῇ τρίτῃ ἀπὸ τέλουϲ ϲυλλαβῇ τὸ ι ϲυνεϲταλμένον, μὴ ἐπιφερομένων αὐτῷ μήτε δύο ϲυμφώνων μήτε διπλοῦ, παρωξύνετο, ὥϲπερ ἔχει τὸ λιπέϲθαι, πιθέϲθαι, ἰδέϲθαι, ἱκέϲθαι, οὕτωϲ καὶ τὸ λιτέϲθαι παρώξυνεν ἡ παράδοϲιϲ, οὐ τῷ λόγῳ τοῦ ἐνεϲτῶτοϲ πειϲθεῖϲα, τῷ δὲ τοῦ χαρακτῆροϲ. παρεκτέταται τὸ κεφάλαιον τῷ Ἡρωδιανῷ. A.

57. ἡ τετριμμένη ἀνάγνωϲιϲ προπαροξύνει τὸ εὐτείχεα, τοῦ λόγου ἀξιοῦντοϲ παροξύνειν, εἴγε τὸ εὐτειχήϲ ὀφείλει ὀξύνεϲθαι. τὰ γὰρ παῤ οὐδέτερα διϲύλλαβα εἰϲ οϲ λήγοντα, μὴ τῷ η παραληγόμενα, ϲυντιθέμενα, εἰϲ ηϲ λήγοντα, ἀρϲενικὰ ὀνόματα ὀξύνεται ἐπιθετικὰ ὄντα, εἶδοϲ εὐειδήϲ, βάθοϲ ἀγχιβαθὴϲ δὲ θάλαϲϲα (Od. ε 413). τὸ η παρῃτηϲάμην διὰ τὸ εὐμήκηϲ, τὴν διϲυλλαβίαν διὰ τὸ εὐμεγέθηϲ, τῶν παρὰ τὸ ἔτοϲ ὑπεξαιρουμένων· «ὄτριχαϲ» γὰρ «οἰέτεαϲ» ἀνέγνωμεν (Il. Β 765) μόνωϲ οὖν εὐτειχήϲ καὶ εὐτειχέα. δευτέρῳ λόγῳ, ὅϲοιϲ κυρίοιϲ εἰϲ ηϲ λήγουϲι βαρυτόνοιϲ ϲυνθέτοιϲ παράκειται ἐπιθετικὰ ὀξυνόμενα, Διογένηϲ — αὐτὰρ ὁ διογενήϲ, Πολυνείκηϲ — ἀλλὰ πολυνεικὴϲ δῖ’ Ἑλένα, Παγκράτηϲ παγκρατὴϲ ἀλήθεια (Bacchyl. fr. 20), Εὐρυϲθένηϲ — ὁ πλοῦτοϲ εὐρυϲθενήϲ (Pind. Pyth. V 1). εἰ δὴ Εὐτείχηϲ ὄνομα κύριον παρὰ Ἀλκμᾶνι, ὀξύνεται τὸ ἐπιθετικόν. πόθεν οὖν ἡ τετριμμένη βαρεῖα τάϲιϲ δώϲομεν ἀφορμήν. τὰ εἰϲ οϲ λήγοντα οὐδέτερα ϲυντιθέμενα ἀπ᾿ εὐθείαϲ ϲυντίθεται, ξίφοϲ ἄξιφοϲ· μόνον τὸ τεῖχοϲ καὶ ἀπὸ γενικῆϲ, τείχεοϲ εὐτείχεοϲ, ἀφ᾿ οὗ τὸ «δῷϲι πόλιν Τροΐη εὐτείχεον ἐξαλαπάξαι» (Il. Α 129). μεταπλαϲμὸϲ εὐτείχεα, ὡϲ πυργοκέρατον πυργοκέρατα. πάθοϲ παρέλαβον, ἵνα βοηθήϲω τῇ τετριμμένῃ τάϲει. A.

75. ἀπὸ λοιγὸν ἀμῦναι: τὸ ἑξῆϲ ἐϲτιν ἀπαμῦναι διὸ οὐκ ἀναϲτρεπτέον τὴν πρόθεϲιν. A.

