Περὶ Ἰλιακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

15. ἔνθ᾿ ἄῤ ὅγ᾿: τρεῖϲ παράλληλοι ὀξεῖαι, μία μὲν ἡ ἄρχουϲα, δευτέρα ἡ τοῦ ἄρα, τρίτη δὲ ἡ τοῦ ὅγε. A.

[*](337 pro μεϲάτῳ correxit μεϲϲάτῳ L.)
84

29. γηθοϲύνη: Ἡρόδικοϲ τὴν θοϲ ϲυλλαβὴν ὀξύνει, ἵνα ᾖ τὸ πλῆρεϲ γηθόϲυνα, εἶτα ἡ δὲ θάλαϲϲα· ὁ δὲ Ἀρίϲταρχοϲ γηθοϲύνη δὲ θάλαϲϲα, ἀντὶ τοῦ γηθόϲυνοϲ, χαίρουϲα. εἰϲὶ μέντοι οἳ ἀναγινώϲκουϲι γηθοϲύνῃ καὶ δοτικὴν πτῶϲιν ἐκδέχονται, ὥϲπερ καὶ Ἀριϲτοφάνηϲ, οἷϲ ἐγὼ ϲυγκατατίθεμαι, ἵν᾿ ᾖ τὸ ἀκόλουθον τοιοῦτον, τῇ χαρᾷ ἡ θάλαϲϲα διΐϲτατο, ἵνα καὶ ἔθει Ὁμηρικῷ δοτικὴ ἀντὶ γενικῆϲ παρειλημμένη ὑπάρχοι, ὑπὸ χαρᾶϲ ἡ θάλαϲϲα διΐϲτατο ὁμοίωϲ τῷ «ὃϲ δὴ γήραι κυφὸϲ ἔην» (Cod. ἔη) (Od. β 16). τί δέ ἐϲτι τὸ κινοῦν με ἐκθήϲομαι. ὁρῶ τὰ διὰ τοῦ ϲυνη θηλυκὰ μὴ κατὰ θηλειῶν ἐπιθετικῶϲ τιθέμενα, πραγμάτων δὲ ὄντα κατηγορικά. πρόδηλοϲ δὲ ἡ παρ’ αὐτῷ τῷ ποιητῇ χρῆϲιϲ· ἔϲτι γάρ τι κερδοϲύνη πρᾶγμα, οὐχὶ κερδοϲύνη γυνή· «ὡϲ φαμένη καὶ κερδοϲύνῃ ἡγεῖτο» (Il. Χ 247) «ἀρχὴν ξεινοϲύνηϲ» (Od. φ 35)· «πλαγκτοϲύνηϲ δ’ οὐκ ἔϲτι κακώτερον» (Od. ο 343)· «τὴν δ’ ᾔνηϲ᾿  ἥ οἱ πόρε μαχλοϲύνην» (Il.  Ω 30)· «δρηϲτοϲύνῃ δ’ οὐκ ἄν μοι» (Od. ο 321)· «ταρβοϲύνῃ, φὰν γάρ μιν» (Od. ϲ 342). εἴπερ οὖν ταῦτα πάντα εὑρέθη οὐκ ἐπιθετικῶϲ κατά τινοϲ θηλείαϲ, κατηγορικὰ δὲ πράγματοϲ, πῶϲ ἂν γένοιτο γηθοϲύνη θάλαϲϲα; οὐ γὰρ ἀγαθοφροϲύνη γυνή. ἄμεινον οὖν ἐπὶ πράγματοϲ παραλαμβάνειν καὶ δοτικὴν πτῶϲιν ἐκδέχεϲθαι. εἰκόϲ τινα φήϲειν ὑπὲρ Ἀριϲτάρχου καὶ τῶν ἄλλων ὡϲ ὅτι αὐτὸϲ ἤδη ὁ ποιητὴϲ ἀρϲενικῶϲ τοῦτο ἀπεφήνατο «γηθόϲυνοϲ δ᾿  οὔρῳ» (Od. ε 269)· οὕτωϲ ἀκόλουθον θηλυκὸν γένοιτ’ ἂν τὸ γηθοϲύνη. ὃν διδάξομεν ὡϲ ὅτι τὰ διὰ τοῦ ϲυνοϲ εἰ παράγοιτο ἐπιθετικῶϲ ἀρϲενικὰ ὑπάρχοντα μηκέτι ποιεῖ κατὰ τὸ πλεῖον θηλυκοῦ γένουϲ παραϲχηματιϲμόν. τὸ οὖν δικαιόϲυνοϲ Ζεὺϲ οὐκ ἔχει τὸ δικαιοϲύνη θηλυκὸν ἔτι ἐπιθετικῶϲ κατά τινοϲ θεοῦ ταϲϲόμενον. A.

