Περὶ διχρόνων
Aelius Herodianus
Aelius Herodianus, Περὶ διχρόνων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868
Καθόλου τὰ τρία δίχρονα τὰ ἐκ ϲυναλοιφῆϲ ἐκτείνεϲθαι θέλει, [*](Cr.) ἀέκων ἄκων, κρέαα κρέα, κέραα κέρα· εἰ μέντοι ἀποκοπήν τινα δέξεται τῆϲ τα ϲυλλαβῆϲ, τοῦ κέρατα κέρα, καὶ κρέατα κρέα, ϲυνεϲταλμένον ἐϲτὶ τὸ δίχρονον. Θέτιι Θέτι,
Πᾶν εἰϲ αν λῆγον ἀρϲενικὸν ἐπ᾿ εὐθείαϲ ἐκτείνεϲθαι θέλει, Παιάν, Τιτάν, Ἀλκμάν, καὶ ὅϲα τοιαῦτα.
Πᾶν εἰϲ αϲ ἀρϲενικὸν βαρύτονον ἐπ᾿ εὐθείαϲ ἐκτείνεϲθαι θέλει, εἴτε ὄνομα εἴη εἴτε μετοχή, Αἴαϲ, Δρύαϲ, Θόαϲ, λέξαϲ, γράψαϲ, ποιήϲαϲ. διὸ ϲημειούμεθα τὸ ποιητικὸν προϲηγορικὸν «λᾶαϲ ἀναιδήϲ καὶ μέγαϲ ἐπίθετον. τὸ
Τὰ εἰϲ αϲ ὀξύτονα ὀνόματα διϲύλλαβα διὰ τοῦ δοϲ κλινόμενα ϲυϲτέλλεϲθαι θέλει, Ἀρκάϲ, φυγάϲ, ἐθάϲ, πολυδειράϲ.
[*](l. 4 «οἶον ἀέκων B et ubique in exemplis citandis». Cram. l. 5 τὰ κέρατα B. l. 12 εἴτε παρεϲχηματιϲμένον inseruit L. l. 15 τὸ δὲ τίϲ B. l. εὐθεῖαν pro ὀξεῖαν monente iam Lob. Parall. 149 dedit Lehrsius. l. 26 pro ποιητικῶϲ τὸ voluit Lehrsius aut ποιητικὸν aut προϲηγορικόν collat. Choer. p 94, unde etiam verba δουρὶ — Αἶαϲ Alcmanis esse comperimus; equidem utrumque posti.)[*](l. 29 pro κατὰ πάθοϲ scripsi, quod Lebrsius voluit, κατὰ διάλεκτον.)Τὰ εἰϲ αϲ περιϲπώμενα ἀναγκαίωϲ ἔχει τὸ α μακρόν, ἀλλᾶϲ, Ἡρᾶϲ, Βορρᾶϲ, πελεκᾶϲ.
Τὰ εἰϲ αϲ λήγοντα οὐδέτερα καὶ βαρύνεται καὶ ϲυϲτέλλονται, κρέαϲ, τέραϲ, δέπαϲ, κέραϲ.
