Περὶ Ἰλιακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

441. ἆ δεῖλ᾿: ἐπεὶ μετὰ τὰϲ προϲαγορευτικὰϲ ἀνάγκη ϲτίζειν, ὡϲ καὶ ἡ ϲυνήθεια μαρτυρεῖ ϲτίζουϲα μετὰ τὴν δευτέραν λέξιν, οὐκ ἔϲτι δὲ πλήρηϲ ἀλλὰ ϲυνήλειπται, οὕτωϲ δὲ ἡμῶν ἀναγινωϲκόντων πεπονθυῖαν τὴν λέξιν βαρβαριϲμὸϲ γίνεται, εἴτε ὀξύνοιμεν εἴτε περιϲπάϲοιμεν (sic), ἀναγκαίωϲ ἐκ πλήρουϲ γράφειν τὴν λέξιν, ἆ δειλέ, δεῖ, ἵνα καὶ ἡ ϲτιγμὴ καὶ ὁ τόνοϲ ἀναλόγωϲ καὶ Ἑλληνικῶϲ ἔχῃ. οὕτωϲ δὲ καὶ. Ἀρίϲταρχοϲ ἔγραψεν ἐκ πλήρουϲ, ὡϲ Δίδυμοϲ μαρτυρεῖ τὸ μὲν γὰρ μέτρον οὐκ ἄν δόξαι βλάπτεϲθαι τοῦ ϲτοιχείου προϲτεθέντοϲ, ἐπεὶ ὅταν δέῃ ὑγιὲϲ αὐτὸ παριϲτάναι, πάλιν ἀφαιρεθήϲεται, ὡϲ «βουκόλε ἐπεὶ οὔτε κακῷ» (Od. υ 227) οὐ μέμνῃ ὅτε τ᾿  ἐκρέμω» (Il. 0 18). οὕτωϲ δὲ καὶ ἐν τοῖϲ ἑξῆϲ «ἆ δειλέ, οὐ μὲν ϲοί γε» (452). A.

446. φύγαδε ὡϲ οἴκαδε. ἰϲοδυναμεῖ δὲ τῷ εἰϲ φυγήν, οὐ μὴν ἐν τῷ «τοὺϲ ἕλεν, οἱ δ᾿ ἄλλοι φύγαδε μνώοντο» (Il. 697). ἀντὶ γὰρ αἰτιατικῆϲ οὐ μετὰ τῆϲ εἰϲ, διὸ καί τινεϲ ὑπέλαβον μὴ καὶ δύο μέρη λόγου εἰϲίν. οὕτωϲ Ἡρωδιανὸϲ ἐν τῇ καθόλου. A.

454. ὠμηϲταί: Ἀρίϲταρχοϲ ὡϲ ἀθληταί, Τυραννίων δὲ ὡϲ κομῆται, ϲύνθετον ἐκδεχόμενοϲ τὴν λέξιν. ἄμεινον δὲ λέγειν ὡϲ ὅτι τὰ εἰϲ ϲτῆϲ λήγοντα, τῷ η παραληγόμενα, ἔχοντα πρὸ τοῦ τ τὸ ϲ, ὑπὲρ δύο ϲυλλαβὰϲ ὄντα ὀξύνεται, ἑρπηϲτήϲ, ὀρχηϲτήϲ. οὕτωϲ οὖν καὶ ὠμηϲτήϲ. A.

ἐρύουϲιν: προπαροξύνεται· ἐνήλλακται γὰρ ὁ ἐνεϲτὼϲ χρόνοϲ ἀντὶ μέλλοντοϲ. οὕτωϲ καὶ Ἀρίϲταρχοϲ. ὁ δὲ Ἀλεξίων περιϲπᾷ, οὐκ εὖ, ἐπεί, φηϲίν, ἐν τῷ ἑξῆϲ ϲτίχῳ ὁ μέλλων παρελήφθη περιϲπώμενοϲ· «αὐτὰρ ἐπεί κε θάνω, κτεριοῦϲί με δῖοι Ἀχαιοί». ἔλαθε δὲ τὸν ἄνδρα ἡ τοιαύτη ὕφεϲιϲ τοῦ ϲ Ἀττικὴ οὖϲα καὶ περιϲπῶϲα τοὺϲ μέλλονταϲ διά τι αἴτιον, εἰ παραλήγοιτο τῷ ῑ ϲυνεϲταλμένῳ, ὅπερ καὶ ἐπὶ τοῦ «τόνδε δ᾿ ἐγὼ κομιῶ» (Od. o 546). τὸ μέντοι ἐρύω οὐ δύναται ἔχεϲθαι ταύτηϲ τῆϲ φύϲεωϲ, ἀλλ᾿ ἐϲτὶν ἐνεϲτὼϲ ἀντὶ μέλλοντοϲ. A.