[*](57 pro Πολυνίκηϲ ἁλλὰ πολυνικὴϲ διελένα Lehrsius Πολυνείκηϲ — ἀλλὰ πολυνεικὴϲ δῖ᾿ Ἑλένα (hoc cum Hermanno, Lobeck Parall. p. 180 Δυϲελένα) scripsit. et δῷϲι πόλιν Τροΐην pro δῶϲι πόλιν Τροίην.)
100

85. τὸ οἱ ἄρθρον ἐϲτὶ πληθυντικόν διὸ ἐν τῇ ϲυντάξει ἐγκλιτέον. A.

87. τὸ αὖ περιϲπαϲτέον· δύο γάρ ἐϲτιν, αὖ καὶ τοί. A.

88. ἀρέϲθαι: παροξυτονητέον ἔϲτι γὰρ μέϲοϲ δεύτεροϲ ἀόριϲτοϲ. A.

90. ὁ Ἀϲκαλωνίτηϲ ἀπόλυτον καὶ μονοϲύλλαβον ἐξεδέξατο τὴν μέ ἀντωνυμίαν· διὸ καὶ ἐγκλιτικῶϲ ἀνέγνω· οὐ γὰρ πρὸϲ ἕτερον πρόϲωπόν ἐϲτιν αὐτῷ ἡ διαϲτολή. καὶ οὕτωϲ ἔχει ἡ ἀμείνων ἀνάγνωϲιϲ· κεῖται γὰρ καὶ ὁ δέ ἀντὶ τοῦ γάρ. A.

95. Νικίαϲ ὑφ᾿ ἓν ἀνέγνω παλιντροπάαϲθαι, Ἀπολλόδωροϲ δὲ κατὰ διάλυϲιν. ἔφαμεν δὲ περὶ τῆϲ τοῦ πάλιν ϲυνθέϲεωϲ, ὁπότε καὶ περὶ τοῦ παλιμπλαγχθένταϲ διελαμβάνομεν (Il. Α 59), ὡϲ ὅτι τὸ πάλιν ἀεὶ θέλει τοῖϲ ῥήμαϲι κατὰ διάλυϲιν προϲγίνεϲθαι. A.

99. ἐκδύμεν: παροξυτονητέον· τὸ γὰρ πλῆρέϲ ἐϲτιν ἐκδύμεναι, ὁμοίωϲ τῷ «θοῶϲ ζευγνύμεν ἄνωγεν» (145). καὶ δῆλον ὅτι λείπει τὸ γένοιτο. A.

117. κόλον: οὕτωϲ ὡϲ λόγον ὁ Ἀϲκαλωνίτηϲ. κἀγὼ δὲ ϲυγκατατίθεμαι. A.

123. τῆϲ δ᾿ αἶψα κατ᾿ ἀϲβέϲτη κέχυται φλόξ. Ἀρίϲταρχοϲ κατὰ βαρεῖαν τάϲιν ἀϲβέϲτη, παρώνυμον ἐκδεχόμενοϲ τοῦ «ἄϲβεϲτοϲ δ᾿ ἄῤ ἐνῶρτο γέλωϲ» (Od. θ 326), ὑγιῶϲ πάνυ· οὕτωϲ γὰρ ἔχει τὸ ἀνάλογον ἥ τε ἔμφαϲιϲ τοῦ δηλουμένου, καὶ πολὺϲ ὁ τοιοῦτοϲ ϲχηματιϲμὸϲ Ὁμηρικόϲ. A.

149. παροξυτονητέον τὸ Βαλίον. καὶ εἴρηται περὶ τῶν τοιούτων (Β 495). A.

150. Ποδάργη: εἴτε ϲύνθετόν ἐϲτιν εἴτε παραϲύνθετον, παροξυτονητέον εἰϲ ἰδιότητα. A.