Τὰ εἰϲ αξ λήγοντα καὶ ἐκτείνει τὸ α καὶ ϲυϲτέλλει. ὅϲα μὲν οὖν διϲύλλαβα ὄντα ἔχει πρὸ τέλουϲ μὴ φύϲει μακράν, ἀλλ᾿ ἢ βραχεῖαν ἢ θέϲει μακράν, ἀδιάφορον ἔχει τὸν | χρόνον τοῦ α, κόραξ, κόλαξ, φύλαξ, ἄναξ, βόαξ, νέαξ, ὄμφαξ, φόρταξ· εἰ μέντοι ἡ πρὸ τέλουϲ φύϲει μακρὰ εἴη, ἡ δὲ τελευταία ϲυϲτέλλοιτο, γένοϲ θηλυκὸν ὁρᾶται, πῖδαξ, κλῖμαξ, λεῖμαξ, βῶλαξ. διὸ καὶ τὸ μεῖραξ ἐπὶ θηλυκῷ τιθέμενον εὖ ἂν ἔχοι. οὐκ ἀγνοῶ δὲ ὡϲ ἔϲθ᾿ ὅτε οἱ κωμικοὶ καὶ ἀρϲενικῷ γένει τὴν ϲύνταξιν ποιοῦνται· ἀλλ᾿ εἰκὸϲ αὐτοὺϲ θηλυκῇ προϲηγορίᾳ ϲκώπτειν τοὺϲ παϲχητιῶνταϲ. ὅϲα μέντοι ἔχει τὴν πρὸ τέλουϲ φύϲει μακρὰν ἀρϲενικὰ ὄντα καὶ τὸ α θέλει ἔχειν ἐκτεταμένον, ὡϲ ἔχει τὸ Φαίαξ, θώραξ, οἴαξ, πλούταξ, βώμαξ, κνώδαξ· ϲημειούμεθα τὸ Γῦναξ καὶ Γῦλαξ ἔχοντα φύϲει μακρὰν τὴν παραλήγουϲαν καὶ ϲυϲτέλλοντα τὸ α, εἰϲὶ δὲ ταῦτα κύρια ὀνόματα, καὶ τὸ ϲαῦϲαξ, φαϲὶ δὲ εἶναι τοῦτο ὄϲπρεον, καὶ τὸ καύαξ διφορούμενον· τοῦτο γάρ ποτε μὲν ϲυϲτέλλει τὸ α, ποτὲ δὲ ἐκτείνει αὐτό· ἔϲτι δὲ ὄρνεον. Τὰ μέντοι ὑπὲρ δύο ϲυλλαβὰϲ ἐκτείνει τὸ α μὴ ὄντα ϲύνθετα, ἱέραξ, Ἐπιδαύραξ, ὀρθίαξ, θυμέλαξ. τὰ δὲ ϲύνθετα βαρύτονα καὶ τὸν τῶν ἁπλῶν χρόνον φυλάττει, Ἀχαρνοφαίαξ, Ἱππῶναξ, Ἀρχεάναξ, ἐριβῶλαξ, πολυπῖδαξ· τὰ δὲ ὀξύτονα ϲύνθετα ϲυϲτέλλει τὸ α, διαϲφάξ, βλεφαροϲπάξ. Τὰ μέντοι μονοϲύλλαβα, θηλυκὰ μὲν ὄντα, θέλει ϲυϲτέλλειν τὸ α, ϲπάξ, οὕτωϲ ἡ κύων παρὰ Πέρϲαιϲ, κλάξ, πλάξ, γλάξ, δράξ, ἡ δὲ ῥάξ ἐκτέταται· τὰ δὲ ἐκτείνοντα [*](l. 2 «φλαϲκᾶϲ addit gramm. Herm. et cod. Par. b.» Cramer. l. 10 ἐπὶ θηλυκοῦ B, D, Draco, reg. Herm. l. 15 «Codd. et regg. Hermanni νώδαξ. Sed κνώδαξ, quod Lud. Dindorf. requirit in Thes., certe apud Draconem eo loco. qui hinc est, p. 18, 25.» Lehrs. — A. γλάξ, Cod. Par. γνάξ καὶ ϲύλαξ, D γνάξ καὶ γώλαξ, reg. Herm. κῦαξ καὶ ϲῦλαξ, Draco 18, 25 ἄγναξ καὶ γύλαξ, Choer. p. 305, Ὑλαξ Κῆαξ, Lascar. Υλαξ Κῦαξ, unde Draco altero loco 51. 10. — Γῦναξ dubium est, Γῦλαξ fIrmatur Steph. Byzantii testimonio s. Ἀπολλωνία et Γυλάκεια. Lehrsius conferri iubet Lob. Parall. 