[*](441 pro ἢ οὐ in versu Hom. L. scripsit ἦ οὐ. L. confert Λ 160 et adnotat grammaticos ipsos citantes plene scribere ϲτεγαϲτῆρα Mon. 16, ὀνηϲόμεθα Mon. 40. 446 ἐν post οὐ μὴν inseruit L. 454 ἐκδεχόμενοϲ pro ἐκδεχόμενοι scr. L. adnotatque multo explicatiorem notam fuisse, ut Herod. ipse significet ad X 67.)
77

461. αὖε: ψιλῶϲ· τέτακται γὰρ ἐπὶ τοῦ φωνεῖν. ὅταν δὲ ἐπὶ τοῦ ξηραίνειν ἢ ἅπτειν, τότε δαϲυντέον ἔϲτι γὰρ ϲύνθετον. A.

480. λῖν: περιϲπαϲτέον κατὰ νόμον τῶν μονοϲυλλάβων αἰτιατικῶν· πᾶϲα γὰρ αἰτιατικὴ μονοϲύλλαβοϲ εἰϲ ν λήγουϲα περιϲπᾶται, ἀπέϲτραπται δὲ τὸν ὀξὺν τόνον, μῦν, μνᾶν, ϲῦν, ὗν. ταύτῃ καὶ ἡ κλεῖδα αἰτιατικὴ γενομένη κλεῖν περιϲπᾶται τῆϲ εὐθείαϲ ὀξυνομένηϲ. ταῦτα Ἡρωδιανὸϲ ἐν τῷ πεντεκαιδεκάτῳ τῆϲ καθόλου. A.

495. ἀφυϲγετόν: Ἀρίϲταρχοϲ ὀξύνει ὁμοίωϲ τῷ ὑετόν, ὁ δὲ Τυραννίων βαρύνει ὁμοίωϲ τῷ ἀτρύγετον. ἔϲτι δὲ ἐκεῖνο ὑπὲρ τοῦ Ἀριϲτάρχου λέγειν ὅτι τὰ ὑπὲρ τρεῖϲ ϲυλλαβάϲ, διὰ τοῦ ἐτοϲ ἐκφερόμένα, μὴ ἔχοντα παραϲχηματιϲμὸν θηλυκοῦ, ἐπιθετικῶϲ μὲν λαμβανόμενα τρίτην ἀπὸ τέλουϲ θέλει ἔχειν τὴν ὀξεῖαν, ὥϲπερ ἔχει ὁ ἀμαιμάκετοϲ, περιμήκετοϲ· τὸ δὲ λαιλαπετόϲ μὴ ὂν ἐπιθετικὸν ὠξύνθη καὶ τὸ Ἰαπετόϲ ἐπὶ κυρίου. εἴπερ οὖν καὶ τὸ ἀφυϲγετόϲ οὐκ ἔϲτιν ἐπιθετικόν, ὑγιῶϲ ὀξυτονηθήϲεται κατὰ τὸν Ἀρίϲταρχον. ἢ εἴπερ αὐτὸ βαρύνομεν, δώϲομεν αὐτὸ καὶ ἐπικεῖϲθαί τινι. A.

503. νεῶν δ᾿ ἀλάπαξε φάλαγγαϲ οἱ μὲν πλείουϲ ἀνέγνωϲαν νέων ὡϲ ξένων, ἵνα τῆϲ οἱ νέοι εὐθείαϲ γενικὴ ὑπάρχοι. ὁ μέντοι Ἀρίϲταρχοϲ καὶ Ἀλεξίων καὶ ὁ Ἀϲκαλωνίτηϲ περιέϲπαϲαν, ἵνα ἀπὸ τοῦ «τῶν νέεϲ ὠκεῖαι» (Od. η 36) ᾖ, ἐπεί, φηϲί, νοῦν οὐκ ἔχει τὸ βαρυνόμενον, τὸ μέντοι περιϲπώμενον, τοιαύτηϲ ὑπαρχούϲηϲ τῆϲ διανοίαϲ, τὰϲ πρὸ τῶν νεῶν τάξειϲ. A.

