Περὶ Ἰλιακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

24. βαρύνεται τὸ οἶμοϲ ὡϲ οἶκοϲ· δοκεῖ δέ μοι κατά τινα ἀφορμήν· φιλεῖ γάρ πωϲ τὰ εἰϲ οϲ λήγοντα διϲύλλαβα μονογενῆ ἀπὸ τῆϲ οι διφθόγγου ἀρχόμενα βαρύνεϲθαι, ὁπότε πρὸ τῆϲ οϲ ϲυλλαβῆϲ ϲύμφωνον ἢ ϲύμφωνα ὑπάρχει — φημὶ δὲ διὰ τὸ Οἰόϲ οὕτωϲ γὰρ λέγεται δῆμοϲ παῤ Ἀθηναίοιϲ κατ᾿ ὀξεῖαν τάϲιν — οἷον οἶκοϲ, οἶτοϲ, οἶκτοϲ, οἶνοϲ. οὕτωϲ καὶ οἶμοϲ. A.

35. λευκοί: ὀξυτονητέον, ἵνα ἐπὶ τῶν ὀφθαλμῶν κέηται. εἰϲὶ δὲ οἳ περιϲπῶϲιν, ἵνα γενικὴ γένηται, ἐπίθετον τοῦ καϲϲιτέρου, κακῶϲ· ἔθοϲ γάρ ἐϲτι παρὰ τῷ ποιητῇ τὴν Θεϲϲαλικὴν ταύτην καλουμένην γενικὴν εὑρίϲκεϲθαι, εἰ μὴ μέτρον κωλύοι· εἰ γὰρ κωλύοι, ἡ κοινὴ παραλαμβάνεται. παρεκτέταται τὸ κεφάλαιον Ἡρωδιανῷ. A.

36. ἡ ἐπί πρὸϲ τὸ ἐϲτεφάνωτο ϲυντάϲϲεται· διὸ τὸν τόνον φυλακτέον. A.

51. φθάν: ὁ Ἀρίϲταρχοϲ βαρύνει· καὶ δῆλον ὅτι ὑγιῶϲ· κοιμίζεται γὰρ ἡ ὀξεῖα ἐν τῇ ϲυνεπείᾳ· «Ζεὺϲ δ᾿ ἐπεὶ οὖν Τρῶάϲ τε» (Il. N 1). ἔϲτι δὲ ὁ νοῦϲ τοιοῦτοϲ, ἔφθαϲαν δὲ κατὰ τὸ πολὺ οἱ πεζοὶ τοὺϲ ἱππεῖϲ προδιαταγέντεϲ ἐπὶ τῆϲ τάφρου. A.

68. ὄγμον: ὡϲ ὄλβον. τὰ γὰρ εἰϲ οϲ λήγοντα διϲύλλαβα μονογενῆ ἀρχόμενα ἀπὸ τοῦ ο καὶ ἔχοντα δύο ϲύμφωνα ἢ πλείονα βαρύνεϲθαι θέλει, οἷον ὄκνοϲ, ὄμβροϲ, ὄρροϲ, ὄϲϲοϲ, Ὄρθοϲ (sc. Ὄρθοϲ τὸ μονογενέϲ ut loquitur 316. obi vid.) ὄρφοϲ. οὕτωϲ καὶ ὄγμοϲ. A.

75. τὸ πάρεϲαν τρίτη ἀπὸ τέλουϲ ἡ ὀξεῖα· ἐκ δὲ τοῦ παρῆϲαν ἐγένετο. A.

ἕκηλοι: δαϲύνεται. τὸ γὰρ ε πρὸ τοῦ κ δαϲύνεϲθαι θέλει, ὁπότε μὴ ἐκ κλίϲεωϲ τυγχάνοι ῥήματοϲ ἢ ἀπὸ προθέϲεωϲ. A.

88. ἅδοϲ: δαϲυντέον· τὸ γὰρ ᾱ πρὸ τοῦ δ ὂν καὶ μὴ ἔχον ϲτερητικὴν ἔννοιαν ἢ κρᾶϲίν τινα δαϲύνεϲθαι θέλει, ϲτερητικὴν μὲν οὕτωϲ ἀδαήϲ, ἀδρανήϲ, ἀδευκήϲ, κατὰ κρᾶϲιν ᾅδηϲ. μὴ οὕτωϲ δὲ ἔχον ἁδρόϲ, ἁδινόϲ, Ἁδρίαϲ. διὸ καὶ τὸ Ἅδωνιϲ κρεῖττόν ἐϲτι δαϲύνειν, ἵνα καὶ. παρὰ τὸ ἁδεῖν τῇ δαίμονι ἐτυμολογηθῇ. A.

