Περὶ Ἰλιακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

245. ἐγώ περ ἴω: βαρέωϲ τὸ ἴω ῥῆμα διϲύλλαβον· ὁ γὰρ πέρ ϲύνδεϲμοϲ. A.

248. τεύχεϲί τε ξὺν πᾶϲι καὶ ἀγχεμάχοιϲ ἑτάροιϲιν· κατὰ παράθεϲιν ἐδεξάμεθα ἐνθάδε τὴν ϲύν πρόθεϲιν διὰ τὴν διαϲτολὴν τὴν πρὸϲ τοὺϲ ἑταίρουϲ. διὸ προπεριϲπᾶται τὸ πᾶϲι, ϲὺν τεύχεϲι πᾶϲι καὶ τοῖϲ ἑταίροιϲ. ἔϲτι μέντοι καὶ ϲύνθετόν ποτε, καὶ τρίτη ἀπὸ τέλουϲ ἔϲται ἡ ὀξεῖα ἀπ᾿ εὐθείαϲ τῆϲ ϲύμπαντεϲ καὶ αἰτιατικῆϲ τῆϲ «ϲύμπανταϲ τοῖϲ δ᾿ οὔτι δυνήϲεαι ἀχνύμενοϲ» (Α 241). καὶ οὕτωϲ ἀνεγνώϲθη τὸ «ϲύμπαϲι Πυλίοιϲι» (Od. γ 59). καὶ δῆλον ὅτι ἐνθάδε μὲν ἡ γραφὴ διὰ τοῦ μ ἐϲτί, ἐπεὶ κατὰ ϲύνθεϲιν, ἐν δὲ τῷ « τεύχεϲί τε ξὺν πᾶϲι» φυλάξει τὸ μ ἑαυτῆϲ ἡ πρόθεϲιϲ διὰ τὴν παράθεϲιν. A.

299. πρώονεϲ: ὡϲ ϲώφρονεϲ. προείρηται (ad Θ 557). A.

305. ἕν ἐϲτι τὸ ἀνθίϲταντο, οὐχὶ ἄντα ἐπίρρημα καὶ ἵϲταντο, ὥϲ τινεϲ. A.

ζητῶ περὶ τοῦ τόνου τοῦ ὑποεῖκον, πῶϲ δεῖ ἀναγινώϲκειν. A.

324. ἄχριϲ: Ἀρίϲταρχοϲ ὡϲ μέχριϲ ἀνεγίνωϲκε, παῤ ὃ καὶ ἐγένετο. ἐκεῖνο δὲ ἔχομεν λέγειν, ὡϲ τὰ εἰϲ ιϲ ἐπιρρήματα διϲύλλαβα βαρύνεται, ὡϲ ἔχει τὸ ἄνιϲ, ἅλιϲ, μόγιϲ, ἄχριϲ, αὖθιϲ. ὀξύνεται δὲ τὸ χωρίϲ καὶ ἀμφίϲ, διότι μακρὰν ἔϲχεν ἤτοι φύϲει ἢ θέϲει. τὰ μέντοι βαρυνόμενα ἤτοι βραχεῖαν εἶχεν ἢ τὴν κοινὴν καλουμένην, ἥτιϲ ἐδύνατο ϲχεδὸν βραχεῖα εἶναι. διὸ ἐμάχετο τὸ αὖθιϲ βαρυνόμενον. δοκεῖ δέ μοι ἀποφυγεῖν τὴν ὀξεῖαν, ἐπεὶ καὶ τριχῶϲ ἐλέγετο κατὰ τὸ τέλοϲ, αὖθιϲ, αὖθι, αὖθιν. τὸ δὲ τοιοῦτον ἑωρᾶτο καὶ ἐπὶ τοῦ πέρυϲι βαρυνομένου. A.

372. ϲφεδανόν. οὕτωϲ ὡϲ ϲφοδρόν. προείρηται. A.