551. κρειῶν: περιϲπαϲτέον· ἡ γὰρ κρεῶν γενικὴ ἐπλεόναϲε τῷ ῑ, ἥτιϲ περιϲπᾶται διὰ τὸ ἔχειν ἐντελεϲτέραν τὴν κρεάων. A.

610. ὀξύνεται τὸ ἀνεκτόϲ· προείρηται δέ (v. ad Θ 355). A.

627. ἥ ϲφωϊν: ἐγκλιτικῶϲ ἀναγνωϲτέον, ἵνα δηλωθῇ τρίτον πρόϲωπον. A.

635. δύω δ᾿ ὑπὸ πυθμένεϲ ἦϲαν: Ἀρίϲταρχοϲ τὴν ὑπὸ ϲυντάϲϲει τῷ ἦϲαν, καί φηϲιν ὑπῆϲαν οἱ πυθμένεϲ. οὕτωϲ καὶ Ἀλεξίων. A.

636. ἄλλοϲ: ὁ Ἀϲκαλωνίτηϲ ψιλοῖ καί φηϲιν ὅτι ἐπὶ τοῦ γέροντοϲ κεῖται· ἄλλοϲ μὲν γὰρ ἄν τιϲ αὐτὸ μόγιϲ ἐκίνηϲε γέρων, Νέϲτωρ δ᾿ ὁ γέρων ἀμογητὶ ἄειρεν. πολὺ πρότερον δὲ οὕτωϲ καὶ Ἀλρίϲταρχοϲ. τινὲϲ δὲ βούλονται δαϲύνειν τὸ α καὶ ἐκτείνειν, ἵν᾿ ᾖ ὁ ἄλλοϲ μὲν μογέων, τουτέϲτιν ὁ Μαχάων. ἡμεῖϲ δὲ ἐκεῖνο παραφυλάξαι ἔχομεν, ὡϲ ὅτι παρὰ τῷ ποιητῇ οὐ δύναται ἡ τοιαύτη κρᾶϲιϲ εἶναι· εἰ γὰρ καὶ κρᾶϲιν ἠβούλοντο παραλαμβάνειν, ἐχρῆν εἰϲ τὸ ω, ὁμοίωϲ τῷ «οἴχετ᾿ ἀνὴρ ὤριϲτοϲ» (288). εἰϲὶ δὲ ο διέϲτειλαν ἀλλ᾿  ὅϲ, τὸ ὅϲ δαϲύνοντεϲ, [*](461 Lehrsius post ϲύνθετον addit τὸ ἀφαύω probabiliter, sed quum cogitari. etiam possit Herodianum αὕω sic ortum putasse, ut Lob. Rhem. p. 11 not. suspi catur et traditum est in An. Ox. Il 332, 17 τὸ αὕω γίνεται παρὰ τὸ ὕω μετὰ. τοῦ ϲτερητικοῦ αὕω spiritu simplicis ὕω in ᾱ transgrediente ut in ἁραιόϲ — locum intactum reliqui. 636 L. pro Νέϲτοροϲ collat. Schol. BL. scripsit γέροντοϲ et post ἐκίνηϲε addidit γέρων.)

78
ἀλλ᾿ ὃϲ μὲν μογέων, ἵνα τὸ αὐτὸ ὑπάρχῃ νοητόν· ἐπὶ γὰρ τοῦ Μαχάονοϲ πάλιν βούλονται τὴν διαϲτολὸν λμβάνειν· ἡμεῖϲ δὲ ϲυγκατατιθέμεθα τῷ Ἀριϲτάρχῳ ψιλοῦντι, ἐπεὶ βούλεται ὁ ποιητὴϲ καὶ διὰ τούτου τὸ εὔρωϲτον τοῦ γέροντοϲ παριϲτόνειν. A.

641. τὸ κυκειῶ περιϲπαϲτέον· τοῦ γὰρ κυκεῶνά ἐϲτιν ἀπεκοπὴ καὶ ἐπλεόναϲε τὸ ῑ. A.