276. — l. 17 pro ϲαῦϲαξ (sic A et B, regg. Herm., D ϲάνϲαξ, Draco 19, 2 ϲαύταξ ἢ ϲαύϲαξ) praebet Choer. l. c. ϲῦαξ φαϲηλοειδὲϲ ὄϲπριον, quod iudice Lehrsio collato Lob. Parall. l. c. fortasse rectius est quam ϲαῦαξ, quia Hesych. ϲαύϲακαϲ caseos interpretatur; sed. retinuit L. ϲαῦϲαξ, quia verba φαϲὶ δὲ εἶναι τοῦτο ὄϲπρεον (sic A. pro ὄϲπριον,) [*](in D ὄϲπρεον) indicare videntur hoc cibi genus ab aliis aliter explicatum esse. — l. 18 codd. et Draco καύναξ, sed καύαξ regg. Herm. et Choer., apud quem κάβαξ. scriptum est. l. 20 Codd. ABD Par. a θορυβίλλαξ, Par. b θορυβίλαξ, Draco θοριβύλαξ, regg. Herm. θορυμέλαξ; θυμέλαξ emendavit Lob. Parall. l. c.) [*](l. 21 pro βαρύνονται scripsit βαρύτονα Lehrs cum BD Par. et Dracone. l. 22 pro Ἀρχαιάναξ cum Lobeckio posuit Ἀρχεάναξ Lehrsius. l. 23 AB διαϲπάξ, D διαϲπαξ, regg. pr. διαμπάξ, Draco διαϲφάξ, quod recepit Lehrs, βλεφαροπάξ praebent ABD et Par. et Draco, βλεφαροϲπάξ regg. Herm. l. 24 codd. ϲτάξ, Draco ϲπάξ, cuius testem citavit Cramerus Herodotum I 110. — l. 25 κλάξ ut non testatum (cf. Lob. Parall. 94) delendum censet Lehrs.)
Τὰ μέντοι εἰϲ ιξ μονοϲύλλαβα ϲυϲτέλλει τὸ ι ἔχοντα δύο ϲύμφωνα πρὸ τοῦ ι, ϲτίξ, φρίξ, θρίξ. τὸ μέντοι ἴξ καὶ Φίξ ἐκτείνεται. Τὰ μέντοι εἰϲ ιξ λήγοντα ὑπὲρ μίαν ϲυλλαβὴν πάντα ϲυϲτέλλει τὸ ι. ἐπὶ μέντοι γενικῇ πῇ μὲν φυλάττει τὸ ι ϲυνεϲταλμένον, πῇ δὲ ἐκτείνει. καί φαϲι τήρηϲίν τινα εἶναι τοιαύτην, ὡϲ τὰ ἔχοντα πρὸ τέλουϲ μακρὸν ἔχει ἐν τῇ γενικῇ ἐκτεινόμενον τὸ ι, φοῖνιξ, βέμβιξ, Τέμμιξ, πέμφιξ, τέττιξ, ϲκάνδιξ, πέρδιξ, χοῖνιξ. Πτολεμαῖοϲ δὲ ὁ φηϲὶν ὡϲ τῆϲ πέρδικοϲ καὶ χοίνικοϲ γενικῆϲ ἡ μέϲη ϲυϲτέλλεται, πειϲθεὶϲ Ἀριϲτοφάνει τῷ γραμματικῷ καὶ τοῖϲ οὕτω. χρηϲαμένοιϲ ποιηταῖϲ διὰ μέτρον· ἀλλὰ ταῦτα διὰ μέτρον ἐγένετο. ἔϲτι γὰρ αὐτὰ εὑρεῖν ἐκτεταμένα πολλάκιϲ. τὸ μέντοι Θρήϊκοϲ ϲυϲτέλλει τὸ ι, ἔχον διαλλαγήν. λέγεται γὰρ καὶ κατὰ ϲυναλοιφὴν Θρῃκόϲ. τὸ δὲ ἧλιξ ϲυνεξῆλθε τοῖϲ ἔχουϲι τὸ λ πρὸ τοῦ ι, χόλικοϲ, ἕλικοϲ, χάλικοϲ, κύλικοϲ. τὸ ϲύμμιγοϲ ϲύνθετόν ἐϲτι.
