Περὶ Ἰλιακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

413. ψιλωτέον τὸ ἔλϲαν, ὅτι Αἰολικωτέρα ἡ κλίϲιϲ. A.

ϲφίϲι. ὀρθοτονητέον· εἰϲ ϲύνθετον γὰρ ἡ μετάληψιϲ καὶ κατέχεται ὑπὸ τῆϲ προθέϲεωϲ. A.

432. τοιώδ᾿ ἄνδρε κατακτείναϲ: ἔφαμεν τὴν διὰ τοῦ δε ἐπέκταϲιν προπεριϲπᾶϲθαι, εἰ ἔχοι πρὸ τέλουϲ φύϲει μακράν· διὸ ϲημειούμεθα τὸ τώδε δ᾿ ἐνόει (l. δὲ νῶϊ, Θ 109, ubi vid.) παροξυνόμενον. A.

441. ἆ δεῖλ᾿: ἐπεὶ μετὰ τὰϲ προϲαγορευτικὰϲ ἀνάγκη ϲτίζειν, ὡϲ καὶ ἡ ϲυνήθεια μαρτυρεῖ ϲτίζουϲα μετὰ τὴν δευτέραν λέξιν, οὐκ ἔϲτι δὲ πλήρηϲ ἀλλὰ ϲυνήλειπται, οὕτωϲ δὲ ἡμῶν ἀναγινωϲκόντων πεπονθυῖαν τὴν λέξιν βαρβαριϲμὸϲ γίνεται, εἴτε ὀξύνοιμεν εἴτε περιϲπάϲοιμεν (sic), ἀναγκαίωϲ ἐκ πλήρουϲ γράφειν τὴν λέξιν, ἆ δειλέ, δεῖ, ἵνα καὶ ἡ ϲτιγμὴ καὶ ὁ τόνοϲ ἀναλόγωϲ καὶ Ἑλληνικῶϲ ἔχῃ. οὕτωϲ δὲ καὶ. Ἀρίϲταρχοϲ ἔγραψεν ἐκ πλήρουϲ, ὡϲ Δίδυμοϲ μαρτυρεῖ τὸ μὲν γὰρ μέτρον οὐκ ἄν δόξαι βλάπτεϲθαι τοῦ ϲτοιχείου προϲτεθέντοϲ, ἐπεὶ ὅταν δέῃ ὑγιὲϲ αὐτὸ παριϲτάναι, πάλιν ἀφαιρεθήϲεται, ὡϲ «βουκόλε ἐπεὶ οὔτε κακῷ» (Od. υ 227) οὐ μέμνῃ ὅτε τ᾿  ἐκρέμω» (Il. 0 18). οὕτωϲ δὲ καὶ ἐν τοῖϲ ἑξῆϲ «ἆ δειλέ, οὐ μὲν ϲοί γε» (452). A.

446. φύγαδε ὡϲ οἴκαδε. ἰϲοδυναμεῖ δὲ τῷ εἰϲ φυγήν, οὐ μὴν ἐν τῷ «τοὺϲ ἕλεν, οἱ δ᾿ ἄλλοι φύγαδε μνώοντο» (Il. 697). ἀντὶ γὰρ αἰτιατικῆϲ οὐ μετὰ τῆϲ εἰϲ, διὸ καί τινεϲ ὑπέλαβον μὴ καὶ δύο μέρη λόγου εἰϲίν. οὕτωϲ Ἡρωδιανὸϲ ἐν τῇ καθόλου. A.

454. ὠμηϲταί: Ἀρίϲταρχοϲ ὡϲ ἀθληταί, Τυραννίων δὲ ὡϲ κομῆται, ϲύνθετον ἐκδεχόμενοϲ τὴν λέξιν. ἄμεινον δὲ λέγειν ὡϲ ὅτι τὰ εἰϲ ϲτῆϲ λήγοντα, τῷ η παραληγόμενα, ἔχοντα πρὸ τοῦ τ τὸ ϲ, ὑπὲρ δύο ϲυλλαβὰϲ ὄντα ὀξύνεται, ἑρπηϲτήϲ, ὀρχηϲτήϲ. οὕτωϲ οὖν καὶ ὠμηϲτήϲ. A.

ἐρύουϲιν: προπαροξύνεται· ἐνήλλακται γὰρ ὁ ἐνεϲτὼϲ χρόνοϲ ἀντὶ μέλλοντοϲ. οὕτωϲ καὶ Ἀρίϲταρχοϲ. ὁ δὲ Ἀλεξίων περιϲπᾷ, οὐκ εὖ, ἐπεί, φηϲίν, ἐν τῷ ἑξῆϲ ϲτίχῳ ὁ μέλλων παρελήφθη περιϲπώμενοϲ· «αὐτὰρ ἐπεί κε θάνω, κτεριοῦϲί με δῖοι Ἀχαιοί». ἔλαθε δὲ τὸν ἄνδρα ἡ τοιαύτη ὕφεϲιϲ τοῦ ϲ Ἀττικὴ οὖϲα καὶ περιϲπῶϲα τοὺϲ μέλλονταϲ διά τι αἴτιον, εἰ παραλήγοιτο τῷ ῑ ϲυνεϲταλμένῳ, ὅπερ καὶ ἐπὶ τοῦ «τόνδε δ᾿ ἐγὼ κομιῶ» (Od. o 546). τὸ μέντοι ἐρύω οὐ δύναται ἔχεϲθαι ταύτηϲ τῆϲ φύϲεωϲ, ἀλλ᾿ ἐϲτὶν ἐνεϲτὼϲ ἀντὶ μέλλοντοϲ. A.

