Περὶ Ἰλιακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

359. ἐπεκτέταται τὸ ᾗϲιν· ἀντὶ γὰρ τοῦ ᾗ ἐϲτὶν ὑποτακτικοῦ, ὅπερ ἡ ϲυνήθεια λέγει μετὰ προθέϲεωϲ ἀφῇ. διὸ καὶ μετὰ τοῦ ι γράφεται καὶ δαϲύνεται· ἀπὸ γὰρ τοῦ ἵημι δαϲυνομένου κέκλιται. A.

365. ἤϊε: Ἀρίϲταρχοϲ δαϲύνει, ἀπὸ τῆϲ ἕϲεωϲ τῶν βελῶν. οἱ δὲ περὶ τὸν Κράτητα ψιλῶϲ, ἀπὸ τῆϲ ἰάϲεωϲ. καὶ οὕτωϲ ἐπείϲθηϲαν οἱ γραμματικοὶ πρὸϲ διάφορον ἐτυμολογίαν διαφόρωϲ ἀναγινώϲκειν. ἀγνοοῦϲι δὲ ὅτι ὁ χαρακτὴρ μάχεται· ἀεὶ γὰρ τὸ η πρὸ φωνήεντοϲ ψιλοῦται, ἠώϲ, ἤϊα. ταύτῃ καὶ τὸ «ἥτε ξείνων θέμιϲ ἐϲτί» (Od. ι 268) δαϲύνεται, τὸ δὲ ἠύτε ψιλοῦται· καὶ τὸ ἕωϲ δαϲύνεται, τὸ δὲ ἠώϲ ψιλοῦται· καὶ τὸ ἥλιοϲ δαϲύνεται, τὸ δὲ ἠέλιοϲ ἐψιλώθη. ὥϲτε εἴτε ἐκ τοῦ ἥϊοϲ δαϲυνομένου ἐϲτὶν εἴτε ἐκ τοῦ ψιλουμένου, μόνωϲ ψιλωτέον. A.

382. νηὸϲ ὑπὲρ τοίχων καταβήϲεται: οὐκ ἀναγκαῖόν ἐϲτιν ἀναϲτρέφειν τὴν πρόθεϲιν, ἀλλὰ ϲυντάϲϲειν τῇ τοίχων γενικῇ. A.

389. ναύμαχα: οὕτωϲ ὡϲ θαύματα. ἐξαιρέτωϲ δὲ τὰ παρὰ ῥῆμα οὐδέτερα ϲύνθετα μονογενῆ, εἰϲ ον περατούμενα, προπαροξύνεται, χαρτότομον, χειρόγραφον, ἀκρατόφορον· οὕτωϲ «ναύμαχον ἐν παλάμῃϲιν» (677), ἵνα εἶδοϲ δόρατοϲ νοηθῇ ἐν διαφόρῳ μεγέθει. A.

394. φάρμακ’ ἀκήματα: τὸ πλῆρεϲ, φάρμακα, εἶτα ἀκήματα· [*](Text Zeichen etc. L. monet in E. M. transiisse. 335 in E. M. transiisse monet L. 338 ἦλοϲ pro ἦλοϲ scr. L., qui confert Arcad. 198, 16, Eustath. 155, 39 seqq., quibus addere licet Eustath. 1018 extr. 365 pro ἠώϲ scripsit ἡΰτε L., qui conferri iubet Apoll. de adv. 559 et Schol B 87.)

96
παρὰ γὰρ τὸ ἀκέϲαϲθαι τὸ ἀκήματα ἐϲχημάτιϲται. εἴρηται δὲ ἡμῖν ἐν ἑτέροιϲ διότι καὶ ἡ ἄκεϲιϲ καὶ τὸ «ἀκεϲταί τοι φρένεϲ ἐϲθλῶν»  (Il. Ν 115) τὸ ε ἔχει κατὰ τὴν παραλήγουϲαν. A.

444. ἰοδόκον: πιθανώτερον Ἀλεξίων παροξύνει, ὡϲ ξεινοδόκον, ἐπεὶ αὐτὴ ἡ φαρέτρα δέχεται καὶ ἔϲτιν ἐνεργητικόν. A.

445. Κλειτόϲ ὄνομα κύριον· ὀξυντέον δὲ ὁμοίωϲ τῷ ἐπιθέτῳ, ἐπειδὴ κόϲμου ἐϲτὶ τὸ ἐπίθετον. A.

463. ἐυϲτρεφέα: οὐκ ἀναγκαῖον ἐκτείνειν τὸ ᾱ· ἀπήρτιϲε γὰρ εἰϲ μέροϲ λόγου ὁμοίωϲ τῷ «ἀμφηρεφέα τε φαρέτρην» (Il. Α 45). A.

491. τὸ ὅτοιϲι τριϲύλλαβον ἐπὶ τὴν πρώτην ἔχει ϲυλλαβὴν τὴν ὀξεῖαν, τὸ μέντοι ὁτέοιϲιν οὐκέτι, ἐπεὶ ἤμελλε τετάρτη ἀπὸ τέλουϲ πίπτειν ἡ ὀξεῖα· διὸ ἐπὶ τὴν δευτέραν ἀπὸ τῆϲ ἀρχούϲηϲ μετέϲτη. A.

494. τὸ ὕμεων ἀντωνυμία ἀπόλυτόϲ ἐϲτι καὶ οὐκ ἔχουϲα ἀντιδιαϲτολήν· διὸ τρίτην ἀπὸ τέλουϲ ἔχει τὴν ὀξεῖαν. A.

548. ἐν Περκώτῃ ὁμοίωϲ τῷ ἐν Οἰνώνῃ. τὴν δὲ ἀπό πρόθεϲιν οὐκ ἀναϲτρεπτέον· πρὸϲ γὰρ τὴν ἐόντων μετοχὴν ϲυντέτακται. A.

554. ἀνεψιοῦ: τὴν ψι ϲυλλαβὴν ἐκτατέον διὰ τὸ μέτρον. (cf. B 731.) A.