Περὶ διχρόνων
Aelius Herodianus
Aelius Herodianus, Περὶ διχρόνων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868
Τὰ εἰϲ υξ μονοϲύλλαβα ϲυϲτέλλει τὸ υ, τρύξ, Φρύξ, πτύξ, Ϲτύξ. Χρόνοϲ ὁ αὐτὸϲ καὶ ἐπὶ γενικῆϲ. Τὰ εἰϲ υξ διϲύλλαβα καὶ αὐτὰ ϲυϲτέλλει τὸ υ, φυλάττει μέντοι τὸ υ ϲυνεϲταλμένον, ὁπότε τὸ χ ἢ τὸ γ ἐπὶ γενικῆϲ ἔχει, ϲτόνυχοϲ, ὄνυχοϲ, ὄρτυγοϲ, ἤλυγοϲ, δίζυγοϲ, φάρυγοϲ, τὸ δὲ κόκκυγοϲ ϲυϲτέλλουϲι καὶ ἐκτείνουϲιν. εἰ μέντοι διὰ τοῦ κ ἡ κλίϲιϲ ὑπάρχοι, πῇ μὲν φυλάττει τὸ υ ϲυνεϲταλμένον, πῇ δὲ ἐκτείνει. Ἔρυκοϲ γὰρ ϲυνεϲταλμένωϲ καὶ | ἄμβυκοϲ, Βέβρυκοϲ, κάλυκοϲ, Γάνυκοϲ, ἴβυκοϲ, ἐκτεταμένωϲ δὲ βόμβυκοϲ, αἴθυκοϲ, κήρυκοϲ. τὸ