[*](441 pro ἢ οὐ in versu Hom. L. scripsit ἦ οὐ. L. confert Λ 160 et adnotat grammaticos ipsos citantes plene scribere ϲτεγαϲτῆρα Mon. 16, ὀνηϲόμεθα Mon. 40. 446 ἐν post οὐ μὴν inseruit L. 454 ἐκδεχόμενοϲ pro ἐκδεχόμενοι scr. L. adnotatque multo explicatiorem notam fuisse, ut Herod. ipse significet ad X 67.)
77

461. αὖε: ψιλῶϲ· τέτακται γὰρ ἐπὶ τοῦ φωνεῖν. ὅταν δὲ ἐπὶ τοῦ ξηραίνειν ἢ ἅπτειν, τότε δαϲυντέον ἔϲτι γὰρ ϲύνθετον. A.

480. λῖν: περιϲπαϲτέον κατὰ νόμον τῶν μονοϲυλλάβων αἰτιατικῶν· πᾶϲα γὰρ αἰτιατικὴ μονοϲύλλαβοϲ εἰϲ ν λήγουϲα περιϲπᾶται, ἀπέϲτραπται δὲ τὸν ὀξὺν τόνον, μῦν, μνᾶν, ϲῦν, ὗν. ταύτῃ καὶ ἡ κλεῖδα αἰτιατικὴ γενομένη κλεῖν περιϲπᾶται τῆϲ εὐθείαϲ ὀξυνομένηϲ. ταῦτα Ἡρωδιανὸϲ ἐν τῷ πεντεκαιδεκάτῳ τῆϲ καθόλου. A.

495. ἀφυϲγετόν: Ἀρίϲταρχοϲ ὀξύνει ὁμοίωϲ τῷ ὑετόν, ὁ δὲ Τυραννίων βαρύνει ὁμοίωϲ τῷ ἀτρύγετον. ἔϲτι δὲ ἐκεῖνο ὑπὲρ τοῦ Ἀριϲτάρχου λέγειν ὅτι τὰ ὑπὲρ τρεῖϲ ϲυλλαβάϲ, διὰ τοῦ ἐτοϲ ἐκφερόμένα, μὴ ἔχοντα παραϲχηματιϲμὸν θηλυκοῦ, ἐπιθετικῶϲ μὲν λαμβανόμενα τρίτην ἀπὸ τέλουϲ θέλει ἔχειν τὴν ὀξεῖαν, ὥϲπερ ἔχει ὁ ἀμαιμάκετοϲ, περιμήκετοϲ· τὸ δὲ λαιλαπετόϲ μὴ ὂν ἐπιθετικὸν ὠξύνθη καὶ τὸ Ἰαπετόϲ ἐπὶ κυρίου. εἴπερ οὖν καὶ τὸ ἀφυϲγετόϲ οὐκ ἔϲτιν ἐπιθετικόν, ὑγιῶϲ ὀξυτονηθήϲεται κατὰ τὸν Ἀρίϲταρχον. ἢ εἴπερ αὐτὸ βαρύνομεν, δώϲομεν αὐτὸ καὶ ἐπικεῖϲθαί τινι. A.

503. νεῶν δ᾿ ἀλάπαξε φάλαγγαϲ οἱ μὲν πλείουϲ ἀνέγνωϲαν νέων ὡϲ ξένων, ἵνα τῆϲ οἱ νέοι εὐθείαϲ γενικὴ ὑπάρχοι. ὁ μέντοι Ἀρίϲταρχοϲ καὶ Ἀλεξίων καὶ ὁ Ἀϲκαλωνίτηϲ περιέϲπαϲαν, ἵνα ἀπὸ τοῦ «τῶν νέεϲ ὠκεῖαι» (Od. η 36) ᾖ, ἐπεί, φηϲί, νοῦν οὐκ ἔχει τὸ βαρυνόμενον, τὸ μέντοι περιϲπώμενον, τοιαύτηϲ ὑπαρχούϲηϲ τῆϲ διανοίαϲ, τὰϲ πρὸ τῶν νεῶν τάξειϲ. A.

551. κρειῶν: περιϲπαϲτέον· ἡ γὰρ κρεῶν γενικὴ ἐπλεόναϲε τῷ ῑ, ἥτιϲ περιϲπᾶται διὰ τὸ ἔχειν ἐντελεϲτέραν τὴν κρεάων. A.

610. ὀξύνεται τὸ ἀνεκτόϲ· προείρηται δέ (v. ad Θ 355). A.