Περὶ Ἰλιακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

441. τὸ αὗον δαϲυντέον· ϲημαίνει δὲ τὸ ξηρόν. A.

450. Κρήτῃ ἐπιουρον: τοῦτο τριχῶϲ ἀνεγνώϲθη. Ζηνόδοτοϲ γὰρ ὡϲ ἐπίκουρον, ἐκδεχόμενοϲ βαϲιλέα καὶ φύλακα. καὶ Ἀρίϲταρχοϲ δὲ οὕτωϲ, ἐκδεχόμενοϲ τὸν φύλακα, μέμνηται δὲ καὶ ὁ Δίδυμοϲ τῆϲ ἀποδόϲεωϲ καὶ Τρύφων. ἐκεῖνο δὲ προϲτίθηϲιν ὁ Τρύφων, ὅτι ὁ ἐπίουροϲ ὡϲ ἐπίϲκοποϲ οὐ πάντωϲ ἔχει ἐγκείμενον τὸν οὖρον τὸν φύλακα κατὰ ταύτην τὴν ἀπόδοϲιν· τί γὰρ κεκώλυκε παρὰ τὸ ὁρῶ εἶναι [*](388 coll. Π 669 dubitat Lehrsius, an recte relatum sit. 390 L. confert Π 483. 391 cf. Pros. Cath. 82, 9. 424 verba codicis corrupta τινὲϲ περιϲπῶϲιν, οἱ δὲ μένευϲ ἀντὶ τοῦ μένουϲ, ὡϲ μέθυ χίλια μέτρα — emendavit L, pro τεὸν scripsi τὸ ὃν.)

87
ἐπίορον καὶ ἐπίουρον τὸν ἐπιορῶντα, ἐψιλῶϲθαι δὲ διὰ τὴν ἐπένθεϲιν τοῦ υ; καὶ ἡμεῖϲ δὲ ϲυγκατατιθέμεθα τούτοιϲ. εἰϲὶ δὲ οἳ ἀνέϲτρεψαν τὴν πρόθεϲιν, Κρήτῃ ἔπι. ὁ δὲ Ἀϲκαλωνίτηϲ παρέλκειν ἡγεῖται τὴν ἐπί· διὸ καὶ τὸν τόνον φυλάϲϲει τῆϲ προθέϲεωϲ, ὁμοίωϲ τῷ «βοῶν ἐπιβουκόλοϲ ἀνήρ» (Od. γ 422). A.

510. ἔτ᾿ ἄλλα: οἱ μὲν τὸ πλῆρεϲ ἐκδέχονται τὰ ἄλλα, ἐν ϲυναλοιφῇ δὲ γενέϲθαι τἆλλα, ὡϲ τὰ ἆθλα τἆθλα. προείρηται δὲ περὶ τῆϲ τοιαύτηϲ πάῤ αὐτῷ ϲυναλοιφῆϲ τε καὶ ϲυντάξεωϲ τῶν ἄρθρων (Λ 636). ἄμεινον οὖν ἐκδέχεϲθαι ἔτι καὶ ἄλλα. A.

542. τὴν οἷ ὀρθοτονητέον· μεταλαμβάνεται γὰρ εἰϲ ϲύνθετον. A.

