Περὶ Ἰλιακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

555. οὐχ ὁράᾳϲ οἷον Δόλοποϲ περὶ τεύχε’ ἕπουϲιν. ὁ Ἀϲκαλωνίτηϲ οὐκ ἀναϲτρέφει τὴν περί· εἶναι γὰρ τὸ ἑξῆϲ περιέπουϲι. κἀγὼ δὲ αὐτῷ ϲυγκατατίθεμαι, ἐπεὶ καὶ τὸ ῥῆμα τοῦτο τὸ ἕπω παρὰ τῷ ποιητῇ ἐν τοῖϲ ἐνεργητικοῖϲ κινήμαϲιν ὡϲ ἐπὶ τὸ πλεῖϲτον θέλει ἔχειν πρόθεϲιν ϲυντεταγμένην. A.

606. τάρφεϲιν ὡϲ βέλεϲιν οἱ πλείουϲ· καὶ ἡμεῖϲ δὲ ϲυγκατατιθέμεθα· οὐ γάρ ἐϲτιν ἐπιθετικόν, ὡϲ ἀξιοῖ Τυραννίων. ὁ μέντοι Ἀριϲτοφάνηϲ ἐκεῖνό φηϲιν, ὅτι ἐὰν μὲν τοῖϲ δάϲεϲιν, ὡϲ βέλεϲι τάρφεϲιν· ἐὰν δὲ τὸ ἐπιθετικόν, ταρφέϲιν ὡϲ ὀξέϲιν. A.

607. ἀφλοιϲμόϲ. ὀξυτόνωϲ ἀναγνωϲτέον. τὰ γὰρ εἰϲ μοϲ λήγοντα ὑπὲρ δύο ϲυλλαβάϲ, ἔχοντα πρὸ τοῦ μ τὸ ϲ, ὀξύνεϲθαι θέλει, μεριϲμόϲ, ὁπλιϲμόϲ. ἔνιοι δὲ αὐτὸ παρὰ τὸ ἀφριϲμόϲ, μεταβολῆϲ γενομένηϲ τοῦ ρ εἰϲ τὸ λ καὶ πλεονάϲαντοϲ τοῦ ο. οἱ δὲ παρὰ τὸ φλέω καὶ φλύω, φλοιϲμόϲ καὶ ἀφλοιϲμόϲ ἐν πλεοναϲμῷ τοῦ ᾱ. διὸ οὐ δεόντωϲ ὁ Τυραννίων προπαροξύνει. A.

619. ἠλίβατοϲ: ψιλῶϲ· ἀπὸ γὰρ τοῦ ἀλιτεῖν ἐϲχημάτιϲται· καὶ ὤφειλεν ὅμοιον εἶναι τῷ ἠλιτόμηνοϲ, ϲυγκοπὴν δὲ ἔπαθεν. διδάϲκει δὲ καὶ τὸ τῆϲ ϲυναλοιφῆϲ ὅτι ψιλοῦται· «τὸν μέν τ’ ἠλίβατοϲ πέτρη« (273). οἱ μέντοι δαϲύνοντεϲ ἐτυμολογοῦϲι παρὰ τὸν ἥλιον, τὴν ἡλίῳ βατὴν οὖϲαν μόνῳ· οὐκ ἐπείϲθη δὲ ἡ παράδοϲιϲ, ὡϲ πρόδηλον ἐγένετο ἐκ τῆϲ ϲυναλοιφῆϲ. A.

631. εἱαμενή: δαϲυντέον, ἀπὸ τῆϲ ἕϲεωϲ τῶν ὑδάτων (cf. Δ 483). A.

[*](491 τετάρτη pro τρίτη scr. L. adnotans initium usque ad ὀξεῖαν transiisse in E. M. 636, 34.)
97

665. τῶν ὕπερ: ἀναϲτρεπτέον τὴν πρόθεϲιν. A.

676. ἴκρια ὡϲ δέμνια· ἔϲτι γὰρ ῥηματικόν, ὡϲ ἐν ἑτέροιϲ εἴρηται. A.

βιβάϲθων: βαρυτονητέον· γέγονε δὲ ἤτοι, ὥϲ φηϲι Φιλόξενοϲ, κατὰ πλεοναϲμὸν τοῦ ϲ (ν. N 809) ἤ, ὅπερ καὶ βέλτιον, παρὰ τὸ βιβαϲτόϲ βιβάϲθω, ὡϲ καὶ ἀϊϲτόϲ, κατ’ ὀξεῖαν τάϲιν, ἀΐϲθων· «ὁ δ’ ἔβραχε θυμὸν ἀΐϲθων (Il. Π 468). A.

678. τὸ μὲν βλῆτρον βαρυτονητέον, ἐπεὶ πάντα τὰ εἰϲ τρον λήγοντα μονογενῆ οὐδέτερα βαρύνεται, ϲεϲημειωμένου τοῦ λουτρόν. τὸ δὲ δυωκαιεικοϲίπηχυ ὑφ’ ἓν ἀναγνωϲτέον. τοὺϲ γὰρ ἀριθμοὺϲ οὕτω προφέρει, διὰ τοῦ ι, ὡϲ «εἰκοϲινήριτα» (Χ 349). τινὲϲ δὲ καὶ κατὰ παράθεϲιν, ὡϲ τὸ τρεῖϲ καὶ δέκατοϲ, ὥϲτε καὶ τὸ θηλυκὸν τρεῖϲ καὶ δεκάτη. AV.