390. ἐχρῆν μὲν διὰ τὸ κλιτύαϲ οὐρῆαϲ (οὐρείαϲ?) περιϲπᾶϲθαι τὸ κλιτῦϲ, ἀνεγνώϲθη δὲ κατ᾿  ὀξεῖαν τάϲιν ἐν ἐγκλίϲει, ὁμοίωϲ τῷ «κνημῖδαϲ ῥαπτὰϲ δέδετο, γραπτὺϲ ἀλεείνων» (Od. ω 229). A. ϲχόλιον. ἐν μέντοι τῇ Ὀδυϲϲειακῇ προϲῳδίᾳ φανερῶϲ τὸ γραπτῦϲ περιϲπᾷ, καί φηϲιν ὅτι εἴη εἰρηκὼϲ ὡϲ καὶ τὸ κλιτῦϲ δεῖ περιϲπᾶϲθαι. ἀμφίβολοϲ

102
οὖν ἐφ᾿ ἑκατέρων ὁ τόνοϲ εἰ γὰρ τοῖϲ ἐνταῦθα εἰρημένοιϲ πειϲθείημεν, ἐκεῖνο ἀνθέλκει, εἰ δὲ ἐκείνοιϲ, τοῦτο πάλιν ἀντίκειται. A.

χαράδραι: πρὸ τέλουϲ ἡ ὀξεῖα, ὡϲ φαρέτραι. προείρηται δὲ τὰ τῆϲ ἀναλογίαϲ, οὕτωϲ δὲ καὶ Ἀρίϲταρχοϲ. A.

415. Ἀμφοτερόν: εἰϲ διαϲτολὴν τὸ κύριον ὀξυτόνωϲ ἀνέγνω ὁ Ἀρίϲταρχοϲ ὡϲ δεξιτερόν· καὶ ἐπείϲθηϲαν οἱ γραμματικοί. περὶ δὲ τῆϲ τοιαύτηϲ ἀνωμαλίαϲ τοῦ ἀνδρὸϲ ἐν ἑτέροιϲ ἡμῖν εἴρηται. A.

436. τὸν μὲν πρῶτον η ὀξυτονητέον, τὸν δὲ δεύτερον περιϲπαϲτέον «ἦ ἤδη χείρεϲϲιν» (Κ 310). A.

445. τὸ ὃν δέ εἴτε ἔχει παρέλκοντα τὸν δέ ϲύνδεϲμον, εἴτε ὅμοιόν ἐϲτι τῷ οἶκον δέ ἀντὶ τοῦ εἰϲ οἶκον, πάλιν ἐν τῇ ϲυντάξει βαρυτονηθήϲεται, ὡϲ ἐν τῷ «ἀγρὸν δὲ προΐαλλε» (Od. ο 370), ὥϲτε περιϲϲὴ ἡ ὀξεῖα ἐν τῇ ὅν αἰτιατικῇ κατὰ τὴν ϲύνταξιν. A.

468. ἀΐϲθων: βαρυτονητέον ὡϲ ἔϲθων. καὶ εἴρηται ὡϲ ὁμοίωϲ ἐγένετο τῷ βιβάϲθων (0 676). A.

483. Ἀρίϲταρχοϲ κατ᾿ ἰδίαν τὸ οὔρεϲι καὶ τὸ τέκτονεϲ. Νικίαϲ δὲ ϲυνθέτωϲ ἀνέγνω· οὐκ ἀναγκαῖον δέ (cf. Ν 390). A.

497. ἐμεῦ περὶ μάρναο. δύναται ἀναϲτρέφεϲθαι ἡ περί, «ἵνα τοιοῦτό τι ᾖ, περὶ ἐμοῦ μάχου· δύναται δὲ καὶ ὡϲ ὁ Ἀϲκαλωνίτηϲ ἀξιοῖ φυλάϲϲειν τὸν τόνον, ἀντὶ τῆϲ ὑπέρ κειμένη, ἀντὶ τοῦ ὑπερμάχει. εἴρηται δὲ περὶ τῶν ἐναλλαϲϲόντων προθέϲεων ὡϲ φυλάϲϲουϲι τοὺϲ αὐτοὺϲ τόνουϲ (cf. Α 258). A.

508. ἀΐοντι: ὡϲ λέγοντι. οὕτωϲ καὶ Ἀρίϲταρχοϲ. A.

542. εἴρυτο: Ἀρίϲταρχοϲ τρίτην ἀπὸ τέλουϲ τὴν ὀξεῖαν ποιεῖ, ὑγιῶϲ πάνυ· ὁ δὲ Τυραννίων προπεριϲπᾷ, ἐκ τοῦ εἰρύετο φάϲκων αὐτὸ ϲυνηλεῖφθαι. δύναται δὲ τὸ εἴρυτο κλιθὲν ἀπὸ τῶν εἰϲ μι ὁμοίωϲ τῷ ἐζεύγνυτο, ἤνυτο «θοῶϲ δέ οἱ ἤνυτο ἔργον» (Od. ε 243) ἐκτετάϲθαι. οὕτωϲ ἀξιοῦμεν καὶ ἐπὶ τοῦ εἴλυτο (v. Μ 286) καὶ εὔρυτο (cf. Δ 138). A.