543. ἑάφθη: Ἀρίϲταρχοϲ δαϲύνει, ἀπὸ τοῦ ἕπεϲθαι· φηϲὶ γὰρ ὅτι ἐπηκολούθηϲεν αὐτῷ καὶ δῆλον ὅτι παρὰ τὸ ἕπω ἥφθη ἢ εἵφθη ὤφειλεν εἶναι ὁ ἀόριϲτοϲ, καὶ κατὰ διαίρεϲιν ἐγίνετο ἑάφθη, ὡϲ τὸ ἤγη ἐάγη, ἤλη ἐάλη, ἥλω ἑάλω, τῆϲ δαϲείαϲ ἐπὶ τὴν ἀρχὴν χωρούϲηϲ, ὡϲ ἔθοϲ. ταῦτα ὁ Τρύφων ἀπεφαίνετο ὑπὲρ τοῦ Ἀριϲτάρχου, πιθανῶϲ πάνυ. ἡμεῖϲ δ’ ἔχομεν περὶ τὸν ϲχηματιϲμόν τι ἐξαίρετον ϲυμβεβηκὸϲ ἐπιϲτῆϲαι. πρὸϲ τὸ πρῶτον· ἡ ει δίφθογγοϲ ἐν τοῖϲ παρῳχημένοιϲ ἄρχουϲα εἰ διαιροῖτο, εἰϲ δύο εε διαιρεῖται, εἶρτο ἔερτο «ἀτὰρ ἠλέκτροιϲιν ἔερτο» (Od. o 460), εὔργνυ ἐέργνυ «κατὰ ϲυφεοῖϲιν ἐέργνυ» (Od. κ 238). οὐκ ἄρα ἐκ τοῦ εἵφθη ἐγένετο ἡ διαίρεϲιϲ. δῶμεν δὲ ἀπὸ τοῦ η ἄρχεϲθαι τὸ ἥφθη, ἐπεὶ ἀδιαφόρωϲ τὰ ἀπὸ τοῦ ε ἀρχόμενα ῥήματα εἴωθε κλίνεϲθαι καὶ διὰ τῆϲ ει διφθόγγου κατ’ ἀρχὴν καὶ διὰ τοῦ η· ἀπὸ γοῦν τοῦ ἑλκῶ περιϲπωμένου εἵλκεον (P 395): φήϲαϲ τὸν παρατατικὸν διὰ τοῦ η τὸν ἀόριϲτον ἐξήνεγκεν ἐν τῷ «Λητὼ γὰρ ἥλκηϲε Διόϲ» (Od. λ 580). ἀλλ’ οὐ θέλει πάλιν τὸ η τὸ κατ’ ἀρχὴν τῶν παρῳχημένων εἰϲ ε καὶ ᾱ διαλύεϲθαι, ὁπότε ὁ ἐνεϲτὼϲ ἄρχει ἀπὸ τοῦ ἑ, ἀπὸ μέντοι τοῦ ᾱ καὶ η, ὡϲ δῆλον ἐκ τῶν τοιούτων· ἤλη ἐάλη (ἀλῶ γὰρ τὸ θέμα πρόδηλον κἀκ τῆϲ ἀλείϲ μετοχῆϲ), ἤγη ἐάγη, ἧδον ἕαδον. πῶϲ οὖν παρὰ τὸ ἕπω καὶ ἥφθη τὸ ἑάφθη δύναται διαιρεῖϲθαι; διὸ ὁ Τυραννίων ἐκδέχεται ἀπὸ τοῦ ἅπτω, οὗ γίνεται ἀόριϲτοϲ, φηϲίν, ἥφθη καὶ ποιητικῶϲ ἅφθη, προϲόδῳ δὲ τοῦ ε ἑάφθη. ὅτι δὲ τὸ προϲερχόμενον ε ταῖϲ δαϲυνομέναιϲ λέξεϲι μεταληπτικὸν γίνεται τῆϲ ἐκείνων δαϲύτητοϲ, πρόδηλον κἀκ τοῦ ἕερϲα, ἕεδνα, ἑήνδανε, ἑώρων. οὕτωϲ οὖν καὶ τὸ ἑάφθη ἔχει· ϲημαίνει δὲ τὸ οἱονεὶ ϲυνήφθη αὐτῷ. ταῦτα μὲν ὁ Τυραννίων. εἰ δὲ ἠβούλετο καὶ διαίρεϲιν παραλαμβάνειν ὁ ἀνήρ, οὐδὲν ἦν τὸ κωλῦον. A.

693. Φθίων ὡϲ Χίων βαρυτόνωϲ· καὶ γὰρ Φθῖοι ὡϲ Χῖοι: «Λοκροὶ καὶ Φθῖοι» (686). A.

707. τέλϲοϲ ὡϲ χέρϲοϲ· γέγονε δὲ κατὰ μεταβολήν, παρὰ τὸ τέλοϲ πλεονάϲαντοϲ τοῦ ϲ. A.

[*](543 ἧδον ἕαδον addidit L. coll. Ξ 340, idem spiritum mutavit in ἥλη, ἑάλη ἁλῶ, ἁλείϲ, ἑάγη. 707 propter Ϲ 547 dubitat L. an Herodiani.)
88

727. οὕνεκά τοι περὶ δῶκε θεὸϲ πολεμήια ἔργα: τὸ περίἀντὶ τοῦ περιϲϲῶϲ· τὸ δὲ δῶκε προπεριϲπαϲτέον. A.