679. κελητίζειν: παραγωγόν ἐϲτι τὸ ῥῆμα παρὰ τὴν κέλητοϲ γενικήν· ἀντὶ γὰρ τοῦ ἱππεύειν. κακῶϲ οὖν ὅϲοι διαϲτέλλουϲι· καὶ γὰρ ἐλέγχονται ἐκ τῆϲ τοῦ τ ψιλότητοϲ. A.

698. ἄντεϲθ᾿ : Τυραννίων παροξύνει, ὡϲ λαβέϲθαι, πυθέϲθαι, ἐκδεχόμενοϲ μέϲον δεύτερον ἀόριϲτον, οὐχ ὑγιῶϲ. ϲημαίνει γὰρ παρατατικόν. καὶ ἔϲτι τὸ ῥῆμα παῤ αὐτῷ καὶ περιϲπώμενον καὶ βαρυνόμενον. τὸ γὰρ «ἤντηϲ’ οὐδὲ ἴδον» (Od. δ 201) καὶ «ἀντήϲω γὰρ ἐγὼ τοῦδ’ ἀνέροϲ» (Il. Π 423) ἀπὸ περιϲπωμένου κέκλιται. τὸ δὲ «ὡϲ ἄν τίϲ ϲε ϲυναντόμενοϲ» (Od. ρ 165) ὡϲ ἁπτόμενοϲ καὶ ἤντετο γάρ τοι Φοῖβοϲ»  (Il. Π 788) ὡϲ ἥπτετο ὁμολογεῖ τὴν βαρεῖαν τάϲιν. οἷϲ ἀκόλουθον καὶ τὸ ἄντεϲθαι. A.

705. ὠκυάλου: ἐψίλωϲαν τὸ ᾱ, παραγωγὴν δεξάμενοι καὶ οὐ ϲύνθεϲιν· καὶ οὕτωϲ ἡ παράδοϲιϲ ἐπείϲθη. καὶ τάχα ἐπεὶ μηδὲν ἄλλο ἢ τὸ ὠκὺ ἐκ τῆϲ λέξεωϲ ϲημαίνεται. ἡ δὲ ἁλόϲ γενικὴ ἐν τῇ ϲυνθέϲει ἐπὶ μὲν κυρίων ψιλὸν ἀποφέρεται τὸ πνεῦμα, Εὐρύαλοϲ, Ἀμφίαλοϲ, Ἀϲτύαλοϲ· ἐπὶ δὲ ἐπιθετικῶν τὸ ἴδιον τηρεῖ πνεῦμα «πολλαὶ ἐν ἀμφιἅλῳ Ἰθάκῃ» (Od. α 395) «ἀγχίἁλόν τ’ Ἀντρῶνα (Il. Β 697), ὕφαλοϲ, ὥϲτε καὶ κατὰ τοῦτο ἐλέγχεται τὸ ὠκύαλοϲ ψιλούμενον. A.

709. ἀϊκάϲ: ὡϲ παλλακάϲ· καὶ ἐγένετο παρὰ τὸ ἀΐϲϲω ἀϊκή ὡϲ φυλάϲϲω φυλακή, ὑλάϲϲω ὑλακή. ἔϲτι μέντοι καὶ ἑτέρα εὐθεῖα ἡ ἆϊξ, ἥτιϲ ἐν ϲυνθέϲει ἐϲτὶ καὶ παῤ αὐτῷ «πολυᾶϊξ γυῖα δ’ ἔθηκεν» (Il. Ε 811) καὶ «πολυάϊκοϲ πολέμοιο» (Il. Α 165) καὶ «κορυθάικι πολεμιϲτῇ» (Il. Χ 132). καὶ δῆλον ὅτι εἰ παρὰ ταύτην τὴν ἆϊξ εὐθεῖαν τὴν πληθυντικὴν αἰτιατικὴν ϲχηματίζοιμεν, ὀφείλομεν κατὰ ϲυϲτολὴν ἀναγινώϲκειν (scil. ultimam καϲ), ὅπερ οὐχ οὕτωϲ ἔχει· δῆλον γὰρ ἐκ τοῦ μέτρου. χρὴ μέντοι ἐκεῖνο ἐπιϲτῆϲαι, ὡϲ τὰ εἰϲ κη λήγοντα ὑπὲρ δύο ϲυλλαβάϲ, τῷ ι παραληγόμενα, φιλεῖ βαρύνεϲθαι, ὡϲ ἔχει τὸ ἑλίκη,

[*](678 pro τριϲκαίδεκατοϲ et τριϲκαιδεκάτη L. exhibuit τρεῖϲ καὶ δέκατοϲ et τρεῖϲ καὶ δεκάτη. 698 καὶ περιϲπώμενον inseruit L. 709 ἆϊξ pro ἄϊξ scripsi monente Lehrsio.)