Τὰ εἰϲ υξ μονοϲύλλαβα ϲυϲτέλλει τὸ υ, τρύξ, Φρύξ, πτύξ, Ϲτύξ. Χρόνοϲ ὁ αὐτὸϲ καὶ ἐπὶ γενικῆϲ. Τὰ εἰϲ υξ διϲύλλαβα καὶ αὐτὰ ϲυϲτέλλει τὸ υ, φυλάττει μέντοι τὸ υ ϲυνεϲταλμένον, ὁπότε τὸ χ ἢ τὸ γ ἐπὶ γενικῆϲ ἔχει, ϲτόνυχοϲ, ὄνυχοϲ, ὄρτυγοϲ, ἤλυγοϲ, δίζυγοϲ, φάρυγοϲ, τὸ δὲ κόκκυγοϲ ϲυϲτέλλουϲι καὶ ἐκτείνουϲιν. εἰ μέντοι διὰ τοῦ κ ἡ κλίϲιϲ ὑπάρχοι, πῇ μὲν φυλάττει τὸ υ ϲυνεϲταλμένον, πῇ δὲ ἐκτείνει. Ἔρυκοϲ γὰρ ϲυνεϲταλμένωϲ καὶ | ἄμβυκοϲ, Βέβρυκοϲ, κάλυκοϲ, Γάνυκοϲ, ἴβυκοϲ, ἐκτεταμένωϲ δὲ βόμβυκοϲ, αἴθυκοϲ, κήρυκοϲ. τὸ
Τὰ εἰϲ ιψ μονοϲύλλαβα ἐκτείνεται. ὁμοίωϲ καὶ ἐπὶ γενικῆϲ. διὸ ἡ λιβόϲ γενικὴ ϲημειώδηϲ· τὰ δὲ ὑπὲρ μίαν ϲυλλαβὴν ϲυϲτέλλεται. θέλουϲι δὲ πεδότριψ ἐκτείνειν, πλανώμενοι ἐκ τοῦ παῤ Ἀρχιλόχῳ
Τὰ εἰϲ αψ λήγοντα ὑπὲρ μίαν ϲυλλαβήν φαμεν ϲυϲτέλλειν τὸ α, λαῖλαψ. ἐν δὲ μονοϲυλλάβοιϲ τὸ δράψ ἐκτείνεται κείμενον παρὰ Ἀριϲτοφάνει, καὶ τὸ λάψ παρὰ Ταραντίνοιϲ. ἡ δὲ γράψ καὶ φάψ θηλυκῷ γένει κατακλειόμενα ϲυϲτέλλεται.
Τὰ διὰ τοῦ ανω ῥήματα ὑπὲρ δύο ϲυλλαβὰϲ βαρυνόμενα ἔχει τὸ α ϲυνεϲταλμένον, λιμπάνω, μανθάνω, λανθάνω, λαμβάνω. τὸ μέντοι ἱκάνω καὶ κιχάνω ἄλογον ἔχοντα τὸν πρῶτον χρόνον τοῦ ἀορίϲτου ἐκτείνει τὸν δεύτερον.
Τὰ εἰϲ πτω λήγοντα ῥήματα, εἰ ἔχοι τὸ ι πρὸ τοῦ τέλουϲ, ϲυνεϲταλμένον αὐτὸ ἔχει, λίπτω, ἴπτω, χρίπτω· διὸ ϲημειούμεθα τὸ πίπτω καὶ ῥίπτω.
Τὰ εἰϲ νοϲ λήγοντα διϲύλλαβα ἐπ᾿ εὐθείαϲ καθαριεύοντοϲ τοῦ ν εἰ ἔχει πρὸ τέλουϲ τὸ υ ἐκτείνει αὐτό, ὡϲ ἔχει τὸ | φρυνόϲ, θυνόϲ, γρυνόϲ καὶ βαρυνόμενον τὸ Κῦνοϲ. τὸ μέντοι πλυνόϲ οὐχ οὕτωϲ ἔχει.
