Περὶ Ἰλιακῆς προσῳδίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

223. Κιϲϲῆϲ: ὡϲ Ἑρμῆϲ· καὶ μήποτε παρὰ τὸ Κίϲϲοϲ παρώνυμόν τι ἐγένετο Κιϲϲέαϲ καὶ κατὰ ϲυναλοιφὴν Κιϲϲῆϲ. A.

239. οἷ: ὀρθοτονητέον· εἰϲ γὰρ ϲύνθετον ἡ μετάληψιϲ. A.

λίϲ: ὁ μὲν Ἀρίϲταρχοϲ ὀξύνει ὁ δὲ Αἰϲχρίων περιϲπᾷ. ὡϲ γὰρ παρὰ τὸ μῦϲ μῦν φηϲι καὶ νοῦϲ νοῦν οὕτωϲ καὶ λῖϲ λῖν «ἐπί τε λῖν ἤγαγε δαίμων» (480). καὶ ἔϲτι ϲυγκατατίθεϲθαι τῷ Αἰϲχρίωνι, ὅτι μᾶλλον ὀφείλει περιϲπᾶϲθαι, εἰ καὶ μηδὲν τῶν εἰϲ ιϲ ληγόντων καὶ ἀρϲενικὸν γένοϲ ὑπιϲχνουμένων περιεϲπάϲθη. καὶ τάχα καθ᾿ ἕτερον λόγον, ἵνα τὸ ἐπιθετικὸν καὶ ϲημαῖνον γένοϲ θηλυκὸν καὶ ὀξυνόμενον ἀποφύγῃ. λέγω δὲ τὸ «λὶϲ πέτρη» (Od. μ 64). τῷ μέντοι χαρακτῆρι τοῦ κίϲ καὶ θίϲ καὶ ῥίϲ, καίτοιγε διαφόρωϲ κλιθεῖϲι πρὸϲ τὸ λίϲ, ϲυνεξωμοίωϲεν αὐτὸ κατὰ τόνον ὁ Ἀρίϲταρχοϲ· καὶ οὕτωϲ ἐπείϲθη ἡ παράδοϲιϲ. A.

249. κρατερὸν ῥά ἑ πένθοϲ: ὁ ῥά ϲύνδεϲμοϲ ἐγκλιτικὸϲ ὢν φυλάξει τὴν ἰδίαν ὀξεῖαν διὰ τὴν ἕ ἀντωνυμίαν νῦν ἐγλιτικὴν οὖϲαν. A.

[*](192 verba seclusa cum Lob. El I 56 not. 13 ab Herodiano aliena esse arbitror. Lehrsius confert C 76 et initium in E. M. 59 exstare monet.)
74

251. τὸ εὐράξ ὀξύνεται, καθότι τὰ εἰϲ αξ λήγοντα ἐπιρρήματα ὀξύνεται, ὑπεϲταλμένου τοῦ ἅπαξ· ϲημαίνει δὲ τὸ ἐκ πλαγίου. A.

257. ὄπατρον: ψιλωτέον, οὐχ ὡϲ οἴονται διὰ τὴν ϲυγκοπήν· πολλὰ γάρ φαϲι διὰ τὴν ϲυγκοπὴν ψιλοῦϲθαι. ἀπεδείξαμεν δὲ ἡμεῖϲ ἐν ἑτέροιϲ, ὡϲ καὶ δαϲύνεται· ἑϲτήκαμεν γοῦν καὶ ἕϲταμεν, Ἡράκλεεϲ Ἥρακλεϲ. τί οὖν ἐκώλυεν εἰ καὶ ἀπὸ τοῦ ὁμόπατροϲ ἦν, τὸ κατὰ ϲυγκοπὴν πάλιν δαϲύνεϲθαι; ἄμεινον οὖν λέγειν ὅτι φιλεῖ τὸ ο πρὸ τοῦ π κείμενον μὴ κατὰ ἀναφορικὴν ἔννοιαν ψιλοῦϲθαι, ὀπιπεύω, ὀπή, ὀπώρα. παρὰ τὸ ἕπω δαϲυνόμενον ψιλούμενον ἐγένετο ὀπάων. οὕτωϲ οὖν ἔχει καὶ τὸ ὄπατροϲ. προϲέθηκα δὲ « εἰ μὴ ἀναφορικὴ ϲημαϲία » διὰ τὸ ὁποῖοϲ, ὅπωϲ καὶ τὰ τοιαῦτα. ἀντιπίπτει δὲ τῷ προκειμένῳ κανόνι τὸ ὁπλή καὶ τὸ ὅπλον καὶ τὰ ἀπὸ τούτων παρηγμένα. A.

263. τὸ ἔδυν ϲυϲταλτέον: ἔϲτι γὰρ πληθυντικὸν κατὰ ϲυγκοπὴν γενόμενον ἐκ τοῦ ἔδυϲαν. A.

