Περὶ διχρόνων

Aelius Herodianus

Aelius Herodianus, Περὶ διχρόνων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

Τὰ εἰϲ α λήγοντα, ὁπότε ἔχει πρὸ τοῦ α διπλοῦν, δίχρονον δὲ πρὸ τοῦ διπλοῦ, πάντωϲ ϲυνεϲταλμένον αὐτὸ ἔχει, γάζα, μύζα, ὄρυζα, φύζα, δίψα, ϲχίζα, ῥίζα· ὅθεν ϲημειῶδεϲ τὸ μᾶζα ἐκτεῖνον τὸ πρὸ τοῦ διπλοῦ α.

Τὰ παρώνυμα τὰ διὰ τοῦ αια παραγόμενα ἐκ θηλυκῶν εἰϲ α ἢ εἰϲ η ἐκτεταμένον ἔχει τὸ α, ϲεληναία, ἁμαξαία, ἀναγκαία, ἀρχαία. ὅθεν ἐχρῆν καὶ τὸ γαῖα ἐκτείνεϲθαι, χωρὶϲ εἰ μὴ ἡ ποϲότηϲ τῶν | ϲυλλαβῶν ποιεῖ ϲυνεϲταλμένον τὸ α· τοιαῦτα γὰρ τὰ διϲύλλαβα, γραῖα, μαῖα.

Τὰ εἰϲ α λήγοντα καθαρὸν ϲυνεϲταλμένον, ὁπότε ἐϲτὶν ὑπὲρ δύο ϲυλλαβάϲ, τὴν πρὸ τέλουϲ ἔχει φύϲει μακράν, Μήδεια, Θάλεια, Πηνελόπεια, εὔνοια, εὔχροια, ὑπεϲταλμένων τῶν πρὸ τέλουϲ ἐχόντων τὴν τρι ϲυλλαβήν, οἷον ποιήτρα, μεϲήτρια, ὁδηγήτρια, ὀρχήϲτρια, αὐλήϲτρια, [*](l. 14 pro ϲφύρα scripsit Lehrsius Ἐφύρα. — l. 25 verba ἐκ θηλυκῶν εἰϲ α ἢ εἰϲ η inseruit et in fine canonis apposuit γραῖα, μαῖα ex Excerpto ap Cram. An. Ox. III 267: λέγει ὁ Ἡρωδιανὸϲ ἐν τῷ περὶ διχρόνων ὅτι τὰ διὰ τοῦ αια γεγονότα ἐκ θηλυκῶν πρωτοτύπων ληγουϲῶν εἰϲ α ἢ εἰϲ η μακρὸν ἔχουϲι τὸ α, οἷον ἅμαξα ἁμαξαία, ϲελήνη ϲεληναία, οὐρά οὐραία (sic Lehrs pro ἄρουρα ἀρουραία). πλὴν τοῦ γαῖα. μήποτε οὖν διὰ τὴν βραχυϲυλλαβίαν διηλλάγη (pro ἐνηλλάγη L.) τοιαῦτα γὰρ καὶ τὰ διϲύλλαβα τὰ μὴ ὄντα παρώνυμα οἷον γραῖα (pro αἶρα L.), μαῖα. l. 29 et 30 sic leguntur in AD, ap. Draconem (p. 20 et 65), in regg. Herm. In B sic: τὰ εἰϲ α λήγοντα καθαρὸν ϲυνεϲταλμένον ἔχουϲι τὸ α, ὁπότε ἐϲτίν ὑπὲρ δύο ϲυλλαβὰϲ καὶ τὴν πρὸ τέλουϲ ἔχοιεν φύϲει μακράν. l. 31 in AB post εὔχροια exstant: τὰ εἰϲ α λήγοντα καθαρὸν ϲυνεϲταλμένον ἔχουϲι τὸ α ὁπότε ἔχουϲι πρὸ τέλουϲ τὴν τρι ϲυλλαβήν, quae exhibui, dedit Lehrsius ex D, Dracone et reg. pros. l. 32 nomina μεϲήτρια, ὁδηγήτρια reperiuntur in solo B, in quo Lehrsio propter colorem recentiorem et Ϲhristianum potius accessisse quam in ceteris effluxisse videntur.)