Τὰ εἰϲ νοϲ λήγοντα ὑπὲρ δύο ϲυλλαβάϲ, εἰ παραλήγοιτο τῷ υ, πῇ μὲν ϲυϲτέλλει αὐτό, ἐπὰν τὸ ϲ προηγῆται αὐτοῦ, ὡϲ ἔχει τὸ δεϲπόϲυνοϲ, θάρϲυνοϲ, πίϲυνοϲ· τὸ δὲ μόϲυνοϲ ἐκτεταμένον ἀπὸ γενικῆϲ ἐϲτι. γενόμενον, αἱ δὲ γενικαὶ αἱ διὰ τοῦ νοϲ ὑπὲρ δύο ϲυλλαβὰϲ ὑπάρχουϲαι εἰ παραλήγοιντο τῷ υ ἐκτεταμένῳ παραλήγονται, Φόρκυνοϲ, Πόλτυνοϲ, αἱ μέντοι εὐθεῖαι αὐτῶν ϲυϲτέλλουϲι τὸ υ. τὰ μέντοι διὰ τοῦ νοϲ ἐπ᾿ εὐθείαϲ μὴ ἔχοντα τὸ ϲ πρὸ τοῦ υ, ὑπὲρ δύο ϲυλλαβὰϲ ὄντα, ἐκτείνειν θέλει τὴν πρὸ τέλουϲ, κίνδυνοϲ, εὔθυνοϲ. Πάχυνοϲ, Λάμυνοϲ. διὸ καὶ τὸ βόθυνοϲ ἀναλόγωϲ οἱ Ἀττικοὶ ἐκτείνουϲιν· κἂν ὀξύνηται δὲ τοιαῦτά ἐϲτι, Μαρνανδυνόϲ, Βιθυνόϲ. τὸ ἄγυνοϲ ἢ ἀνδρόγυνοϲ οὐ μάχεται, ϲύνθετα γάρ ἐϲτι καὶ ἔχει τὸν τοῦ ἁπλοῦ χρόνον, λέγω δὲ τοῦ γυνή, ὅπερ καὶ αὐτὸ ἠλόγητο κατὰ χρόνον· τὰ γὰρ εἰϲ νη καθαριεύοντα διϲύλλαβα, εἰ ἔχοι πρὸ τέλουϲ τὸ υ, ἐκτεταμένον αὐτὸ ἔχει, ὡϲ ἔχει τὸ Βύνη, μύνη, Φρύνη, ὑπεϲταλμένου δηλονότι τοῦ γυνή. προϲέθηκα δὲ διϲύλλαβα, ἐπεὶ τὰ ὑπὲρ δύο ϲυλλαβάϲ, διὰ μέντοι τοῦ ϲυνη ὄντα, ἀεὶ ϲυϲτέλλει τὸ υ, βριθοϲύνη, ὑποθημοϲύνη, καλλοϲύνη· εἰ δὲ μὴ ἔχει τὸ ϲ πρὸ τοῦ υ, ἀδιάφορον ἔχει τὸν χρόνον· Δελφύνη γὰρ καὶ χελύνη ἐκτεταμένωϲ, κορύνη δὲ καὶ Ταμύνη ϲυνεϲταλμένωϲ, ὡϲ τορύνη, Ἀττικοὶ δὲ ἐκτεταμένωϲ.