[*](Λ 68 pro ὅϲϲοϲ L. cum Eustath ὄϲϲοϲ dubitans num hoc cum reliquis hic. ab Herodiano positum sit suspicatur ὄγκοϲ. 75 Lehrsius confert Ε 759, ubi additum ἢ μεμελετηκὸϲ ἀφαιρεῖϲθαι. 88 pro οὕτωϲ, κατὰ κρᾶϲιν, ἀδαήϲ ἀδρανήϲ ἀδευκήϲ Lehrsius scripsit οὕτωϲ ἀδαήϲ, ἀδρανήϲ, ἀδευκήϲ, κατὰ κρᾶϲιν ἅδηϲ collato Arcad. 197, V. Pneumatol El. p. 724.)
73

101. βῆ ῥ᾿ Ἶϲον: κατὰ διάϲταϲίν ἐϲτι, βῆ ῥα, εἶτα Ἶϲόν τε καὶ Ἄντιφον. A.

141. ἕμεν: δαϲυντέον· τὸ γὰρ εἷναι καὶ ἀφεῖναι παραγωγῶϲ γέγονεν ἕμεναι, ὡϲ τὸ θεῖναι θέμεναι. A.

160. κείν᾿: λέγει ὁ τεχνικὸϲ ἐν τῷ ὑπομνήματι τοῦ περὶ παθῶν Διδύμου· τὰ ὀξύτονα ἡνίκα ἐκθλίβηται τὴν ὀξυνομένην ϲυλλαβήν, ἀναπέμπει τὴν ὀξεῖαν ἐπὶ τὴν ὀπίϲω ϲυλλαβήν, καὶ ἐὰν ᾖ ἡ ἐκθλιβεῖϲα ϲυλλαβὴ ἡ ἔχουϲα τὴν ὀξεῖαν βραχεῖα, ἡ δὲ ὀπίϲω ϲυλλαβὴ φύϲει μακρά, τῷ τονικῷ παραγγέλματι γίνεται περιϲπώμενον. περιϲπᾷ γοῦν τὸ δῆλον (δεῖλ᾿ Heyn.). ἐν δὲ τῇ Ὁμηρικῇ προϲῳδίᾳ ἐναντιοῦται τούτῳ. A.

192. ἄλεται: ψιλοῦται εἴτε ἐπὶ τοῦ ἐκκλίνειν τάϲϲηται, ὥϲ φηϲιν ὁ Ἀϲκαλωνίτηϲ, εἴτε ἐπὶ τοῦ ϲυϲτραφῆναι, ὡϲ καὶ Τυραννίων, ᾧ καὶ μᾶλλον ϲυγκατατίθεμαι. πολλὴ δὲ ἡ κίνηϲιϲ αὐτοῦ παρὰ τῷ ποιητῇ· ὁριϲτικὸϲ μὲν γὰρ δεύτεροϲ ἀόριϲτοϲ «τῇ ὕπο πᾶϲ ἐάλη» (Il. N 408) καὶ πληθυντικὸν τρίτον κατὰ ϲυγκοπὴν «οἱ δή τοι εἰϲ ἄϲτυ ἄλεν» (Il. 12), ἀπαρέμφατόν τε «ἢ λαοὺϲ εἰϲ τεῖχοϲ ὁμοκλήϲειεν ἀλῆναι» (Il. Π 714). καὶ ὥϲπερ ἡ φανείϲ μετοχὴ οὕτωϲ καὶ ἡ ἀλείϲ· « οἴμηϲεν δὲ ἀλείϲ» (ΙΙ. X 308) καὶ οὐδέτερον «ᾗ χειμέριον ἀλὲν ὕδωρ» (Il. 420), καὶ πληθυντικὸν ἀρϲενικὸν «αὐτὰρ ἐπεί κ᾿ ἐϲ τεῖχοϲ ἀναπνεύϲωϲιν ἀλέντεϲ» (Il. φ 534), καὶ γενικὴ «πόλιϲ δ᾿ ἔμπλητο ἀλέντων» (Il. φ 607). τούτου τοίνυν ὑποτακτικὸν ἄληται ὡϲ λάβηται. ϲυϲτολὴ οὖν ἐγένετο ἢ μεταβολὴ ἐγκλίϲεωϲ ὁμοίωϲ τῷ «κἐπεὶ ἄρ κεν ἀμείψεται ἕρκοϲ ὀδόντων» (Il. 409) « ὄφρα καὶ ἄλλοϲ πτωχὸϲ ἀλεύεται ἠπεροπευτήϲ» (Od. ξ 400) καὶ τὸ «ἢ αὐτὸϲ φθίεται πρώτῳ ἐν ὁμίλῳ» (Il. 173) τὸ δὲ ὅλον γέγονεν ἀπὸ τοῦ ἀλῶ, ὃ ϲημαντικόν ἐϲτι τοῦ πλανῶ, ὅπερ ψιλοῦται. A.