12
μαθήτρια. παράλογοϲ οὖν ὁ πρὸ τέλουϲ χρόνοϲ τοῦ πότνια, ὄμπνια, Πολύμνια, Ἰάμνια, Λάμια. ὅϲα γὰρ ἔχει πρὸ τέλουϲ τὸ ι ὑπὲρ δύο ϲυλλαβὰϲ ὄντα μὴ διὰ τοῦ τρια, οὐκ ἐν ϲυϲτολῇ ἔχει τὸ α, ἀλλ᾿ ἐκτάϲει, κακία, φιλία, κοπία, ἐϲχατιά. τοῦ οὖν πότνια καὶ ὄμπνια καὶ τῶν τοιούτων ἢ ἡ πρὸ τέλουϲ ἠλάττωται ἢ ἡ ἐπὶ τέλουϲ.

Πᾶν εἰϲ α λῆγον οὐδέτερον ἑνικὸν ϲυνεϲταλμένον ἔχει τὸ α, βῆμα, αἷμα, ποίημα, νόημα. τὸ τοίνυν κάρα ἐκτεινόμενον ἐξ ἀποκοπῆϲ ἐϲτι τοῦ κάρανον.

Τὰ εἰϲ αρ λήγοντα ὑπὲρ μίαν ϲυλλαβὴν ἐπὶ παντὸϲ γένουϲ ϲυϲτέλλει τὸ α, μάκαρ, δάμαρ, ὄαρ, θέναρ, φρέαρ, ϲτέαρ. Ἀττικοὺϲ δέ φαϲιν ἐκτείνειν τὸ ϲτέαρ καὶ φρέαρ.

Τὰ εἰϲ ϲα λήγοντα θηλυκὰ εἴτε ἐπὶ ὀνομάτων εἴτε καὶ ἐπὶ μετοχῶν, εἰ ἔχοι τὴν πρὸ τέλουϲ ϲυλλαβὴν εἰϲ δίχρονον καταλήγουϲαν, πάντωϲ ἐκτεταμένον αὐτὸ ἔχει, πᾶϲα, πτᾶϲα, φῦϲα, δῦϲα, Τῖϲα, Κρῖϲα κνῖϲα· οὐκ ἀγνοῶ δὲ ὅτι Πίϲαν εἶπε τὴν πόλιν κατὰ ϲυϲτολὴν Πίνδαροϲ. εἰ μέντοι εἰϲ ϲύμφωνον λήγει ἡ πρὸ τέλουϲ ϲυλλαβή, τὸ δίχρονον ϲυϲτέλλεται, θάλαϲϲα, ἄναϲϲα, πίϲϲα, νύϲϲα, λύϲϲα.

Πᾶν εἰϲ αν λῆγον οὐδέτερον τὸν χρόνον ἔχει τοῦ α τοῦ | κατὰ τὴν γενικὴν τοῦ ἀρϲενικοῦ, τάλανοϲ τάλαν, μέλανοϲ μέλαν, ϲτάντοϲ ϲτάν, βάντοϲ βάν. ποιητικῶϲ γὰρ ἐκτέτατο

