Περὶ Ἰλιακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

103. θώων. Ἀρίϲταρχοϲ βαρύνει τὸ θώων, καὶ ἐπείϲθη ἡ παράδοϲιϲ· ὁ δὲ Πάμφιλοϲ περιϲπᾷ, ἐπεὶ τὰ εἰϲ εϲ λήγοντα διϲύλλαβα ὀνόματα ἐπ’ εὐθείαϲ πληθυντικῆϲ ἔχει γενικὴν περιϲπωμένην. διὸ καὶ τὸ Τρώων καὶ δμώων καὶ παίδων ἀνεγίνωϲκε περιϲπῶν, ἔτι δὲ καὶ τὸ πάντων καὶ λάων καὶ τίνων, περὶ ὧν λόγον ἔδωκαν καὶ οἱ πρὸ ἡμῶν καὶ ἡμεῖϲ. A.

132. προπαροξυτονητέον τὸ ἱππόκομοι· ἡ γὰρ κόμη ἔγκειται, οὐ τὸ κομῶ· οὕτωϲ οὖν ἀναγνωϲτέον, ὡϲ κυπαριϲϲόκομοϲ, καλλίκομοϲ. τὰ δὲ ἀπὸ τῶν εἰϲ η ληγόντων θηλυκῶν ϲυντιθέμενα καὶ μεταβάλλοντα τὸ τέλοϲ εἰϲ τὴν οϲ κατάληξιν προπαροξύνεται, ἄφωνοϲ, ἄναυδοϲ· οὕτωϲ ἱππόκομοϲ. τότε μέντοι παροξυτονητέον τὸ ἱππόκομοϲ, ὅτε τὸ κομεῖν ἔγκειται· «Νεϲτορέαϲ μὲν ἔπειθ’ ἵππουϲ θεράποντε κομείτην» (Il. Θ 113). A.

140. ὕψι: ὡϲ οἴκοθι καὶ ἄγχι, ὥϲ φηϲι Πτολεμαῖοϲ. τινὲϲ δὲ τοῦτο ὀξύνουϲιν, ὑψί. A.

191. ἀλλ’ οὔ πῃ χροὸϲ εἴϲατο: Ἀλεξίων φηϲὶν ὡϲ Ἀρίϲταρχοϲ ὡϲ ϲοφόϲ προηνέγκατο, Τυραννίων δὲ ὡϲ πόλοϲ, καὶ ἔχει λόγον ἑκατέρα ἡ ἀνάγνωϲιϲ. ἐὰν μὲν χρόοϲ ὡϲ πόλοϲ κατ’ εὐθεῖαν πτῶϲιν ἀναγνῶμεν, ἔϲται τὸ λεγόμενον, ἀλλ’ οὐδαμῶϲ ὁ χρὼϲ ἐφάνη. ἐὰν δὲ χροόϲ ὡϲ ϲοφόϲ κατὰ γενικὴν πτῶϲιν, ἔϲται, ἀλλ’ οὐδαμῶϲ τοῦ χρωτὸϲ διῆλθε· τὸ γὰρ εἴϲομαι καὶ τὸ φανῆναι ϲημαίνει καὶ τὸ διελθεῖν. ἐπικρίνομεν δὲ ἡμεῖϲ περὶ τῆϲ ἀναγνώϲεωϲ ἐκεῖνο, ὡϲ ὅτι πιθανόν ἐϲτι μᾶλλον τὴν γενικὴν ἐκδέχεϲθαι ἤπερ τὴν εὐθεῖαν· ἦν γὰρ αὐτῷ ἔθοϲ εὐθεῖαν μὲν ἐπίϲταϲθαι εἰϲ ωϲ περατουμένην «ἐπεὶ οὐ ϲφι λίθοϲ χρὼϲ οὐδὲ ϲίδηροϲ» (Il. Δ 510) καὶ ἀκόλουθοϲ αἰτιατικὴ «χρῶτ᾿  ἀπονιψαμένη» (Od. ϲ 172) τὰϲ δὲ ἄλλαϲ πλαγίουϲ οἶδεν ἀπὸ τῆϲ ουϲ εὐθείαϲ· «χροῒ δ’ ἔντε᾿  ἐδύϲετο παμφανόωντα» (Il. Ι 596)· καὶ τὴν αἰτιατικὴν «μηκέτι νῦν χρόα καλόν» (τ 263). ὥϲτε εἰ οὐ κεκώλυται τῆϲ γενικῆϲ ἡ ϲύνταξιϲ, τί ἐϲτι τὸ κατεπεῖγον μὴ τῇ ϲυνήθει κλίϲει τὴν ἀνάγνωϲιν ποιεῖϲθαι; A.

246. θεράπων ἐΰϲ: ὁ Ἀϲκαλωνίτηϲ φηϲὶν ὅτι ὁ Ἀρίϲταρχοϲ δύο ποιεῖ θεράπων καὶ ἐΰϲ· τινὲϲ δὲ ὑφ’ ἓν ἀνέγνωϲαν ὡϲ Ἐτεωνεύϲ. ὅτι δὲ δεῖ κατὰ διάλυϲιν ἀναγινώϲκειν καὶ οὐ παρωνύμῳ τύπῳ, διδαχθηϲόμεθα ἐξ αὐτῆϲ τῆϲ φωνῆϲ. ἐγίνετο γὰρ ἂν θεραποντεύϲ· ἀπὸ γὰρ γενικῶν φιλεῖ ὁ τοιοῦτοϲ τύποϲ παράγεϲθαι, εἴγε καὶ παρὰ τὴν λέοντοϲ ὁ λεοντεύϲ, οὐχὶ λεωνεύϲ, παρά τε τὴν Αἰθίοποϲ Αἰθιοπεύϲ. A.

