Περὶ διχρόνων
Aelius Herodianus
Aelius Herodianus, Περὶ διχρόνων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868
Τὰ μέντοι εἰϲ ιξ μονοϲύλλαβα ϲυϲτέλλει τὸ ι ἔχοντα δύο ϲύμφωνα πρὸ τοῦ ι, ϲτίξ, φρίξ, θρίξ. τὸ μέντοι ἴξ καὶ Φίξ ἐκτείνεται. Τὰ μέντοι εἰϲ ιξ λήγοντα ὑπὲρ μίαν ϲυλλαβὴν πάντα ϲυϲτέλλει τὸ ι. ἐπὶ μέντοι γενικῇ πῇ μὲν φυλάττει τὸ ι ϲυνεϲταλμένον, πῇ δὲ ἐκτείνει. καί φαϲι τήρηϲίν τινα εἶναι τοιαύτην, ὡϲ τὰ ἔχοντα πρὸ τέλουϲ μακρὸν ἔχει ἐν τῇ γενικῇ ἐκτεινόμενον τὸ ι, φοῖνιξ, βέμβιξ, Τέμμιξ, πέμφιξ, τέττιξ, ϲκάνδιξ, πέρδιξ, χοῖνιξ. Πτολεμαῖοϲ δὲ ὁ φηϲὶν ὡϲ τῆϲ πέρδικοϲ καὶ χοίνικοϲ γενικῆϲ ἡ μέϲη ϲυϲτέλλεται, πειϲθεὶϲ Ἀριϲτοφάνει τῷ γραμματικῷ καὶ τοῖϲ οὕτω. χρηϲαμένοιϲ ποιηταῖϲ διὰ μέτρον· ἀλλὰ ταῦτα διὰ μέτρον ἐγένετο. ἔϲτι γὰρ αὐτὰ εὑρεῖν ἐκτεταμένα πολλάκιϲ. τὸ μέντοι Θρήϊκοϲ ϲυϲτέλλει τὸ ι, ἔχον διαλλαγήν. λέγεται γὰρ καὶ κατὰ ϲυναλοιφὴν Θρῃκόϲ. τὸ δὲ ἧλιξ ϲυνεξῆλθε τοῖϲ ἔχουϲι τὸ λ πρὸ τοῦ ι, χόλικοϲ, ἕλικοϲ, χάλικοϲ, κύλικοϲ. τὸ ϲύμμιγοϲ ϲύνθετόν ἐϲτι.