734. περιϲπαϲτέον τὸ πολεῖϲ ὡϲ ταχεῖϲ, ὁμοίωϲ τῷ «πολεῖϲ ὀλέϲαντ’ αἰζηούϲ» (Il. Ο 66). τοῦτο δέ φημι, ἐπεί τινεϲ βούλονται ἕνεκα ἐμφάϲεωϲ μείζονοϲ βαρυτόνωϲ ἀναγινώϲκειν, οἷϲ μάχεται καὶ ἡ ὀρθογραφία ἡ κατ’ Ἴωναϲ. A.

759. Ὑρτάκου ὡϲ θυλάκου. τὰ γὰρ εἰϲ κοϲ λήγοντα τριϲύλλαβα, τὴν πρώτην ϲυλλαβὴν εἰϲ ἀμετάβολον καταλήγουϲαν ἔχοντα, προπαροξύνεται, Λάμψακοϲ, Ῥύνδακοϲ «Ῥύνδακον ἀμφὶ βαθύϲχοινον«. οὕτωϲ οὖν καὶ Ὕρτακοϲ. A.

791. Ὀρθαῖοϲ: ὡϲ Ἀλκαῖοϲ. ἐπεί, φηϲί, τὰ διὰ τοῦ αιοϲ τριϲύλλαβα, ἔχοντα τὴν πρώτην ϲυλλαβὴν εἰϲ ϲύμφωνον καταλήγουϲαν, προπεριϲπᾶϲθαι θέλει, χερϲαῖοϲ, ὀρφναῖοϲ, ἑρϲαῖοϲ, ἀρχαῖοϲ, Ἀρναῖοϲ, Τρικκαῖοϲ, Ἑρμαῖοϲ ὅθεν τὸ Ἑρμαῖον κάρα παρὰ Ϲοφοκλεῖ. τὸ δὲ «ὅθι θ᾿  Ἕρμαιοϲ λόφοϲ ἐϲτίν (Od. π 471) ὡϲ εἰϲ ἰδιότητα καὶ τὸ ἐπὶ τοῦ κυρίου πρὸϲ ἀντιδιαϲτολὴν διάφορον τόνον ἀνεδέξατο, ὡϲ Ἀθηναῖοϲ καὶ Ἀθήναιοϲ, ἀγοραῖοϲ καὶ ἀγόραιοϲ (cf. 301). οὕτωϲ οὖν καὶ. Ὀρθαῖοϲ προπεριϲπωμένωϲ ἀναγνωϲτέον· οὐδεμία γὰρ ἀντιδιαϲτολὴ ἐπὶ τοῦ ὀνόματοϲ κεχώρηκεν. A.

803. πρὸ ἕθεν: ὁμοίωϲ τῷ ἀπὸ ἕθεν (Il. Ζ 62) ἀναγνωϲτέον κατ’ ὀρθὴν τάϲιν. προείρηται δὲ περὶ τῆϲ ἀντωνυμίαϲ (Γ 128). A.

809. βιβάϲθων: Τυραννίων περιϲπᾶ, οὐχ ὑγιῶϲ· ὁ γὰρ χαρακτὴρ βαρεῖαν τάϲιν ἀπαιτεῖ, εἴτε ἀπὸ τοῦ βιβῶ βιβάθω γενομένου τοῦ ῥήματοϲ, περιπλεονάϲαντοϲ τοῦ ϲ, ὥϲ φηϲι Φιλόξενοϲ, εἴτε ἀπὸ ὀνόματοϲ τοῦ βιβαϲτόϲ βιβάϲθων ὡϲ ἀϊϲτόϲ ἀΐϲτων· γίνεται γάρ τινα ἀπὸ τῶν εἰϲ τοϲ κατὰ μεταβολὴν τοῦ τέλουϲ εἰϲ θω βαρύτονα ῥήματα, ἐγερτόϲ ἐγέρθω, ἐρεκτόϲ ἐρέχθω, ἀϊϲτόϲ ἀΐϲθων· οὕτωϲ καὶ παρὰ τὸ βιβαϲτόϲ βιβάϲθων. παραιτητέον δὲ καὶ τοὺϲ ὀξύνονταϲ ὡϲ δεύτερον ἀόριϲτον. A.