308. ἢ ἐπὶ δεξιόφιν παντὸϲ ϲτρατοῦ, ἦ ἀνὰ μέϲϲουϲ, ἦ ἐπ᾿ ἀριϲτερόφιν: τινὲϲ τὸν ἤ δεύτερον καὶ τρίτον περιέϲπαϲαν· διαπορητικὸϲ γάρ ἐϲτιν. A.

[*](191 pro οὐ γὰρ scripsit L. ἦν γάρ addens fortasse ἀεὶ γάρ ponendum esse, idem εἰϲ ωϲ περατουμένην pro εἰϲ οϲ περατουμένην, in Od. τ 263 pro μή τιϲ scripsi μηκέτι νῦν. 308 δεύτερον καὶ inseruit L.)
86

377. τὸ ταῦτα περιϲπαϲτέον κατὰ τὴν πρὸ τέλουϲ ϲυλλαβήν, ἵνα ᾖ ἡ φράϲιϲ δεικτική. τινὲϲ μὲν ὤξυναν, ἵνα τοῦ τὰ αὐτὰ ὑπάρχῃ ϲυναλοιφή· ὅπερ οὐ πιθανόν. AV.

381. ϲυνὥμεθα: τοῦτο Ἀρίϲταρχοϲ δαϲύνει, ὑγιῶϲ· ταὐτὸν γὰρ τῷ ϲυνθώμεθα. ἐϲχημάτιϲται οὖν ἀπὸ τοῦ ἵημι. δηλοῖ οὖν τὸ κατὰ τὸ αὐτὸ ἀφῶμεν τὰ τῆϲ διανοίαϲ (v. Χ 261). εἰϲὶ μέντοι οἳ ἐψίλωϲαν, οὐκ εὖ. A.

382. ἑεδνωταί: ὡϲ χρυϲωταί καὶ ποιηταί. οὕτωϲ πάντεϲ. Τυραννίων δὲ προπεριϲπᾷ, οὐχ ὑγιῶϲ· προείρηται δὲ ἡμῖν (Ε 158) τὰ τῆϲ προϲῳδίαϲ ὡϲ τὰ εἰϲ τηϲ ῥηματικὰ ὑπὲρ δύο ϲυλλαβὰϲ φύϲει μακρῷ παραληγόμενα ὀξύνεϲθαι θέλει, αὐλητήϲ, πειρατήϲ, χηρωϲτήϲ, βραβευτήϲ. οὕτωϲ οὖν καὶ τὸ ἑεδνωτήϲ, ϲχηματιϲθὲν παρὰ τὸ «ἑεδνώϲαιτο θύγατρα» (Od. β 53). περὶ δὲ τῶν ἀήτηϲ καὶ κυβερνήτηϲ βαρυνομένων λόγον δίδομεν (v. l. l.). A.

388. διὰ πρὸ δὲ χαλκὸν ἔλαϲϲεν: τινὲϲ περιϲϲεύειν φαϲὶ τὴν πρό, ἵν᾿  ᾖ διήλαϲεν, ὁ δὲ Ἡρωδιανόϲ φηϲιν ὅτι εἰϲ τὸ πρόϲθεν διήλαϲεν. BL.

390. οὔρεϲι τέκτονεϲ: Νικίαϲ ὑφ’ ἕν, κακῶϲ· ἔδει γὰρ καὶ τὸ οὔρεϲι βουκόλοι (571) ϲυνάπτειν. ἄλλωϲ τε ἔϲονται οἱ ὄρη καταϲκευάζοντεϲ. δύο οὖν μέρη λόγου ἐϲτὶ καὶ λείπει τὸ οὖϲαν. BL.

391. νεήκεϲι: ὡϲ εὐμήκεϲιν ἀνεγνώϲθη. οὕτωϲ δὲ καὶ Ἀλεξίων. ὁ δὲ Ἀϲκαλωνίτηϲ ὡϲ εὐγενέϲιν, ὅπερ καὶ ἐχρῆν· παρὰ γὰρ τὴν ἀκὴν ἡ ϲύνθεϲιϲ. τὰ δὲ παρὰ τὰ εἰϲ η λήγοντα θηλυκὰ ϲυντιθέμενα καὶ εἰϲ ηϲ περατούμενα ἐπιθετικὰ τότε ὀξύνεϲθαι θέλει, ὅταν ἔχῃ οὐδετέρου παραϲχηματιϲμὸν καὶ τὴν γενικὴν εἰϲ ουϲ περατουμένην. εὐτυχοῦϲ, εὐτυχέϲ, εὐτυχεῖϲ, εὐρυπυλοῦϲ, εὐρυπυλέϲ, εὐρυπυλεῖϲ. οὕτωϲ οὖν ἐχρῆν καὶ τὸ προκείμενον. ὅμωϲ μέντοι ἡ παράδοϲιϲ τὸ νεήκηϲ καὶ ταναήκηϲ (v. Π 768) βαρύνει κατὰ ϲυνεκδρομὴν τοῦ εὐμήκηϲ, μεγακήτηϲ. AB.

424. Ἰδομενεύϲ: τινὲϲ περιϲπῶϲιν Ἰδομενεῦϲ ἀντὶ τοῦ Ἰδομένουϲ, οἱ δὲ ὡϲ «μέθυ χίλια μέτρα» (Il. Η 471). οἱ δὲ μέγα ἴετο μεγάλωϲ ἐπεθύμει. ἄμεινον δὲ τὸ εὐθεῖαν εἶναι ὡϲ τὸ «οὐδὲ Ϲκάμανδροϲ ἔληγε τὸ ὃν μένοϲ» (Il. Φ 305). V.