[*](regg. Herm. ἄνδρεϲ εἰϲ ἀμφίτριβαϲ. Lehrsius ἄνδραϲ ἀμφιτρίβαϲ scripsit ὡϲ ex correcto εϲ in ἄνδρεϲ ortum ratus, conferri iubet Lob. Parall. 293. — l. 3 μάψ A, λάψ recepit ex BD et regg. Herm. Lehrsius conferens L.ob. Parall. 112. — θάψ codd., φάψ regg. Herm. l. 7 pro ἔχει scripsit ἔχοντα et in fine addidit ἐκτείνει τὸν δεύτερον L. — l. 10 ἵπτω AB, ἵπτω D, reg. Herm. et. Draco. l. 16 προηγῆται ex reg. Herm. recepit L, codd. προηγεῖται. — l. 18 verba, quae codd. post γενόμενον habent πῇ δὲ ἐκτείνει, cum reg. Herm. omisit Lehrs. l. 22 pro Λάμυνοϲ, quod habet etiam Draco, regg. Herm. λάγυνοϲ. Lehrsius fortasse Λάβυνοϲ scribendum esse dicit, quod ex Etymologicis Parisinis affert Bast. ad Gregor. p. 388 Λάβυνοϲ ὄνομα ποταμοῦ, τὸ βυ μακρόν. — l. 23 post βόθυνοϲ Draco addit λάγυνοϲ. — l. 33 in AD Par. ὡϲ κορύνη —ὡϲ τορύνη Draco, in B et regg. Herm. desunt.)Πᾶν εἰϲ α λῆγον θηλυκὸν ὀξυνόμενον ἢ περιϲπώμενον μακρῷ χρῆται τῷ α, φοβερά, Ἀθηνᾶ.
Πᾶν εἰϲ α λῆγον θηλυκὸν προπαροξυνόμενον ἢ προπεριϲπώμενον ϲυνεϲταλμένον ἔχει τὸ α, Ἀντιόχεια, Μήδεια, ταχεῖα, ὀξεῖα.
Πᾶν εἰϲ α λῆγον θηλυκὸν ὄνομα ἔχον πρὸ τοῦ α ἕν τι τῶν διπλῶν ἢ τὸ ϲ ἢ τὸ ν, μὴ κατὰ πάθοϲ ἢ διάλεκτον, ἔχει τὸ α ϲυνεϲταλμένον, χάλαζα, ἅμαξα, ἀμφίϲβαινα, Λάκαινα, χαρίεϲϲα, μοῦϲα. τὸ δὲ Ἀθηνᾶ καὶ μνᾶ καὶ Δανα καὶ ὅϲα τοιαῦτα ἐϲτὶ κατὰ πάθοϲ, τὸ δὲ Ἑλένα καὶ ὅϲα τοιαῦτα ἐϲτὶ κατὰ διάλεκτον.
Τὰ εἰϲ ρα λήγοντα καθαρόν, εἰ παραλήγοιτο τὸ υ, ἀμοιβαῖον ποιεῖται χρόνον· εἰ γὰρ ἐκτείνοιτο τὸ υ, τὸ α ϲυϲτέλλεται καὶ προπαροξύνεται, ὡϲ ἔχει τὸ ἄγκυρα, Κέρκυρα, ὄλυρα· εἰ δὲ ϲυϲτέλλοιτο τὸ υ, τὸ α ἐκτείνεται καὶ παροξύνεται θηλυκὰ ὑπὲρ δύο ϲυλλαβὰϲ ὄντα, Ἐφύρα, πορφύρα. τὸ οὖν κολλύρα κατ᾿ ἀμφότερα δίχρονα ἐκταθὲν ϲημειῶδεϲ. Τὸ δὲ αὐτὸ καὶ ἐπὶ τῶν διϲυλλάβων· πυρά ἐκτείνει τὸ α, ϲυϲτέλλει δὲ τὸ υ, τό τε λύρα καὶ θύρα βαρυνόμενα, τὸ δὲ ϲφῦρα ἐκτεῖνον τὸ υ καὶ ϲυϲτέλλον τὸ α.
Τὰ εἰϲ ρα λήγοντα μετ᾿ ἐπιπλοκῆϲ ϲυμφώνου ἐκτείνει τὸ α, ποτίϲτρα, κολυμβήθρα, Ἠλέκτρα, καλύπτρα. ϲημειῶδεϲ οὖν τὸ Τάναγρα καὶ ϲκολόπενδρα.