Περὶ Ἰλιακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

295. εξήλατον: Ἀρίϲταρχόϲ φηϲιν ὡϲ δεῖ δαϲύνονταϲ προφέρεϲθαι. ϲημαίνει γὰρ κατὰ ἀριθμὸν ἐκ τοϲούτων ἐλαϲμάτων ϲυγκειμένην [*](193 in E. M. transiisse monet L. 201 post ἐτόλμηϲαν adiecit L. ὡϲ.) [*](286 οἴκων pro οἶκον in versu Hom. correxit L.)

83
αὐτήν. ὁ δὲ Ζηνόδοτοϲ, φηϲίν, ἔοικε ψιλῶϲ προφέρεϲθαι, ἐκδεχόμενοϲ τὴν ἐξηλαϲμένην, οὐκ εὖ. οὐκ ἀπιθάνωϲ δὲ ὁ Ἀρίϲταρχοϲ, εἴγε καὶ ἑπταβόειον ϲάκοϲ που λέγει καὶ ἐπὶ τῆϲ Ἀχιλλέωϲ ἀϲπίδοϲ «πέντε δ᾿ ἄῤ αὐτοῦ ἔϲαν ϲάκεοϲ πτύχεϲ» (Il. Ϲ 481) καὶ «ἐπεὶ πέντε πτύχαϲ ἤλαϲε κυλλοποδίων» (Il. γ 270). A.

297. τὸ περικυκλον ἄμεινον δύο ποιεῖν περί καὶ κύκλον, ἵνα ᾖ περὶ τὸν τῆϲ ἀϲπίδοϲ κύκλον. οὕτωϲ καὶ ὁ Ἀϲκαλωνίτηϲ. A.

337. γεγωνεῖν: ὁ Ἀϲκαλωνίτηϲ βαρύνει ὡϲ ἀνύειν, Ἀρίϲταρχοϲ δὲ περιϲπᾶ ὡϲ φιλεῖν, καὶ ἔοικε μᾶλλον περιϲπώμενον εἶναι παρὰ τῷ ποιητῇ· ὡϲ γὰρ ἐνόεον καὶ ἐφίλεον, οὕτωϲ καὶ ἐγεγώνεον ἔφη· «ἠμὲν ὅϲ᾿ ἐφραϲάμην καὶ Τηλεμάχῳ ἐγεγώνεον» (Od. ρ 161). ἀπαρέμφατόν τε προηνέγκατο τὸ γεγωνέμεν· «ἥ ῥ᾿ ἐν μεϲϲάτῳ ἔϲκε γεγωνέμεν» (Il. Θ 223). προϲέθηκα δὲ παρὰ τῷ ποιητῇ, ἐπεὶ οἱ μετ᾿ αὐτὸν καὶ ὡϲ βαρύτονον αὐτὸ ἔκλιναν καὶ ὡϲ περιϲπώμενον. A.

360. ζαχρηεῖϲ: περιϲπαϲτέον ὡϲ εὐγενεῖϲ. A.

379. Ϲαρπήδοντοϲ: τρίτη ἀπὸ τέλουϲ ἡ ὀξεῖα, ὡϲ Χαλκώδοντοϲ. οὐ γὰρ δύναται ἔτι φυλάϲϲεϲθαι ὁ τόνοϲ τῆϲ Ϲαρπηδόνοϲ γενικῆϲ διὰ τὸ μηδέποτε τὰ εἰϲ ων ὀνόματα ὀξύτονα ἐπιδέχεϲθαι τὴν διὰ τοῦ τ κλίϲιν. ἔνθεν γὰρ καὶ τὸ ἑκών μετοχή. A.

391. ἀθρήϲειε: ψιλωτέον. πᾶν γὰρ φωνῆεν πρὸ δαϲέοϲ καὶ τοῦ ρ ψιλοῦται, ἴθριϲ, Ὄθρυϲ, ἄχριϲ, ἀφρόϲ, ὄφρα, ὑπεϲταλμένου τοῦ ἅθρουϲ πρὸϲ διάφορον ϲημαινόμενον. πρόδηλον δὲ κἀκ τῆϲ ϲυναλοιφῆϲ ὅτι ψιλοῦται «ἡ δ᾿ οὔτ᾿ ἀθρῆϲαι δύνατο» (Od. τ 478). A.

430. πάντῃ δή: ὁ μὲν Ἀρίϲταρχοϲ τὸν δή ϲύνδεϲμον παρέλαβεν Τυραννίων δὲ ἐκδέχεται τὸ ᾖ ἐπίρρημα τοπικόν, ἵνα δύο μέρη λόγου ὑπάρχῃ, δέ καὶ ᾗ, καὶ προϲτίθηϲι τὸ ῑ καὶ δαϲύνει ὁμοίωϲ τῷ «ᾗ ῥ᾿ ὅ γ᾿ ὁ λυϲϲώδηϲ» (Ιl. N 53) οὐκ ἀναγκαῖον δέ ἤδη γὰρ πρόκειται τὸ πάντῃ τοπικόν. A.

462. λᾶοϲ. προπεριϲπαϲτέον ὡϲ κλῆροϲ· ἀπὸ γὰρ εὐθείαϲ πέπτωκε διϲυλλάβου κατὰ τὴν τοῦ ποιητοῦ χρῆϲιν. καὶ ὤφειλε τριϲυλλαβεῖν ἡ γενική, ϲυναλοιφὴν δὲ λαβοῦϲα βαρύνεται. τὴν δὲ πρόθεϲιν Τυραννίων ἀναϲτρέφει, ἵνα τὸ ἑξῆϲ ὑπάρχῃ ὕπο λίθου ῥιπῆϲ. οὐκ ἀναγκαῖον δέ τί γὰρ κωλύει φυλάϲϲεϲθαι τὸν τόνον τῆϲ προθέϲεωϲ καὶ εἶναι ὑπὸ ῥιπῆϲ λίθου. A.

471. τὸ μὲν ὅμαδοϲ δαϲυντέον· ἔχει γὰρ τὸ ὁμοῦ ἐγκείμενον. τὸ δὲ ἀλίαϲτοϲ ψιλωτέον· ἔϲτι γὰρ ϲτέρηϲιϲ ἀπὸ τοῦ λιαϲτόϲ, ὅπερ πέπτωκεν ἀπὸ τοῦ λιάζω· «ἡγεῖτ᾿, ἀμφὶ δ᾿ ἄρα ϲφι λιάζετο κῦμα» (Il. Ω 96). A.