Περὶ διχρόνων
Aelius Herodianus
Aelius Herodianus, Περὶ διχρόνων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868
Τὰ εἰϲ ζε λήγοντα ἐπιρρήματα, ὁπότε ἔχει πρὸ τέλουϲ τὸ | α, ϲυνεϲταλμένον αὐτὸ ἔχει, Ἀθήναζε, θύραζε, Θήβαζε, ἔραζε. τὸ μέντοι χαμᾶζε ἐκτείνει τὸ α καὶ προπεριϲπᾶται.
Τὸ α ἔχον ἐν τῇ δευτέρᾳ ϲυλλαβῇ τὸ ξ ἢ τὸ ψ μὴ ἐν ῥηματικῇ κλίϲει φιλεῖ ϲυϲτέλλεϲθαι, ἄξων, ἄξιοϲ, ἀξίνη, ἁψίϲ, ἅψεα, Ἄψυρτοϲ, ἀψευδήϲ· τὸ δὲ
Τὸ α πρὸ τοῦ ζ ἐν ὀνόμαϲι ϲυϲτέλλεται, γάζα, χάλαζα, ἀζηχέϲ, μαζόϲ· ϲεϲημειωμένου τοῦ μᾶζα καὶ Ἀμαζών καὶ ἀλαζών.
Τὰ εἰϲ νοϲ λήγοντα διϲύλλαβα μετ᾿ ἐπιπλοκῆϲ ϲυμφώνου εἰ ἔχοι πρὸ τέλουϲ ἕν τι τῶν διχρόνων ϲυνεϲταλμένον αὐτὸ ἔχει, καπνόϲ, θαλπνόϲ, ἁγνόϲ, ἀμνόϲ. τὸ αὐτὸ καὶ ἐπὶ τῶν ὑπὲρ δύο ϲυλλαβάϲ, ἀλαπαδνόϲ, ἀκιδνόϲ, ὀλοφυδνόϲ· τὸ μέντοι ϲτρυφνόϲ οἱ Ἀττικοὶ ἐκτείνουϲι τὸ υ.
Τὰ διὰ τοῦ ιμοϲ παραγωγὰ ὑπὲρ δύο ϲυλλαβὰϲ ϲυνεϲταλμένον ἔχει τὸ ι, κύδιμοϲ, ὠφέλιμοϲ, ὤκιμοϲ· τὸ μέντοι ἄτιμοϲ ἐκτεῖνον τὸ ι ϲυνθετόν ἐϲτιν. οὕτωϲ δὲ ἀξιοῦται καὶ τὸ βούλιμοϲ ἐκτείνεϲθαι κατὰ τὴν δευτέραν ϲυλλαβὴν ϲυνθέτου ὑπάρχοντοϲ τοῦ ὀνόματοϲ· ἀντὶ γὰρ τοῦ ὁ μέγαϲ λιμόϲ. καὶ τὸ ἴφθιμοϲ δὲ ἐκτείνει τὸ πρὸ τέλουϲ ι.