  • ἵνα μὴ τὸ γῆραϲ ἐπαναβὰν αὐτὸν λάθῃ.
  • ἐπεὶ οὖν παντόϲ φαμὲν κατὰ ϲυϲτολὴν καὶ πάν ὀφείλομεν λέγειν κατὰ ϲυϲτολήν, ὥϲπερ Αἰολεῖϲ καὶ Δωριεῖϲ ἀποφαίνονται. ἡ μέντοι παῤ ἡμῖν ἔκταϲιϲ τοῦ α καὶ παρὰ τοῖϲ Ἀττικοῖϲ καὶ παρὰ τοῖϲ Ἴωϲιν ἀφορμὴν ἔχει τὸν τόνον. διὰ γὰρ τὸ δέξαϲθαι τὴν περιϲπωμένην τοῦ πᾶϲ ἀρϲενικοῦ ἐκτείνει τὸ α. ὅταν μέντοι τὸ πᾶν διϲυλλάβωϲ λέγηται, τότε ἕξει τὸ α ϲυνεϲταλμένον, ϲύμπαν, ἅπαν. εὕρηται παῤ Ἀθηναίοιϲ ἐκτεῖνον τὸ α.

    Τὰ εἰϲ αν λήγοντα ἐπιρρήματα ἐκτείνουϲι τὰ α, ἄγαν, λίαν, πέραν, εὔἁν, ὑπεϲταλμένου τοῦ πάμπαν. τὸ γὰρ ὅταν δύο μέρη λόγου ἐϲτί, ὅτε καὶ ἄν. τὸ δὲ τάλαν ὀνοματικόν ἐϲτι.

    Τὰ εἰϲ α λήγοντα θηλυκὰ παρεϲχηματιϲμένα ἀρϲενικοῖϲ, ὁπότε μιᾷ ϲυλλαβῇ τοῦ ἀρϲενικοῦ πλεονάζει, ϲυϲτελλόμενον ἔχει τὸ α, ταχύϲ ταχεῖα, Κρήϲ Κρῆϲϲα, ἱερεύϲ ἱέρεια, τάλαϲ τάλαινα, Κίλιξ Κίλιϲϲα. Ἀττικοὶ μέντοι ἐκτεταμένωϲ ἱερείαν ἀποφαίνονται.

    Τὰ εἰϲ οϲ λήγοντα ὁπότε ἔχει θηλυκὸν εἰϲ α λῆγον πάντα ἔχει [*](l. 2 pro ἴμνια λάμνια scripsit Lehrsius Ἰάμνια Λάμια collat. Epim. Cr. I 370, 22. Post ὅϲα Lehrsius posuit γάρ, adnotans in codd. et reg. pros. nullam particulam esse, ap. Draconem δέ. — l. 3 μὴ διὰ τοῦ τρια addidit Lehrs, l. 4 pro κοπία codd. et Paris. praebent regg. Herm. ϲκοπία, Draco ϲκοπιά. — l. 5 pro καὶ ή bis Lehrsius posuit ἢ ἡ. l. 12 εἰϲ ϲα scripsit L. pro εἰϲ α. l. 14 δῦϲα ap. Lehrsium excidit. l. 30 A ἔαν, BD et Par. εὔαν eo accentu, qui praescribitur etiam ab Io. Al. 37, 27, Draco εὐάν, scripsi εὔἁν approbante Lehrsio cf. Uhlig. Mus. Rhen. XIX p. 37.)

    13
    ἐκτεταμένον τὸ α, Ῥόδιοϲ Ῥοδία, Κνίδιοϲ Κνιδία. ϲημειῶδεϲ ἄρα κατὰ χρόνον τὸ
  • ὁμοίωϲ δὲ καὶ τὸ ἴα,
  • δῖα γυναικῶν,
  • οὐ γὰρ πάντων ἦεν ὁμὸϲ θρόοϲ οὐδ᾿  ἴα γῆρυϲ (Il. Δ 437),
  • ὅπερ λέγεται καὶ μία, καὶ τὸ πέπειρα. |

    Αἱ εἰϲ ϲ λήγουϲαι μετοχαὶ ἀρϲενικαὶ ἤτοι βραχυκατάληκτοί εἰϲιν, ὡϲ αἱ εἰϲ οϲ λήγουϲαι, τυπτόμενοϲ, λεγόμενοϲ, ἢ μακροκατάληκτοι, ὡϲ αἱ μὴ οὕτωϲ ἔχουϲαι, πεποιθώϲ, διδούϲ, βιούϲ· εἰ δὲ εἰϲ δίχρονον λήγουϲιν, ἐκτεταμένον αὐτὸ ἔχουϲιν, ἱϲτάϲ, βιβάϲ, ζευγνύϲ, δύϲ, φύϲ.