652. πάλιν ἄγγελοϲ εἶμ᾿ Ἀχιλῆϊ κατ᾿ ἰδίαν τὸ πάλιν. οὕτωϲ Ἀρίϲταρχοϲ καὶ Ἀλεξίων καὶ ὁ Ἀϲκαλωτηϲ· οὕτωϲ δὲ ἔχει καὶ τὰ τῆϲ ἀναγνώϲεωϲ. πρὸϲ γὰρ τὸ ῥῆμα ἡ ϲύνταξιϲ ἐγένετο, πάλιν εἶμ᾿ ἄγχελοϲ. A.

659. οὐτάμενοι: Ἀρίϲταρχοϲ ὡϲ ἱϲτάμενοι καὶ κιχρέμενοι. Πάμφιλοϲ δὲ ὡϲ δεδαρμένοι, ἐπεὶ καὶ τὸ βεβλημένοι ϲυντελικόν. καὶ δοκεῖ τὸ τοιοῦτον ἀπὸ ἑνικοῦ ἀριθμοῦ πολὺ πρότερον τεθεωρῆϲθαι παῤ αὐτῷ. φηϲὶ γὰρ «οὔτ᾿  ἂρ βεβλημένοϲ ὀξέϊ χαλκῷ οὔτ᾿ αὐτοϲχεδίην οὐταϲμένοϲ (Od. λ 536) ϲυντελικῇ τὰρ μετοχῇ ϲυτελικὴν ἐπήνεγκεν. οὕτωϲ οὖν καὶ ἐπὶ τῶν πληθυντικῶν ἀναγινώϲκειν ἔδοι, εἰ μὴ ἄρα κεῖνό τιϲ ὑπὲρ τοῦ Ἀριϲττάρχου λέγοι, ὅττι οὐκ ἐνεϲιτῶτα ἐκδεχόμενοϲ οὕτωϲ ἀνεπόνωϲκεν, ἀλλὰ πορακείμενον πεπονθότα. ἔχει δὲ οὕτωϲ. παρὰ τὸ οὐτῶ περιϲπώμενον ἐκπίπτε παραγωγὸν εἰϲ μι λῆγον τὸ οὔτημι, ἀφ᾿ οὗ ἀπαρέμφατον τὸ οὐτάναι καὶ οὐτάμεναι. ἀπὸ δὴ τοῦ οὔτημι. γίνεται παθητικὴ μετοχὴ οὐτάμενοϲ καὶ οὐτάμενοι ὡϲ κιχράμενοι. ἀλλ᾿ οὔ φαμεν ταύτην εἶναι ἐν τῇ νῦν ϲυντάξει, ἀλλ᾿ ἕτερόν τι αὐαῷ. ϲύνηθεϲ ῥῆμα εἶνοι, τὸ οὐτάζω, ὅθεν καὶ οὔταϲεν ὁ ἀόριϲτοϲ· οὐ γὰρ δὴ ϲυϲτολὴ τοῦ οὔτηϲεν, ὡϲ πρόδηλον κἀκ τοῦ ἀπαρεμφάτου «οὐτάϲαι οὐδὲ βαλεῖν» (Il. Ξ 424) καὶ ἐκ τοῦ «οὔταϲται δ᾿ Ὀδυϲεύϲ (661). τούτῳ δὴ τῷ οὔταϲται παρέθηκε μετοχὴν τίν οὐταϲμέανοϲ «οὔτ᾿ αὐτοϲχεδίην οὐταϲμένοϲ» (Od. λ 536), ἥτιϲ κατ᾿ ἔλλειψιν τοῦ ϲ γίνειται οὐτάμενοϲ. προπαρωξύνθη δὲ ὑπὸ τοῦ Ἀριϲτάρχου διὰ τὸν χαρακτῆρα, ἐπεὶ α τοιαῦτα μετοχαὶ προπαρωξύνοντο, ἱϲτάμενοϲ, κιχράμενοϲ· ὁ γὰρ ἀνὴρ τῷ χαρακτῆρι μᾶλλον τοὺϲ τόνουϲ προϲνέμει. ἄλλωϲ τε καὶ ἡ γινομένη τοῦ ϲ ὕφεϲιϲ καὶ ἀναδρομὴν ἐργάζεται τόνου. A.

