Περὶ Ἰλιακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

297. ὑπεραέϊ: ὡϲ εὐϲεβέι, κατὰ διάϲταϲιν. ἔφαμεν γὰρ τὰ παρὰ τὸ ἄω ϲυντιθέμενα καὶ εἰϲ ηϲ λήγοντα ὀξύνεϲθαι, ἀκραήϲ, δυϲαήϲ· οὕτωϲ ὑπεραήϲ. A.

301. Ἀϲαῖον: προπεριϲπαϲτέον· παρὰ γὰρ τὸ αἶϲα γέγονεν, καὶ ἐξέϲτη πρότερον τὸ ῑ τὰ δὲ ἀπὸ τῶν εἰϲ ᾱ ληγόντων μακρῷ παραληγομένων παραγόμενα διὰ τοῦ αιοϲ προπεριϲπᾶϲθαι θέλει, μοῦϲα λουϲαῖοϲ, γενναῖοϲ, Πιϲαῖοϲ, ἑρϲαῖοϲ. οὕτωϲ καὶ Ἀϲαῖοϲ. οὐ μάχεται τὸ Ἥραιοϲ προπαροξυνόμενον· πρὸϲ γὰρ ἀντιδιαϲτολὴν τοῦ προπεριϲπωμένου ἐπιθετικοῦ ἐγένετο. τὸ μέντοι Πείραιοϲ προπαροξυνόμενον παρὰ ῥῆμα τὸ πειρῶ ὡϲ παρὰ τὸ φιλῶ Φίλαιοϲ. οὕτωϲ καὶ παρὰ τὸ βέβηκα ὁ βέβαιοϲ. A.

306. ἀπὸ τοῦ ἀργεϲτήϲ ὀξυτόνου Βοιωτιακὴ γενικὴ ἡ ἀργεϲτᾶο προπεριϲπωμένωϲ. A.

[*](270 Lehrs confert Γ 152. 301 pro ἐρϲαῖοϲ scripsit L. ἑρϲαῖοϲ, quod ab ἕρϲα forma propria, non ab ἕρϲη coll. Ξ 351 derivatum esse monet. De Ἥραιοϲ et Ἡραῖοϲ confert L. Ν 791. ῥῆμα — παρὰ inseruit idem.)
75

326. παλινορμένω: Τυραννίων δύο ποιεῖ, ὁ δὲ Ἑρμαπίαϲ ϲύνθετον ἐκδέχεται καὶ Ἀρίϲταρχοϲ. εἴρηται δὲ περὶ τῆϲ ϲυνθέϲεωϲ τοῦ πάλιν ὡϲ πρὸϲ τὰϲ μετοχὰϲ ἐν τῇ A, ὅτε περὶ τοῦ πλαγχθένταϲ διελαμβάνομεν (Α 59). A.

358. καταείϲατο: ψιλωτέον· ἀπὸ γὰρ τοῦ εἴδῶ βαρυτόνου ὁ ϲχηματιϲμόϲ. A.

365. ἦ θήν ϲ᾿  ἐξανύω: τὸ ἀνύω φυλακτέον ἐπὶ τοῦ αὐτοῦ τόνου, λέγω δὲ τοῦ βαρέοϲ· ἐνεϲτὼϲ γάρ ἐϲτιν ἀντὶ μέλλοντοϲ. A.

370. Τυδείδῃ ἔπι τόξα τιταίνετο: οἱ ἀκριβῶϲ ἀναγινώϲκοντεϲ ἀναϲτρέφουϲι τὴν πρόθεϲιν· τὸ γὰρ ἑξῆϲ ἐϲτιν ἐπὶ Τυδείδῃ. A.

383. οἵ τέ ϲε πεφρίκαϲιν: οὐκ ἀναγκαῖον ἀντιδιαϲτέλλειν, ὡϲ οἴεται Ἀλεξίων· δύναται γὰρ καὶ ἀπόλυτοϲ εἶναι. A.