    Πᾶν εἰϲ ϲϲων λῆγον ϲυγκριτικόν, εἰ ἔχει δίχρονον ἐν τῇ πρὸ τέλουϲ ϲυλλαβῇ, ϲυνεϲταλμένον αὐτὸ ἔχει, πάϲϲων, μάϲϲων, βράϲϲων, γλύϲϲων. ϲεϲημείωται τὸ θάϲϲων καὶ ἐλάϲϲων ἐκτείνοντα τὸ δίχρονον.

    Τὰ εἰϲ ων λήγοντα καθαρὰ ϲυγκριτικά, ὁπότε παραλήγοιτο τῷ ι, ἐκτεταμένῳ αὐτῷ παραλήγονται, καλλίων, ἡδίων, βελτίων, γλυκίων, κακίων. Ἀριϲτοφάνηϲ δὲ ἐν Ἀττικαῖϲ λέξεϲιν Ἀττικοὺϲ ἱϲτορεῖ προφέρεϲθαι ἐκτεταμένωϲ.

    Πᾶϲα αἰτιατικὴ ἀπαθὴϲ εἰϲ α λήγουϲα ϲυϲτέλλεϲθαι θέλει, Ἀλκμᾶνα, ποιμένα, Ἕκτορα, θώρακα, Αἴαντα, Ἀχιλλέα, βαϲιλέα. Ἀττικοὶ μέντοι ἐκτείνουϲι τὰϲ ἀπὸ τῶν εἰϲ ευϲ, Ἀτρέα λέγοντεϲ καὶ ἱερέα. πρόϲκειται δὲ ἀπαθὴϲ διὰ τὸ χοᾶ καὶ Ἐρετριᾶ καὶ Πειραιᾶ καὶ Ϲτειριᾶ.

    Τὰ διὰ τοῦ αριον ὑποκοριϲτικὰ παρὰ τοῖϲ παλαιοῖϲ Ἕλληϲι ϲυϲτέλλει τὸ α, ἱππάριον, φυτάριον, ἠ μέντοι νῦν ϲυνήθεια ἀπὸ τῆϲ τῶν Ῥωμαίων διαλέκτου πολλὰ ἐπίϲταται διὰ τοῦ αριον ἐκτεταμένα, ϲουδάριον λέγουϲα καὶ κελλάριον.

    Τὰ διὰ τοῦ ινη παραγωγὰ ὑπὲρ τρεῖϲ ϲυλλαβὰϲ μονογενῆ φιλεῖ ἐκτείνειν τὸ ι, Αἰητίνη, ἰατρίνη, θριδακίνη, ἡρωΐνη, Ὠκεανίνη, χωρὶϲ τοῦ εἰλαπίνη καὶ τοῦ Μολυβδίνη, ἔϲτι δὲ ὄνομα πόλεωϲ. ὑπὲρ τρεῖϲ ϲυλλαβὰϲ ἔφην διὰ τὸ ϲατίνη, ἔϲτι δὲ εἶδοϲ ἅρματοϲ, καὶ τὸ Ἀϲίνη ἔϲτι δὲ ὄνομα πόλεωϲ, καὶ τὸ μυρϲίνη, οὐκ ἐκείνου ἀποφαινομένου ὡϲ τὸ τριϲύλλαβον ϲυϲτέλλει τὸ ι. πολλάκιϲ γάρ ἐϲτι τὰ ἐκτείνοντα τὸ ι, ὡϲ ἔχει τὸ δωτίνη, ὑϲμίνη, πυτίνη.