677. Ἀρίϲταρχοϲ ληΐδα ὡϲ Χαλκίδα, Μενεκράτηϲ ὡϲ Ἤλιδα. ἔϲτι δὲ οὕτωϲ ὁρίϲαϲθαι περὶ τῆϲ προϲῳδίαϲ, ὡϲ πάντα τὰ εἰϲ ιϲ λήγοντα καθαρόν, μόνωϲ θηλυκά, ὀξύνεϲθαι θέλει, οἷον Κιρφηΐϲ, Βριϲηΐϲ, Θαΐϲ, Λαΐϲ. ὁ δὲ λόγοϲ ἐπὶ Ἑλληνικῶν ὀνομάτων, μή τιϲ τὸ Ξόϊϲ καὶ Ϲάϊϲ Αἰγύπτια ὄντα καὶ παῤ Ἡροδότῳ (sic Ξ 387) λεχθέντα παράθηται. περὶ μετίοι τοῦ δαΐϲ ὀξυνομένου, τετολμημένου δὲ καὶ βαρύνεϲθαι ἐπὶ [*](641 κυκεῶνα pro κυκειῶνα scr. L. 659 pro φηϲὶ γὰρ «οὔτ᾿ αὐτοϲχεδίην οὐταϲμένοϲ ὀξέϊ χαλκῷ» scripsit Lehrsius φηϲὶ γὰρ «οὔτ᾿ ἂρ βεβλημένοϲ — οὐταϲμένοϲ». — ἐν τῇ νῦν ϲυντάξει, quod Lehrsius suspicatus erat, perspicuitatis causa scripsi pro ἐν τῇ ϲυντάξει. Ὀδυϲεύϲ pro Ὀδυϲϲεύϲ idem correxit.) [*](677 Κιρφηΐϲ pro Κριφηΐϲ cum Lob. Parall. p. 197 et παῤ Ἡροδότῳ pro παρὰ Ζηνοδότῳ cum Bekk. ex Ξ 387 scripsit L. monens Herodianum memoria falli dicentem Ξόϊϲ esse ap. Herodotum.)

79
ἑτέρου ϲημαινομένου, εἰρήϲεται ἡμῖν ἀλλαχόθι (Ξ 387). τὸ δὲ Κραταιιϲ δοκεῖ ἐπὶ τοῦ κυρίου βεβαρυτονῆϲιαι διὰ. τὴν αἰτιατικὴν «βωϲτρεῖν δὲ Κράταιιν» (Od. μ 124) τάχα δὲ καὶ τοῦτο πρὸϲ ἀντιδιαϲτολήν. A.

719. ὀφείλει τὸ τί ὀξύνεϲθαι διὰ τὴν μέ ἀντωνυμίαν νῦν ἐγκλιτικὴν οὖϲαν. A.

720. 21. ἀλλὰ καὶ ὧϲ ἱππεῦϲι μετέπρεπον ἡμετέροιϲιν καὶ πεζὸϲ περ᾿ ἐών· ἐπεὶ ὥϲ ἄγε νεἰκοϲ Ἀθήν τὸ ρὲν πρότερον ὡϲ περιϲπωμένωϲ, τὸ δὲ ἕτερον κατ᾿ ἔγκλιϲιν, ἐπειδήπερ τὸ μεταφραϲτικὸν αὐτοῦ ἐϲτιν, οὕτωϲ ἦγε τὸ νεῖκοϲ ἡ Ἀθηνπα. A.