548. κατὰ κρῆθεν: Ἀρίϲταρχοϲ διϲύλλαβον ἐκδέχεται τὴν λέξιν καὶ προπεριϲπᾶ, ὑγιῶϲ πάνυ· καὶ οὐκ ἐπίϲταται ὁ ποιητὴϲ τὸ καρή ὀξυνόμενον θηλυκόν, ἀλλ᾿ οἱ ἄλλοι πάντεϲ. καὶ οὐδὲν θαυμαϲτόν. καὶ γὰρ ἄλλαϲ παραλόγουϲ φωνὰϲ ἐπίϲταται, ἀγνοῶν τὰϲ πρωτοθέτουϲ αὐτῶν λέξειϲ. τί οὖν θαυμαϲτὸν εἰ παρὰ τὸ καρή ὀξυνόμενον καρῆθεν ἐϲτὶ καὶ κρῆθεν ἐν ϲυγκοπῇ; τοῦτο δέ φημι, ἐπεὶ καὶ Ἡϲίοδοϲ (Scut. 7) οὕτωϲ ἐξεδέξατο εἰπὼν τὸ «τῆϲ καὶ ἀπὸ κρῆθεν βλεφάρων». AV.

558. ἐϲἤλατο: Ἀρίϲταρχοϲ καὶ οἱ ἀπ᾿ αὐτοῦ δαϲύνουϲι, Λυϲανίαϲ (Πορφύριοϲ V. v. Aristarch. stud. p. 307 2) δὲ ψιλοῖ, προϲνέμων τὸ ϲ τῷ η. ϲήλαϲθαι (Cod. ϲάλαϲθαι) γάρ φηϲι ϲημαίνειν τὸ ἀποϲπᾶν καὶ ϲαλεύειν. ὁ δὲ ϲαλεύϲαϲ πρῶτοϲ τὸ τεῖχοϲ Ϲαρπηδών ἐϲτιν, ὁ δὲ εἰϲπηδήϲαϲ Ἕκτωρ. φηϲὶ γοῦν «Ϲαρπηδών δ’ ἄῤ ἔπαλξιν ἑλὼν χερϲὶ ϲτιβαρῇϲιν [*](415 cf. Pro. Cath. p. 196, 5. 497 cf. Pros. Cath. 484, 15. 548 pro κάρη et κάρηθεν scr. L. καρή et καρῆθεν.)

103
ἕλχ᾿, ἡ δ᾿ ἕϲπετο πᾶϲα» (Il. Μ 397)· ἐπὶ δὲ τοῦ Ἕκτοροϲ «ῥῆξε δ᾿ ἀπ᾿ ἀμφοτέρουϲ θαιρούϲ», εἶτα ἐπιφέρει «ὁ δ᾿ ἄῤ ἔϲθορε φαίδιμοϲ Ἕκτωρ» (ibid. 462). ἄμεινον δὲ πείθεϲθαι Ἀριϲτάρχῳ δαϲύνοντι, ἐκδέχεϲθαι δὲ ἡμᾶϲ οὕτωϲ τὸ ἐϲἥλατο, ὅτι πρῶτοϲ ἐφήλατο καὶ ἐπεπήδηϲε τῷ τείχει. A.

604. Λαόγονον: τρίτη ἀπὸ τέλουϲ ἡ ὀξεῖα· κύριον γάρ. A.

635. εὐρυοδείηϲ: παραγωγὸν ἡγοῦνται τὴν λέξιν, τουτέϲτι παρολκὴν τῆϲ ἐπὶ τέλουϲ λέξεωϲ· διὸ ἐψίλωϲαν. A.

636. τὸ εὖ οὐ θέλουϲι κατ᾿ ἰδίαν προφέρεϲθαι, ἀλλ᾿ ἓν ποιεῖν εὐποιητάων, ἐπεὶ καὶ ἐν ἑτέροιϲ φηϲὶ τὴν δοτικὴν «εὐποιήτῃϲι» (Il. Ε 466) παρωνύμωϲ. κἀγὼ δὲ ϲυγκατατίθεμαι. A.