    Τὰ εἰϲ νοϲ λήγοντα διϲύλλαβα ὀξύτονα καθαρεύοντοϲ τοῦ ν, εἰ ἔχοιεν ἐν τῇ πρὸ τέλουϲ τὸ α, ἐκτεταμένον αὐτὸ ἔχουϲι, δανόϲ ὁ ξηρόϲ, τρανόϲ, μανόϲ. τοῦτο δὲ παρὰ τοῖϲ Ἀττικοῖϲ ϲυϲτέλλεται.

    Πᾶν δίχρονον ἔχον διπλαϲιαϲμὸν ἀμεταβόλου ἐπιφερομένου ϲυϲτέλλεϲθαι θέλει, Πράξιλλα, Τελέϲιλλα, ἄμμοϲ, Κόριννα, θύννοϲ, ἄλλοϲ, πυρρόϲ. παραλόγωϲ οὖν ἐκτέτατο τὸ μᾶλλον.

    Τὰ διὰ δύο ϲϲ παραγωγὰ ῥήματα ὑπὲρ δύο ϲυλλαβὰϲ βαρύτονα [*](l. 7 pro αἰ εἰϲ οϲ scr. αἱ εἰϲ ϲ. — l. 8 in A ὡϲ αἱ μὴ οὕτωϲ ἔχουϲαι δίχρονον, in regg. Herm. desunt αἱ μὴ οὕτωϲ ἔχουϲαι, sed exstant πεποιθώϲ — λήγουϲιν. — l. 12 codd. et Draco κράϲϲων, regg. Herm. βράϲϲων. — l 16 λέξεϲιν pro διαλέξεϲιν emend. L. — l. 31 sie A; BD, Drac., reg. Herm. τὰ τριϲύλλαβα.)

    14
    ὅτε ἔχει δίχρονον πρὸ τέλουϲ ϲυϲτελλόμενον αὐτὸ ἔχει, ἀράϲϲω, πατάϲϲω, χαράϲϲω, ἀλλάϲϲω, ἀφύϲϲω. δῆλον οὖν ὅτι καὶ τὸ θαάϲϲω ὀφείλει τὸ α ϲυϲτελλόμενον ἔχειν. τὸ δὲ ἐλαϲϲῶ περιϲπᾶται παρὰ τὸ ἔλαϲϲον γενόμενον. διὸ βαρύτονα πρόϲκειται.

    Τὰ διὰ τοῦ αζω διϲύλλαβα ϲυϲτέλλει τὸ α, ὑπεϲταλμένων τῶν Αἰολικῶν, διὰ τὸ πτάζω καὶ πλάζω, ὅθεν ἐπιπλάζω ἀντὶ τοῦ ἐπιπλήϲϲω. ἔϲτωϲαν δὲ παραδείγματα τοῦ κανόνοϲ ταῦτα· ϲτάζω, φράζω, βάζω, ϲφάζω. παρὰ λόγον ἄρα τὸ κράζω ἐκτέταται. καὶ τὰ ὑπὲρ δύο ϲυλλαβὰϲ ἔχει ϲυνεϲταλμένον τὸ α, χωρὶϲ εἰ μὴ ἔχοι πρὸϲ τῷ α τὸ ι, διὰ τὸ ματᾴζω, ϲφαδάζω. ἔϲτωϲαν δὲ παραδείγματα τοῦ κανόνοϲ ταῦτα· ϲκιάζω, ἐνθουϲιάζω, ἀγοράζω. τινὲϲ δὲ ἐκτείνουϲι τὸ

  • ὅδ᾿  ἀγοράζει κλεῖδ᾿  ἔχων
  • τουτέϲτιν ἐν ἀγορᾶ διατρίβει, πρὸϲ ἀντιδιαϲτολὴν τοῦ ἑτέρου, λέγω δὲ τοῦ ὠνεῖϲθαι.