52. τῇ δὲ δὴ αἰνότατον περιδείδια (περὶ δείδια) μήτι πάθωμεν: ἔφαμεν ὅτι ἡ περί οὐκ ἀναϲτρέφεται, ὅτε ϲημαντικὴ ὑπάρχει τοῦ περιϲϲῶϲ. A.

63. περιμήκεοϲ: ὡϲ Διομήδεοϲ. τὰ γὰρ εἰϲ ηϲ ϲύνθετα, παῤ οὐδέτερα γενόμενα τὰ εἰϲ οϲ, τῷ η παραληγόμενα βαρύνεϲθαι θέλει, ὥϲπερ ἔχει παρὰ τὸ κῆτοϲ τὸ μεγακήτηϲ, ἦθοϲ κακοήθηϲ. διὸ τὰ λαθικηδήϲ, οἰνοπληθήϲ ὀξυνόμενα παρὰ ῥήματά φαμεν ϲυντεθεῖϲθαι τὸ κήδω καὶ τὸ πλήθω. A.

71. Ἴχνια: τὸ ἴχνιον προπαροξυτονητέον, ὁμοιοτόνωϲ τῷ ἀράχνιον· οὐ γάρ ἐϲτιν ὑποκοριϲτικόν, ἀλλ’ ἀπὸ ῥήματοϲ ἐϲχημάτιϲται. ὅτι δὲ ὁ ποιητὴϲ οὐδὲ ὑποκοριϲτικοῖϲ χρῆται, ἐδηλώϲαμεν ἐν τῇ Α. A.

96. ἁμάϲ: ἡμετέραϲ. τὸ ἁμάϲ ἐκτείνεται κατὰ τὸ τέλοϲ, καίτοι Δώριον ἔχον τὴν πρὸ τέλουϲ ϲυλλαβήν, ἐπεὶ ἑνικῷ παράκειται τῷ διὰ τοῦ η λεγομένῳ, ἁμήν, ὅπερ ὁλόκληρον ἂν ἦν Δωρικόν, εἴπερ εἰϲ ᾱν κατέληγεν. A.

[*](N 29 in Od. ο 343 pro κακόν scripsi κακώτερον, in Od. ο 321 δρηϲτοϲύνῃ pro δρηϲτοϲύνη 71 in E. M. transiisse monet L. 96 L. citat Apoll. de pron. 142.)
85

102. φυζακινῇϲ: ὁμοίωϲ ἀναγνωϲτέον τῷ ἐαρινῇϲ. πῶϲ δ’ ἐϲχημάτιϲται, δεδήλωται ἐν τῷ περὶ παρωνύμων. A.

103. θώων. Ἀρίϲταρχοϲ βαρύνει τὸ θώων, καὶ ἐπείϲθη ἡ παράδοϲιϲ· ὁ δὲ Πάμφιλοϲ περιϲπᾷ, ἐπεὶ τὰ εἰϲ εϲ λήγοντα διϲύλλαβα ὀνόματα ἐπ’ εὐθείαϲ πληθυντικῆϲ ἔχει γενικὴν περιϲπωμένην. διὸ καὶ τὸ Τρώων καὶ δμώων καὶ παίδων ἀνεγίνωϲκε περιϲπῶν, ἔτι δὲ καὶ τὸ πάντων καὶ λάων καὶ τίνων, περὶ ὧν λόγον ἔδωκαν καὶ οἱ πρὸ ἡμῶν καὶ ἡμεῖϲ. A.

132. προπαροξυτονητέον τὸ ἱππόκομοι· ἡ γὰρ κόμη ἔγκειται, οὐ τὸ κομῶ· οὕτωϲ οὖν ἀναγνωϲτέον, ὡϲ κυπαριϲϲόκομοϲ, καλλίκομοϲ. τὰ δὲ ἀπὸ τῶν εἰϲ η ληγόντων θηλυκῶν ϲυντιθέμενα καὶ μεταβάλλοντα τὸ τέλοϲ εἰϲ τὴν οϲ κατάληξιν προπαροξύνεται, ἄφωνοϲ, ἄναυδοϲ· οὕτωϲ ἱππόκομοϲ. τότε μέντοι παροξυτονητέον τὸ ἱππόκομοϲ, ὅτε τὸ κομεῖν ἔγκειται· «Νεϲτορέαϲ μὲν ἔπειθ’ ἵππουϲ θεράποντε κομείτην» (Il. Θ 113). A.