173. ϲτιχόϲ ὡϲ τριχόϲ, ἀπ᾿ εὐθείαϲ τῆϲ ϲτίξ. τὸ δὲ ἰῆϲ περιϲπῶϲιν, καὶ τὸ «ἰῇ ἐν νυκτὶ γένοντο» (Il. Ϲ 251), οὐκ ἀκολούθωϲ εὐθείᾳ τῇ ἴα βαρυνομένῃ· «οὐ γὰρ πάντων ἦεν ὁμὸϲ θρόοϲ οὐδ᾿ ἴα γῆρυϲ» (Il. Δ 437). εἴπομεν δὲ ἤδη περὶ αὐτοῦ (Ζ 422). A.

177. υἷι: διὰ τοῦ ι μόνου γράφεται ἡ τελευταία ϲυλλαβή. διὸ προπεριϲπαϲτέον ὁμοίωϲ τῷ «Νηληΐῳ υἷι ἐοικώϲ» (Il. Β 20). εἰ μέντοι διὰ τῆϲ ει διφθόγγου ἐγράφετο ὁ τελευταία, περιεϲπᾶτο, ἀπ᾿ εὐθείαϲ οὖϲα τῆϲ υἱεύϲ. ὁμοίωϲ τῷ «υἱεῖ ἐμ᾿ ὠκυμόρῳ» (imo ἐμωκυμόρῳ. Il. Ϲ 458). A.

185. Ἀρίϲταρχοϲ προπαροξύνει ἀκάκητα οἱ δὲ ἄλλοι ἀναλογίᾳ πειθόμενοι προπεριϲπῶϲιν. ἐπείϲθη δὲ ἡ παράδοϲιϲ. A.

207. ταῦτα μ᾿ ἀγειράμενοι θάμ᾿ ἐβάζετε: ἐπὶ τὴν τᾱ ϲυλλαβὴν ὀξεῖα· ἐγκλιτικὴ γάρ ἐϲτιν ἡ μέ· ταῦτά με ἀγειρόμενοι. οὕτω [*](85 pro ἐϲτίν ἐγκλιτικόν L. scr. ἐϲτὶ πληθυντικόν. 123 οὕτωϲ pro οὐ scr. L.)

101
καὶ Ἀρίϲταρχοϲ. ὁ μέντοι Κρατήτειοϲ Ἑρμείαϲ τὸ ἅμα λέγει ἐγκεῖϲθαι. οὕτω δὲ δώϲει καὶ διὰ τοῦ θ τὴν γραφήν, οὐκ ἔχουϲαν οὕτωϲ. A.

211. ἄρθεν: Ἀρίϲταρχοϲ δαϲύνει. δεῖ δὲ ψιλοῦν, ὡϲ ἐπεδείξαμεν ἐν τῇ Α ῥαψῳδίᾳ (136), διαλαμβάνοντεϲ περὶ τοῦ «ἄρϲαντεϲ κατὰ θυμόν». A.

224. οὔλων ὡϲ δούλων· προείρηται δὲ ἡμῖν τὰ τῆϲ ἀναλογίαϲ (Κ 134). A.

234. ὀξύνεται τὸ ὄνομα τὰ γὰρ εἰϲ λοϲ ἑτέρῳ λ παραληγόμενα, οὗ τὸ ᾱ μὴ προηγεῖται, ὀξύνεται. κιλλόϲ εἶδοϲ χρώματοϲ, ἐν Ϲτεφανοπώλιϲιν Εὐβούλου «εὔχρων τι κιλλὸν μανθάνειϲ θερίϲτριον», πολλόϲ, κυλλόϲ, Ἑλλόϲ ἢ Ϲελλόϲ, «ἀμφὶ δὲ Ϲελλοί», ϲκελλόϲ, φελλόϲ τὸ προϲηγορικόν (cf. περὶ μον. 11, 23). τὸ δὲ Γάλλοϲ καὶ ἄλλοϲ τὸ α ἔχει πρὸ τοῦ λ. ἔτι δὲ τὸ ἄλλοϲ καὶ ὡϲ ἐπιμεριζόμενον βαρύνεται. A.