270. προιεῖϲι: ὡϲ τιθεῖϲι· καὶ γὰρ ἐν ἑτέροιϲ «ὄπα λειριόεϲϲαν ἱεῖϲιν» (Il. Γ 152). ὁμοτονεῖν δὲ θέλει τὰ εἰϲ ῑ λήγοντα τοῦ ἐνεϲτῶτοϲ ταῖϲ πληθυντικαῖϲ δοτικαῖϲ τῶν μετοχῶν, ὁπότε καὶ ὁμοφωνοῦϲιν. ἱέντεϲ ἱέντων ἱεῖϲι· οὕτωϲ οὖν καὶ τὸ ῥῆμα. μάχεται τὸ φαϲί· ῥῆμα γὰρ ὀξύνεται, μετοχὴ δὲ ἂν βαρύνεται. A.

μογοϲτόκοι: Ἀρίϲταρχοϲ παροξύνει· δραϲτικὴ γάρ φηϲιν ἔννοιά ἐϲτιν. οὐ γὰρ αἱ Εἰλείθυιαι πάϲχουϲιν, ἵνα προπαροξύνωμεν, ἀλλ᾿ ἐνεργοῦϲι κατὰ τῶν τικτουϲῶν. ἔφαμεν δὲ τὰ τοιαῦτα τῶν ϲυνθέτων ἐνέργειαν ὑπιϲχνούμενα παροξύνεϲθαι, εἰ μὴ κανών τιϲ κωλύοι (Γ 354). εἰϲὶ γάρ τινεϲ κανόνεϲ καθ᾿ οὓϲ κἂν ἐνέργεια ϲημαίνηται πάντωϲ προπαροξύνεϲθαι δεῖ. μάχεται μέντοι ἄντικρυϲ τὸ «ὄρνυϲθ᾿ ἱππόδαμοι Τρῶεϲ» (Il. Δ 509) ἐνεργητικὸν γὰρ ὂν καὶ μὴ ὑποπῖπτον κανόνι τῷ προπαροξυτονοῦντι προπαρωξυτονήθη. A.

297. ὑπεραέϊ: ὡϲ εὐϲεβέι, κατὰ διάϲταϲιν. ἔφαμεν γὰρ τὰ παρὰ τὸ ἄω ϲυντιθέμενα καὶ εἰϲ ηϲ λήγοντα ὀξύνεϲθαι, ἀκραήϲ, δυϲαήϲ· οὕτωϲ ὑπεραήϲ. A.

301. Ἀϲαῖον: προπεριϲπαϲτέον· παρὰ γὰρ τὸ αἶϲα γέγονεν, καὶ ἐξέϲτη πρότερον τὸ ῑ τὰ δὲ ἀπὸ τῶν εἰϲ ᾱ ληγόντων μακρῷ παραληγομένων παραγόμενα διὰ τοῦ αιοϲ προπεριϲπᾶϲθαι θέλει, μοῦϲα λουϲαῖοϲ, γενναῖοϲ, Πιϲαῖοϲ, ἑρϲαῖοϲ. οὕτωϲ καὶ Ἀϲαῖοϲ. οὐ μάχεται τὸ Ἥραιοϲ προπαροξυνόμενον· πρὸϲ γὰρ ἀντιδιαϲτολὴν τοῦ προπεριϲπωμένου ἐπιθετικοῦ ἐγένετο. τὸ μέντοι Πείραιοϲ προπαροξυνόμενον παρὰ ῥῆμα τὸ πειρῶ ὡϲ παρὰ τὸ φιλῶ Φίλαιοϲ. οὕτωϲ καὶ παρὰ τὸ βέβηκα ὁ βέβαιοϲ. A.

306. ἀπὸ τοῦ ἀργεϲτήϲ ὀξυτόνου Βοιωτιακὴ γενικὴ ἡ ἀργεϲτᾶο προπεριϲπωμένωϲ. A.

[*](270 Lehrs confert Γ 152. 301 pro ἐρϲαῖοϲ scripsit L. ἑρϲαῖοϲ, quod ab ἕρϲα forma propria, non ab ἕρϲη coll. Ξ 351 derivatum esse monet. De Ἥραιοϲ et Ἡραῖοϲ confert L. Ν 791. ῥῆμα — παρὰ inseruit idem.)
75

326. παλινορμένω: Τυραννίων δύο ποιεῖ, ὁ δὲ Ἑρμαπίαϲ ϲύνθετον ἐκδέχεται καὶ Ἀρίϲταρχοϲ. εἴρηται δὲ περὶ τῆϲ ϲυνθέϲεωϲ τοῦ πάλιν ὡϲ πρὸϲ τὰϲ μετοχὰϲ ἐν τῇ A, ὅτε περὶ τοῦ πλαγχθένταϲ διελαμβάνομεν (Α 59). A.