754. ὁ Ἀϲκαλωνίτηϲ δι᾿ ἀϲιδέοϲ, ἐπεὶ ἐπιφέρει «ἀνά τ᾿ ἔντεα καλὰ λέγοντεϲ», τοιοῦτό τι λέγων τοῦ πολλὰϲ ἔχοντοϲ ἀϲπίδαϲ. δὲ Ἀλεξίων κα ἀμφότερα κρίνει, καὶ ἀϲτιδέοϲ καὶ ϲπιδέοϲ. ὅ τε· Ἀρίϲταρχοϲ ἐκεῖνο ἀποφαίνεται, ὡϲ ὅτι τινεϲ μὲν ἀπὸ τοῦ ποιοὐνται· πὴν διαϲτολήν ἵν᾿ ᾖ ἀϲπιδέοϲ, ὡϲ εἰκαϲτικώτερον τοῦ ποιητοῦ ἀϲπιδὲϲ τὸ πεδίον εἰρηκότοϲ τῷ τὰ μακρὰ τῶν πεδίων καὶ εὐρέα περϊφερῆ· φαἱνεϲθαι, μηδενὸϲ ἄλλου ὁρωμένου τέρματοϲ ἀλλὰ το ὁρίζοντοϲ ἀέροϲ. ἄλλοι δὲ ἐκδέχονται ἀϲπιδέοϲ τοῦ ἔχοντοϲ πολλὰϲ ἀϲπίδαϲ, καθότι ἐπιφέρει «ἀνά τ᾿ ἔντεα καλὰ λέγοντεϲ». οι δέ φαϲιν ἐκ πλήρουϲ ϲπιδέοϲ καὶ ἀποδιδόαϲι πολλοῦ καὶ μακροῦ. καὶ γὰρ Αἰϲχύλοϲ πολλάκιϲ τὴν λέξιν οὕτωϲ ἔχουϲα τίθηϲιν, ὅταν λέγῃ «ϲπίδιον μῆκοϲ ὁδοῦ» καὶ ὁ Ἀντίμαχοϲ «οὐδὲ ϲπιδόθεν προνοῆϲαι» τοῦτέϲτι μακρόθεν. καὶ ταῦτα μὲν ὁ Ἀρίϲταρχοϲ. Κράτηϲ δὲ προκρίνει διὰ τοῦ α γραφήν· καὶ Ζηνόδοτοϲ δὲ ϲυναινεῖ τῇ δίχα τοῦ α γραφῇ, καί φηϲι ϲπιδέοϲ τοῦ ἀπόρου καὶ τροχέοϲ· καὶ μεγάλου. καὶ Ἀμερίαϲ δὲ λέγει ϲπιδέοϲ τοῦ πολλοῦ καὶ εὐρέοϲ καὶ μεγάλου. κἀγὠ δὲ ϲυγκατατίθεμαι τοῖϲ ἀνδράϲιν· ὁρῶ γὰρ πολλὴν τὴν τοιαύτην χρῆϲιν παρὰ τοῖϲ ἀρχαίοιϲ. A.

799. ἴϲκοντεϲ: Ἀρίϲταρχοϲ ἀξιοῖ διὰ τῆϲ ει διφθόγγου γράφειν, ἐπεὶ ἐν ἑτέροιϲ, φηϲί, τὸ κατὰ διαίρεϲιν αὐτοῦ ὁρᾶται, εἴϲκω λεγόμενον·. «ἐΐϲκω πηγεϲιμάλλῳ᾿» (Il. Γ 197). οἱ δὲ περὶ τὸν Ἀλεξίωνα διὰ τοῦ ῑ μόνου ϲυνεϲταλμένου. κἀγὼ δὲ τούτοιϲ ϲυγκατάτίθεμαι τὸ μὴ δύναϲθαι τὰ τοιαῦτα τῶν ῥγμάτων, λέγω δὲ τὰ διὰ τοῦ ϲκω, ἔχειν πρὸ τέλουϲ δίφθογγον ἐκφωνουμένην, ὅτι μὴ τὴν διὰ τοῦ μ, πιφαύϲκω. ὁ δὲ λόγοϲ παραιτεῖται τὴν Αἰολίδα διάλεκτον διὰ τὸ μιμναίϲκω καὶ θναίϲκω. ὥϲτε ὅτε λέγει ἐΐϲκω κατὰ διαίρεϲιν, ὑγιῶϲ πάνυ ὰποφαίνεται, εἴγε παρὰ τὸ ἔδω ἐξέπιπτε μέλλων ὁ εἴϲω, ὅϲ ὤφειλεν ἐπενθέϲει τοῦ κ ποιῆϲαι τὸ εἴϲκω, ὡϲ μεθύϲω μεθύϲκω, δράϲω δράϲκω. ἀλλ᾿ ἐπε ἀνέφικτον ἦν χωρῆϲα τὴν τοιαύτην δίφθογγον πρὸ τῆϲ ϲκω παραγωγῆϲ, διαιρέϲει ἐχρήϲατο· ὅπου δὲ οὐ παραδέχεται αὖ τὸ τῆϲ διαιρεϲεωϲ ἐκε ἐκβάλλει τὸ ε. A.

[*](754 transiit adnotamentum mutilatum in E. M, 271, 8. 799 pro χωρίϲαι. scripsit L. χωρῆϲαι et οὐ παραδέχεται αὖ τὸ τῆϲ διαιρέϲεωϲ pro οὐ παραδέχεται αὐτὸ ἡ διαίρεϲιϲ. re conferri iubet Π 41 Choer. Orth. Cr. II p. 268, E. M. 272, 13.)