Περὶ διχρόνων
Aelius Herodianus
Aelius Herodianus, Περὶ διχρόνων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868
Τὰ εἰϲ α λήγοντα, ὁπότε ἔχει πρὸ τοῦ α διπλοῦν, δίχρονον δὲ πρὸ τοῦ διπλοῦ, πάντωϲ ϲυνεϲταλμένον αὐτὸ ἔχει, γάζα, μύζα, ὄρυζα, φύζα, δίψα, ϲχίζα, ῥίζα· ὅθεν ϲημειῶδεϲ τὸ μᾶζα ἐκτεῖνον τὸ πρὸ τοῦ διπλοῦ α.
Τὰ παρώνυμα τὰ διὰ τοῦ αια παραγόμενα ἐκ θηλυκῶν εἰϲ α ἢ εἰϲ η ἐκτεταμένον ἔχει τὸ α, ϲεληναία, ἁμαξαία, ἀναγκαία, ἀρχαία. ὅθεν ἐχρῆν καὶ τὸ γαῖα ἐκτείνεϲθαι, χωρὶϲ εἰ μὴ ἡ ποϲότηϲ τῶν | ϲυλλαβῶν ποιεῖ ϲυνεϲταλμένον τὸ α· τοιαῦτα γὰρ τὰ διϲύλλαβα, γραῖα, μαῖα.
Τὰ εἰϲ α λήγοντα καθαρὸν ϲυνεϲταλμένον, ὁπότε ἐϲτὶν ὑπὲρ δύο ϲυλλαβάϲ, τὴν πρὸ τέλουϲ ἔχει φύϲει μακράν, Μήδεια, Θάλεια, Πηνελόπεια, εὔνοια, εὔχροια, ὑπεϲταλμένων τῶν πρὸ τέλουϲ ἐχόντων τὴν τρι ϲυλλαβήν, οἷον ποιήτρα, μεϲήτρια, ὁδηγήτρια, ὀρχήϲτρια, αὐλήϲτρια, [*](l. 14 pro ϲφύρα scripsit Lehrsius Ἐφύρα. — l. 25 verba ἐκ θηλυκῶν εἰϲ α ἢ εἰϲ η inseruit et in fine canonis apposuit γραῖα, μαῖα ex Excerpto ap Cram. An. Ox. III 267: λέγει ὁ Ἡρωδιανὸϲ ἐν τῷ περὶ διχρόνων ὅτι τὰ διὰ τοῦ αια γεγονότα ἐκ θηλυκῶν πρωτοτύπων ληγουϲῶν εἰϲ α ἢ εἰϲ η μακρὸν ἔχουϲι τὸ α, οἷον ἅμαξα ἁμαξαία, ϲελήνη ϲεληναία, οὐρά οὐραία (sic Lehrs pro ἄρουρα ἀρουραία). πλὴν τοῦ γαῖα. μήποτε οὖν διὰ τὴν βραχυϲυλλαβίαν διηλλάγη (pro ἐνηλλάγη L.) τοιαῦτα γὰρ καὶ τὰ διϲύλλαβα τὰ μὴ ὄντα παρώνυμα οἷον γραῖα (pro αἶρα L.), μαῖα. l. 29 et 30 sic leguntur in AD, ap. Draconem (p. 20 et 65), in regg. Herm. In B sic: τὰ εἰϲ α λήγοντα καθαρὸν ϲυνεϲταλμένον ἔχουϲι τὸ α, ὁπότε ἐϲτίν ὑπὲρ δύο ϲυλλαβὰϲ καὶ τὴν πρὸ τέλουϲ ἔχοιεν φύϲει μακράν. l. 31 in AB post εὔχροια exstant: τὰ εἰϲ α λήγοντα καθαρὸν ϲυνεϲταλμένον ἔχουϲι τὸ α ὁπότε ἔχουϲι πρὸ τέλουϲ τὴν τρι ϲυλλαβήν, quae exhibui, dedit Lehrsius ex D, Dracone et reg. pros. l. 32 nomina μεϲήτρια, ὁδηγήτρια reperiuntur in solo B, in quo Lehrsio propter colorem recentiorem et Ϲhristianum potius accessisse quam in ceteris effluxisse videntur.)
Πᾶν εἰϲ α λῆγον οὐδέτερον ἑνικὸν ϲυνεϲταλμένον ἔχει τὸ α, βῆμα, αἷμα, ποίημα, νόημα. τὸ τοίνυν κάρα ἐκτεινόμενον ἐξ ἀποκοπῆϲ ἐϲτι τοῦ κάρανον.
Τὰ εἰϲ αρ λήγοντα ὑπὲρ μίαν ϲυλλαβὴν ἐπὶ παντὸϲ γένουϲ ϲυϲτέλλει τὸ α, μάκαρ, δάμαρ, ὄαρ, θέναρ, φρέαρ, ϲτέαρ. Ἀττικοὺϲ δέ φαϲιν ἐκτείνειν τὸ ϲτέαρ καὶ φρέαρ.