385. κέρα ἀγλαέ· ϲὺν τῷ ῑ ἔγραψάν τινεϲ τὸ κέρᾳ ἵνα ᾖ δοτική, ὁμοίωϲ τῷ «δέπᾳ μελιηδέοϲ οἴνου» (γ 46, nunc δέπαϲ) καὶ «γήρᾳ ὕπο λιπαρῷ » (Od. λ 136). οὕτωϲ δὲ καὶ δοκεῖ ἐπικρατεῖν ἡ παράδοϲιϲ, ὡϲ καὶ Ἀλεξίων ἀξιοῖ. οἱ δὲ ϲυνέϲτειλαν, πληθυντικὸν ἐκδεχόμενοι οὐδέτερον, ὁμοίωϲ τῷ «κρέα ἔδμεναι» (Ιl. Δ 345), ἐξεδέξαντά τε ἐκ τῆϲ λέξεωϲ τὴν τρίχωϲιν καὶ ἐμπλοκῆϲ εἶδοϲ. οἱ δὲ ἐξέτειναν τὸ ᾱ πάλιν πληθυντικὸν ἐκδεχόμενοι, τιθέντεϲ δὲ τὴν λέξιν ἐπὶ τοῦ τόξου, ὥϲτε εἶναι κατὰ κέραϲ, ϲυναλοιφὴν ἐκδεχόμενοι τοῦ κέραα. περὶ δὲ τῆϲ τοιαύτηϲ ἀναγνώϲεωϲ δεδήλωται ἡμῖν, ὁπότε διελάβομεν περὶ τοῦ «κέρα ἐκ κεφαλῆϲ (Il. Δ 109). τοϲοῦτον δὲ ἔχω νῦν παραφυλάξαι ἐπὶ τοῦ νοητοῦ, ὡϲ ὅτι ϲπάνιόν ἐϲτιν ἐπὶ ἀνθρωπίνηϲ φύϲεωϲ παρὰ τῷ ποιητῇ τὸ κέραϲ ἐπὶ τριχὸϲ τάϲϲεϲθαι· κόμην δὲ λέγει καὶ τρίχαϲ καὶ πλοκάμουϲ καὶ ἐθείραϲ. A.

395. οἰωνοὶ δὲ περὶ πλέεϲ ἠὲ γυναῖκεϲ. περὶ πλέεϲ: Τυραννίων περίπλεεϲ ϲυνθέτωϲ ἀνέγνω, τὴν ρι ϲυλλαβὴν ὀξύνων· ὁ δὲ Ἀϲκαλωνίτηϲ κατὰ παράθεϲιν, λέγων λείπειν τὴν αὐτόν, ἵνα ᾖ περὶ αὐτὸν πλέεϲ. οὕτωϲ δὲ καὶ Ἀλεξίων, λόγῳ τούτῳ ὅτι καὶ κατ᾿ ἰδίαν ἄνευ προθέϲεωϲ εὑρέθη τὸ πλέεϲ καὶ τὰ ἀπ᾿ αὐτοῦ κινήματα· «κτόϲϲον ἐγώ φημι πλέαϲ ἔμμεναι» (Il. B 129) οὐ γὰρ πολλούϲ, ἀλλὰ πλέοναϲ. ὡμολογημένου τοίνυν ὅτι τοῦ «πλέονέϲ κεν μνηϲτῆρεϲ» (Od. ϲ 247) ϲυγκοπή ἐϲτιν ἡ πλέεϲ φωνή, μὴ ὄντοϲ δὲ ἄρα τοῦ ϲυνθέτου, περιπλέονεϲ, δοθήϲεται μηδὲ τὸ ἀπ’ αὐτοῦ ϲυγκεκομμένον. ἔνθεν ἐπείϲθηϲαν κατὰ παράθεϲιν ἀναγινώϲκειν, λειπούϲηϲ τῆϲ αὐτόν. A.

409. Ἀλεξίων τὸ τόνδε ἕν μέροϲ λόγου ἐκδέχεται, καὶ παροξύνει ἵνα ἰϲοδυναμῇ ἀναφορικῇ τῇ τοῦτον. Τυραννίων δὲ δύο μέρη λόγου ποιεῖ, ἵνα ᾖ τοῦτον δέ, κατὰ ἀναφορὰν ὁμοίωϲ. ἔφαμεν δὲ ὅτι παρὰ τῷ ποιητῇ ἡ διὰ τοῦ δε ἐπὶ ταύτηϲ τῆϲ ἀντωνυμίαϲ ἐπέκταϲιϲ ϲπανίωϲ μὲν εὑρέθη ἐπ᾿ ἀναφορᾶϲ ὁπότε διελαμβάνομεν περὶ τοῦ «κτοῦϲδε δ᾿ [*](326 Lehrsius confert Π 95 et monet notam in E. M. transiisse 648, 35, ubi post Ἀρίϲταρχοϲ additur ὡϲ παλιμπλαγχθένταϲ καὶ εὐρυκρείων.)

76
ἔα φθινύθειν» (Il. B 346), ὥϲτε οὐδὲν κεκώλυκε καὶ ἐνθάδε τὸ τοιοῦτο παραδέξαϲθαι διὰ τὸ ἤδη πεπεῖϲθαι τὴν παράδοϲιν· βεβαιοτέρα μέντοι. ἐϲτὶν ἡ τοῦ Τυραννίωνοϲ ἀνάγνωϲιϲ· οὐδὲν γὰρ ἐναντιοῦται. A.